Κανόνες των Αγίων Αποστόλων

Από OrthodoxWiki
Αναθεώρηση ως προς 18:34, 18 Αυγούστου 2008 από τον Papyrus (Συζήτηση | Συνεισφορά) (Νέα σελίδα: Οι '''Κανόνες των Αγίων Αποστόλων''', είναι 85 διατάξεις, επικυρωμένες πλέον ως Ιεροί Κανόνες, που ...)
(διαφορά) ← Παλαιότερη αναθεώρηση | Τελευταία αναθεώρηση (διαφορά) | Νεότερη αναθεώρηση → (διαφορά)
Μετάβαση σε: πλοήγηση, αναζήτηση

Οι Κανόνες των Αγίων Αποστόλων, είναι 85 διατάξεις, επικυρωμένες πλέον ως Ιεροί Κανόνες, που όπως αναφέρει ο β΄ κανόνας της Πενθέκτης Οικουμενικής Συνόδου, έχουν παραδοθεί στην Εκκλησία επ' "ονόματι των αγίων και ενδόξων Αποστόλων". Αυτό σημαίνει ότι η Πενθέκτη Οικουμενική Σύνοδος που τους επικύρωσε, θέλοντας να προλάβει συζητήσεις επί της γνησιότητας ή της εγκυρότητας της επικύρωσης αυτών, ως κατά λέξη "κανόνες των αποστόλων", χρησιμοποιεί τη λέξη "ονόματι", δείχνοντας ότι ως επικυρωμένοι από Οικουμενική Σύνοδο, είναι σε κάθε περίπτωση αυθεντικοί.

Στην Ορθόδοξη Εκκλησία γίνεται δεκτό ότι ακόμη κι αν δεν γράφτηκαν από τους αποστόλους ή δεν ετέθησαν υπ' όψιν τους, όπως τουλάχιστον είναι σήμερα γνωστοί (άλλωστε, δεν συμπεριελήφθηκαν στην Αγία Γραφή), όμως δεν μπορεί να αποκλειστεί ότι οι κανόνες αυτοί πράγματι αντιπροσωπεύουν προφορική διδασκαλία και εντολές των αποστόλων, οι οποίες καταγράφτηκαν από τους μαθητές τους και τους διαδόχους τους. Επομένως ο β' κανόνας της Πενθέκτης με αυτή την έκφραση θέλει να διαφυλάξει το κύρος όλων των αποστολικών κανόνων, το οποίο είναι πλέον Οικουμενικό και γι αυτό, αδιαμφισβήτητο.

Κανόνες των Αγίων Αποστόλων - Περίληψη Κείμενο
Κανὼν α’:
Περὶ τοῦ, ὅτι ὑπὸ τριῶν, ἢ δύω, ὁ ἐπίσκοπος χειροτονεῖται.
Ἐπίσκοπος χειροτονείσθω ὑπὸ ἐπισκόπων δύο ἢ τριῶν.
Κανὼν β’:
Ὁ δὲ κληρικὸς ὑφ' ἑνός.
Πρεσβύτερος ὑπὸ ἑνὸς ἐπισκόπου χειροτονείσθω, καὶ διάκονος καὶ οἱ λοιποὶ κληρικοί.
Κανὼν γ’:
Τίνα προσάγονται εἰς θυσίαν.
Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, παρὰ τὴν τοῦ Κυρίου διάταξιν τὴν ἐπὶ τῇ θυσίᾳ, προσενέγκῃ ἕτερα τινα ἐπὶ τὸ θυσιαστήριον, ἢ μέλι ἢ γάλα ἢ ἀντὶ οἴνου σίκερα ἐπιτηδευτὰ ἢ ὄρνεις ἢ ζῶά τινα ἢ ὄσπρια, παρὰ τὴν διάταξιν, καθαιρείσθω, πλὴν νέων χίδρων ἢ σταφυλῆς, τῷ καιρῷ τῷ δέοντι. Μὴ ἐξὸν δὲ ἔστω προσάγεσθαί τι ἕτερον πρὸς τὸ θυσιαστήριον ἢ ἔλαιον εἲς τὴν λυχνίαν καὶ θυμίαμα τῷ καιρῷ τῆς ἁγίας προσφορᾶς.
Κανὼν δ’:
Αἱ ἀπαρχαὶ τῶν ὀπωρῶν ποῦ ἀποστέλλονται, καὶ τίσι διανέμονται;
Ἡ ἄλλη πᾶσα ὀπώρα εἰς οἶκον ἀποστελλέσθω, ἀπαρχὴ τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις, ἀλλὰ μὴ πρὸς τὸ θυσιαστήριον. Δῆλον δὲ ὡς ὁ ἐπίσκοπος καὶ οἱ πρεσβύτεροι ἐπιμερίσουσι τοῖς δια­κόνοις καὶ τοῖς λοιποῖς κληρικοῖς.
Κανὼν ε’:
Περὶ τῶν τάς ἑαυτῶν γυναίκας ἐκβαλλόντων ἱερατικῶν.
Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἑαυτοῦ γυ­ναίκα μὴ ἐκβαλλέτω προφάσει εὐλαβείας ἐὰν δὲ ἐκβάλῃ, ἀφοριζέσθω, ἐπιμένων δέ, καθαιρείσθω.
Κανὼν ς’:
Περὶ τῶν ἀναδεχομένων φροντίδας κοσμικὰς ἱερατικῶν.
Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος κοσμικὸς φροντίδας μὴ ἀναλαμβανέτω∙ εἰ δὲ μή, καθαιρείσθω.
Κανὼν ζ’:
Περὶ τῶν Ἑβραϊκῶς τελούντων τὸ Πάσχα ἱερατικῶν.
Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἁγίαν τοῦ Πάσχα ἡμέραν πρὸ τῆς ἐαρινῆς ἰσημερίας μετὰ Ἰουδαίων ἐπιτελέσοι, καθαιρείσθω.
Κανὼν η’:
Περὶ τῶν μὴ μεταλαμβανόντων ἱερατικῶν ἐν τῇ λειτουργία.
Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ἐκ τοῦ καταλόγου τοῦ Ἱερατικοῦ, προσφορᾶς γενομένης, μὴ μεταλάβοι, τὴν αἰτίαν εἰπάτω∙ καὶ ἐὰν ᾗ εὔλογος, συγγνώμης τυγχανέτω, εἰ δὲ μὴ λέγοι, ἀφοριζέσθω, ὡς αἴτιος βλάβης γενόμενος τῷ λαῷ καὶ ὑπόνοιαν ἐμποιήσας κατὰ τοῦ προσενέγκαντος, ὡς μὴ ὑγιῶς ἀνενέγκαντος.
Κανὼν θ’:
Περὶ τῶν μὴ παραμενόντων τῇ προσευχῇ καὶ τῇ μεταλήψει.
Πάντας τοὺς εἰσιόντας πιστοὺς καὶ τῶν Γραφῶν ἀκούοντας, μὴ παραμένοντας δέ τι προσευχὴ καὶ τῇ ἁγίᾳ μεταλήψει, ὡς ἀταξίαν ἐμποιοῦντας τῇ ἐκκλησίᾳ, ἀφορίζεσθαι χρῇ.
Κανὼν ι’ (10):
Περὶ τοῦ συνευχομένου ἀκοινωνήτῳ.
Εἴ τις ἀκοινωνήτω κἀν ἐν οἴκῳ συνεύξηται, οὗτος ἀφοριζέσθω.
Κανὼν ια’:
Περὶ τοῦ συνευχομένου κληρικοῦ καθηρημένῳ.
Εἴ τις καθῃρημένῳ, κληρικὸς ὧν, κληρικῷ συνεύξηται, καθαιρείσθω καὶ αὐτός.
Κανὼν ιβ’:
Περὶ τοῦ δεξαμένου τὸν ἄδεκτον.
Εἴ τις κληρικὸς ἢ λαϊκὸς ἀφωρισμένος, ἤτοι ἄδεκτος. ἀπελθὼν ἐν ἑτέρᾳ πόλει προσδεχθῇ ἄνευ γραμμάτων συστατικῶν, ἀφοριζέσθω καὶ ὁ δεξάμενος καὶ ὁ δεχθείς.
Κανὼν ιγ’:
Ὅτι ἐπιτείνεται ὁ ἀφορισμὸς τῷ ἀφωρισμένω, εἴγε ἀπαιτήσει εἰς τὸ δεχθῆναι.
Εἰ δὲ ἀφορισμένος εἴη, ἐπιτεινέσθω αὐτῷ ὁ ἀφορι­σμός, ὣς ψευσαμένῳ καὶ ἀπατήσαντι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.
Κανὼν ιδ’:
Περὶ ἐπισκόπου, ἐπιπηδῶντος ἑτέρᾳ ἐπαρχίᾳ.
Ἐπίσκοπον μὴ ἐξεῖναι, καταλείψαντα τὴν ἑαυτοῦ παροικίαν, ἑτέρα ἐπιπηδᾶν, κἄν ὑπὸ πλειόνων ἀναγκάζηται, εἰ μή τις εὔλογος αἰτία, τοῦτο βιαζομένη αὐτὸν ποιεῖν, ὡς πλέον τι κέρδος δυναμένου αὐτοῦ τοῖς ἐκεῖσε λόγω εὐσεβείας συμβάλλεσθαι. Καὶ τοῦτο δὲ οὐκ ἀφ' ἑαυτοῦ, ἀλλὰ κρίσει πολλῶν ἐπισκόπων καὶ παρακλήσει μεγίστῃ.
Κανὼν ιε’:
Περὶ τοῦ ἀποσκιρτήσαντος κληρικοῦ ἀπὸ τοῦ οἰκείου ἐπισκόπου.
Εἴ τις πρεσβύτερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλό­γου τῶν κληρικῶν, ἀπολείψας τὴν ἑαυτοῦ παροικίαν, εἰς ἑτέραν ἀπέλθῃ καὶ παντελῶς μεταστὰς διατρίβῃ ἐν ἅλλῃ παροικίᾳ, παρὰ γνώμην τοῦ ἰδίου ἐπισκόπου, τοῦτον κελεύομεν μηκέτι λειτουργεῖν, εἰ μάλιστα, προσκαλουμένου αὐτὸν τοῦ ἐπισκόπου αὐτοῦ ἐπανελθεῖν, οὒχ ὑπήκουσεν, ἐπιμένων τῇ ἀταξίᾳ, ὡς λαϊκὸς μέντοι ἐκεῖσε κοινωνείτω.
Κανὼν ις’:
Περὶ τοῦ τὸν ἀποσκιρτήσαντα κληρικὸν δεξαμένου ἐπισκόπου.
Εἰ δὲ ὁ ἐπίσκοπος, παρ' ᾧ τυγχάνουσι. παρ' οὐδὲν λογισάμενος τὴν κατ' αὐτῶν ὁρισθεῖσαν ἀργίαν, δέξηται αὐτοὺς ὡς κληρικούς, ἀφοριζέσθω, ὡς διδάσκαλος ἀταξίας.
Κανὼν ιζ’:
Περὶ τοῦ δύσι γάμοις, ἢ παλλακῇ συμπλακέντος μετὰ τὸ βάπτισμα.
Ὁ δύσι γάμοις συμπλακεὶς μετὰ τὸ βάπτισμα ἢ παλλακὴν κτησάμενος, οὐ δύναται εἶναι ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.
Κανὼν ιη’:
Περὶ τοῦ χήρᾳ ἢ ἄλλως ἀτιμῳ γυναικὶ συμπλακέντος.
Ὁ χήραν λαβὼν ἢ ἐκβεβλημένην ἢ ἑταίραν ἢ οἰκέτιν ἢ τῶν ἐπὶ σκηνῆς, οὗ δύναται εἶναι ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διά­κονος ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.
Κανὼν ιθ’:
Περὶ τοῦ δύο ἀδελφὰς ἢ ἀδελφιδὴν ἀγαγομένου.
Ὁ δύο ἀδελφὰς ἀγαγόμενος ἢ ἀδελφιδὴν οὗ δύναται εἶναι κληρικός.
Κανὼν κ’ (20):
Περὶ τοῦ ἐγγύας διδόντος κληρικοῦ.
Κληρικὸς ἐγγύας διδούς, καθαιρείσθω.
Κανὼν κα’:
Περὶ τοῦ κατὰ φύσιν ἢ ἐξ ἐπηρείας εὐνουχισθέντος.
Εὐνοῦχος, εἶ μὲν ἐξ ἐπηρείας ἀνθρώπων ἐγένετό τις ἢ ἒν διωγμῷ ἀφῃρέθη τὰ ἀνδρῶν ἢ οὕτως ἔφυ, καί ἐστιν ἄξιος, ἐπι­σκοπος γινέσθω.
Κανὼν κβ’:
Περὶ τοῦ ὅτι οὐ κληροῦται ὅστις ἑαυτὸν ἠκρωτηριάσατο.
Ὁ ἀκρωτηριάσας ἑαυτόν, μὴ γινέσθω κληρικός, αὐτοφονευτὴς γάρ ἐστιν ἑαυτοῦ καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἐχθρός.
Κανὼν κγ’:
Περὶ κληρικοῦ τὸ αὐτὸ ποιήσαντος.
Εἴ τις κληρικὸς ὤν, ἑαυτὸν ἀκρωτηριάσοι, καθαιρείσθω, φονεὺς γάρ ἐστιν ἑαυτοῦ.
Κανὼν κδ’:
Περὶ λαϊκοῦ τὸ αὐτὸ ἐνεργήσαντος.
Λαϊκὸς ἑαυτὸν ἀκρωτηριάσας, ἀφοριζέσθω ἔτη τρία∙ ἐπίβουλος γάρ ἐστι τῆς ἑαυτοῦ ζωῆς.
Κανὼν κε’:
Περὶ ἱερατικῶν ἐπὶ μεγάλοις ἁμαρτημασιν ἁλόντων.
Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος, ἐπὶ πορνεῖᾳ ἢ ἐπιορκίᾳ ἢ κλοπῇ ἁλούς, καθαιρείσθω καὶ μὴ ἀφοριζέσθω. λέγει γὰρ ἡ Γραφή∙ Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. Ὡσαύτως καὶ οἱ λοι­ποὶ κληρικοὶ.
Κανὼν κς’:
Ποῖοι μετὰ τὸ κληρωθῆναι γαμοῦσιν.
Τῶν εἰς κλῆρον προσελθόντων ἀγάμων, κελεύομεν βουλομένους γαμεῖν, ἀναγνώστας καὶ ψάλτας μόνους.
Κανὼν κζ’:
Περὶ ἱερατικοῦ τύπτοντος.
Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον, τύπτοντα πιστοὺς ἁμαρτάνοντας ἢ ἀπίστους ἀδικήσαντας καὶ διὰ τοιούτων φοβεῖν ἐθέλοντα, καθαιρεῖσθαι προστάττομεν, οὐδαμοῦ γὰρ ὁ Κύριος τοῦτο ἡμᾶς ἐδίδαξε˙ Τουναντίον δέ, αὐτὸς τυπτόμενος οὐ ἀντέτυπτε, λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει.
Κανὼν κη':
Περὶ τοῦ δικαίως καθαιρεθέντος.
Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρεθεὶς δικαίως ἐπὶ ἐγκλήμασι φανεροῖς, τολμήσειεν ἅψεσθαι τῆς ποτε ἐγχειρισθείσης αὐτῷ λειτουργίας, οὗτος παντάπασιν ἐκκοπτέσθω τῆς Ἐκκλησίας.
Κανὼν κθ’:
Περὶ τοῦ διὰ χρημάτων προβιβασμοῦ.
Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένοιτο, ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασι καὶ τῆς κοινωνίας, ὡς ὁ Σιμῶν ὁ μάγος ὑπ' ἐμοῦ Πέτρου.
Κανὼν λ’ (30):
Περὶ τοῦ δι' ἀρχόντων προβιδασμοῦ.
Εἴ τις ἐπίσκοπος κοσμικοῖς ἄρχουσι χρησάμενος, δι’ αὐτῶν ἐγκρατὴς ἐκκλησίας γένοιτο, καθαιρείσθω καὶ ἀφοριζέσθω· καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες.
Κανὼν λα’:
Περὶ τῶν παρὰ γνώμη τοῦ οἰκείου ἐπισκόπου παρασυναγόντων.
Εἴ τις πρεσβύτερος, καταφρονήσας τοῦ ἰδίου ἐπισκόπου χωρὶς συναγάγῃ καὶ θυσιαστήριον ἕτερον πήξῃ, μηδὲν κατεγνωκὼς τοῦ ἐπισκόπου ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ, καθαιρείσθω ὡς φίλαρχος˙ τύραννος γάρ ἐστιν. Ὡσαύτως δὲ καὶ οἱ λοιποὶ κληρικοὶ καὶ ὅσοι ἂν αὐτῷ προσθῶνται˙ οἱ δὲ λαϊκοὶ ἀφοριζέσθωσαν. Ταῦτα δὲ μετὰ μίαν, καὶ δευτέραν καὶ τρίτην παράκλησιν τοῦ ἐπισκόπου γινέσθω.
Κανὼν λβ’:
Περὶ τοῦ μὴ προσλαμδάνεσθαι τὸν ἀφωρισμένον παρ' ἄλλου ἐπισκόπου.
Εἴ τις πρεσβύτερος ἢ διάκονος ὑπὸ ἐπισκόπου γένηται ἐν ἀφορισμῷ, τοῦτον μὴ ἐξεῖναι παρ' ἑτέρου δεχθῆναι, ἀλλ' ἡ παρὰ τοῦ ἀφορίσαντος αὐτόν, εἰ μὴ ἂν κατὰ συγκυρίαν τελευτήσῃ ὁ ἀφορίσας αὐτὸν ἐπίσκοπος.
Κανὼν λγ’:
Περὶ τοῦ μὴ δέχεσθαι κλήρικον χωρὶς συστατικοῦ.
Μηδένα τῶν ξένων ἐπισκόπων, πρεσβυτέρων ἢ διακόνων ἄνευ συστατικῶν προσδέχεσθαι˙ καὶ ἐπιφερομένων δὲ αὐτῶν ἀνακρινέσθωσαν· καὶ εἰ μὲν ὦσι κήρυκες τῆς εὐσεβείας, προσδεχέσθωσαν˙ εἰ δὲ μήγε, τὰ πρὸς χρείαν αὐτοῖς ἐπιχορηγήσαντες, εἰς κοινωνίαν αὐτοὺς μὴ προδέξησθε˙ πολλὰ γὰρ κατὰ συναρπαγὴν γίνεται.
Κανὼν λδ’:
Εἰδέναι χρὴ τοὺς ἐπισκόπους τὸν ἑαυτῶν πρῶτον.
Τοὺς ἐπισκόπους ἑκάστου ἔθνους εἰδέναι χρή τὸν ἐν αὐτοῖς πρῶτον καὶ ἡγεῖσθαι αὐτὸν ὡς κεφαλήν, καὶ μηδέν τι πράττειν ἄνευ τῆς ἐκείνου γνώμης˙ ἐκείνα δὲ μόνα πράττειν ἕκαστον, ὅσα τῇ αὐτοῦ παροικίᾳ ἐπιβάλλει καὶ ταῖς ὑπ' αὐτὴν χώραις. Ἀλλὰ μηδὲ ἐκεῖνος ἄνευ τῆς πάντων γνώμης ποιείτω τι. Οὕτω γὰρ ὁμόνοια ἔσται καὶ δοξασθήσεται ὁ Θεὸς διὰ Κυρίου ἐν ἁγίῳ Πνεύματι˙ ὁ Πατήρ, καὶ ὁ Υἱός καὶ τὸ ἅγιον Πνεῦμα.
Κανὼν λε’:
Περὶ ὑπερορίου χειροτονίας.
Ἐπίσκοπον μὴ τολμᾶν ἔξω τῶν ἑαυτοῦ ὃρων χειροτονίας ποιεῖσθαι, εἰς τάς μὴ ὑποκειμένας αὐτῷ πόλεις καὶ χώρας˙ εἰ δὲ ἐλεγχθείη τοῦτο πεποιηκώς, παρὰ τὴν τῶν κατεχόντων τὰς πόλεις ἐκείνας ἡ τὰς χώρας γνώμην, καθαιρείσθω καὶ αὐτὸς καὶ οὓς ἐχειροτόνησεν.
Κανὼν λς’:
Περὶ τοῦ εἰς ἐκκλησίαν διορισθέντος ἐκκλησιαστικοῦ, καὶ μὴ πειθομένου.
Εἴ τις χειροτονηθεὶς ἐπίσκοπος μὴ καταδέχοιτο τὴν λειτουργίαν καὶ τὴν φροντίδα τοῦ λαοῦ, τὴν ἐγχειρισθείσαν αὐτῷ.
Κανὼν λζ’:
Περὶ Συνόδων.
Δεύτερον τοῦ ἔτους σύνοδος γινέσθω τῶν ἐπισκόπων καὶ ἀνακρινέτωσαν ἀλλήλως τὰ δόγματα τῆς εὐσεβείας καὶ τάς ἐμπιπτούσας ἐκκλησιαστικὰς ἀντιλογίας διαλυέτωσαν· ἅπαξ μέν, τῇ τετάρτῃ ἑβδομάδι τῆς Πεντηκοστῆς, δεύτερον δέ, Ὑπερβερεταίου δωδεκάτῃ.
Κανὼν λη’:
Χωρὶς γνώμης τοῦ ἐπισκόπου μηδὲν ποιεῖν τοὺς ὑποδεβηκότας ἐκκλησιαστικούς.
Πάντων τῶν ἐκκλησιαστικῶν πραγμάτων ὁ ἐπίσκοπος ἐχέτω τὴν φροντίδα, καὶ διοικείτω αὐτὰ ὡς τοῦ Θεοῦ ἐφορῶντος· μὴ ἐξεῖναι δὲ αὐτῷ σφετερίζεσθαί τι ἐξ αὐτῶν, ἢ συγγενέσιν ἰδίοις τά τοῦ Θεοῦ χαρίζεσθαι· εἰ δὲ πένητες εἶεν, ἐπιχορηγείτω ὡς πένησιν, ἀλλὰ μὴ προφάσει τούτων τὰ τῆς ἐκκλησίας ἀπεμπολείτω.
Κανὼν λθ’:
Ἐπὶ τῷ ἐπισκόπῳ κείσθωσαν τὰ τῆς ἐκκλησίας.
Οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἄνευ γνώμης τοῦ ἐπισκόπου μηδὲν ἐπιτελείτωσαν, αὐτὸς γάρ ἐστιν ὁ πεπιστευμένος τὸν λαὸν τοῦ Κυρίου καὶ τὸν ὑπὲρ τῶν ψυχῶν αὐτῶν λόγον ἀπαιτηθησόμενος.
Κανὼν μ’ (40):
Διακρινέσθωσαν τῶν ἐκκλησιαστικῶν τά τοῦ ἐπισκόπου πράγματα.
Ἔστω φανερὰ τὰ ἴδια τοῦ ἐπισκόπου πράγματα, (εἴγε καὶ ἴδια ἔχοι), καὶ φανερὰ τὰ Κυριακά ἵνα ἐξουσίαν ἔχῃ τὰ ἴδια τελευτῶν ὁ ἐπίσκοπος, οἷς βούλεται, καὶ ὡς βούλεται καταλεῖψαι· καὶ μὴ προφάσει τῶν ἐκκλησιαστικῶν πραγμάτων διαπίπτειν τά τοῦ ἐπισκόπου, ἐσθ' ὅτε γυναῖκα καὶ παῖδας κεκτημένου, ἢ συγγενεῖς, ἢ οἰκέτας. Δίκαιον γὰρ παρὰ Θεῷ καὶ ἀνθρώποις τό, μήτε τὴν Ἐκκλησίαν ζημίαν τινὰ ὑπομένειν ἀγνοίᾳ τῶν τοῦ ἐπισκόπου πραγμάτων, μήτε τὸν ἐπίσκοπον ἡ τοὺς αὐτοῦ συγγενεῖς, προφάσει τῆς ἐκκλησίας, δημεύεσθαι, ἢ καὶ εἰς πράγματα ἐμπίπτειν τοὺς αὐτῷ διαφέροντας, καὶ τὸν αὐτοῦ θάνατον δυσφημίαις περιβάλλεσθαι.
Κανὼν μα’:
Ὁ ἐπίσκοπος ἐξουσιαζέτω τὰ τῆς ἐκκλησίας.
Προστάσσομεν τὸν ἐπίσκοπον ἐξουσίαν ἔχειν τῶν τῆς Ἐκκλησίας πραγμάτων. Εἰ γὰρ τάς τιμίας τῶν ἀνθρώπων ψυχὰς αὐτῷ πιστευτέον, πολλοῦ ἂν δέῃ περὶ τῶν χρημάτων ἐντέλλεσθαι, ὥστε κατὰ τὴν αὐτοῦ ἐξουσίαν πάντα διοικεῖσθαι καὶ τοῖς δεομένοις διὰ τῶν πρεσβυτέρων καὶ διακόνων ἐπιχορηγείσθαι μετὰ φόβου Θεοῦ, καὶ πάσης εὐλαβείας. Μεταλαμβάνειν δὲ καὶ αὐτὸν τῶν δεόντων, (εἶγε δέοιτο), εἰς τάς ἀναγκαίας αὐτοῦ χρείας καὶ τῶν ἐπιξενουμένων ἀδελφῶν, ὡς κατὰ μηδένα τρόπον αὐτοὺς ὑστερεῖσθαι· ὁ γὰρ νόμος τοῦ Θεοῦ διετάξατο, τούς τῳ θυσιαστηρίῳ προσεδρεύοντας, ἐκ τοῦ θυσιαστηρίου τρέφεσθαι· ἐπεί περ οὐδὲ στρατιώτης ποτὲ ἰδίοις ὀψωνίοις ὅπλα κατὰ πολεμίων ἐπιφέρεται.
Κανὼν μβ’:
Περὶ κυβεύοντος, ἢ μεθύοντος ἱερατικοῦ.
Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος κύβοις σχολάζων, καὶ μέθαις, ἢ παυσάσθω, ἢ καθαιρείσθω.
Κανὼν μγ’:
Ὡσαύτως καὶ περὶ ὑποδιακόνου, ἢ ψάλτου κτλ.
Ὑποδιάκονος, ἢ ἀναγνώστης, ἢ ψάλτης, τά ὅμοια ποιῶν, ἢ παυσάσθω, ἢ ἀφοριζέσθω· ὡσαύτως καὶ λαϊκός.
Κανὼν μδ’:
Περὶ τοκίζοντος ἱερατικοῦ.
Ἐπίσκοπος, ἢ πρεσβύτερος ἢ διάκονος, τόκους ἀπαιτῶν τοὺς δανειζομένους, ἢ παυσάσθω, ἢ καθαιρείσθω.
Κανὼν με’:
Περὶ συνευξαμένου ἱερατικοῦ αἱρετικοῖς.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, αἱρετικοῖς συνευξάμενος μόνον, ἀφοριζέσθω· εἰ δὲ ἐπέτρεψεν αὐτοῖς ὡς κληρικοῖς ἐνεργῆσαί τι, καθαιρείσθω.
Κανὼν μς’:
Μὴ δέχεσθαι βάπτισμα ἢ θυσίαν αἱρετικῶν.
Ἐπίσκοπον, ἢ πρεσβύτερον, αἱρετικῶν δεξαμένους βάπτισμα, ἢ θυσίαν, καθαιρεῖσθαι προστάττομεν. Τὶς γὰρ συμφώνησις Χριστῷ πρὸς Βελίαρ ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου.
Κανὼν μζ’:
Πῶς χρηστέον τοῖς ἀληθὲς ἐχονσι βάπτισμα ἢ μὴ.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, τὸν κατὰ ἀλήθειαν ἔχοντα βάπτισμα, ἐὰν ἄνωθεν βαπτίσῃ, ἢ τὸν μεμολυσμένον παρὰ τῶν ἀσεβῶν, ἐὰν μὴ βαπτίση, καθαιρείσθω, ὡς γελῶν τὸν σταυρόν, καὶ τόν τοῦ Κυρίου θάνατον, καὶ μὴ διακρίνων ἱερέας ψευδοϊερέων.
Κανὼν μη’:
Περὶ τοῦ ἐκβάλλειν τινὰ, ἢ εἰσοικίζειν ἑτέραν γυναῖκα, ἢ ἀπολελυμένην.
Εἴ τις λαϊκὸς τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλών, ἑτέραν λάβοι, ἡ παρ' ἄλλου ἀπολελυμένην, ἀφοριζέσθω.
Κανὼν μθ’:
Περὶ τοῦ μὴ βαπτίζοντος εἰς τὴν ἁγίαν Τριάδα.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος κατὰ τήν τοῦ Κυρίου διάταξιν, μὴ βαπτίσῃ εἰς Πατέρα, καὶ Ὑιόν, καὶ ἅγιον Πνεῦμα, ἀλλ' εἰς τρεῖς ἀνάρχους, ἢ εἰς τρεῖς υἱούς, ἢ εἰς τρεῖς παρακλήτους, καθαιρείσθω.
Κανὼν ν’ (50):
Περὶ τῶν ἐν τῷ βαπτίσματι καταδύσεων
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, μὴ τρία βαπτίσματα μιᾶς μυήσεως ἐπιτελέσῃ, ἀλλ' ἓν βάπτισμα, τὸ εἰς τὸν θάνατον τοῦ Κυρίου διδόμενον, καθαιρείσθω. Οὐ γὰρ εἶπεν ὁ Κύριος, εἰς τὸν θάνατόν μου βαπτίσατε˙ ἀλλά, πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.
Κανὼν να’:
Περὶ τοῦ βδελυττομένου γάμον, καὶ οἶνον, καὶ κρέα.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ, γάμου, καὶ κρεῶν, καὶ οἴνου, οὐ δι' ἄσκησιν, ἀλλὰ διὰ βδελυρίαν ἀπέχηται, ἐπιλαθόμενος, ὅτι πάντα καλὰ λίαν, καὶ ὅτι ἄρσεν καὶ θῆλυ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἀλλὰ βλασφημῶν διαβάλλῃ τὴν δημιουργίαν, ἢ διορθούσθω, ἢ καθαιρείσθω, καὶ τῆς Ἐκκλησίας ἀποβαλλέσθω. Ὡσαύτως καὶ λαϊκός.
Κανὼν νβ’:
Περὶ ἱερατικῶν μὴ δεχομένων τὸν μετανοοῦντα.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, τὸν ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας οὐ προσδέχεται, ἀλλ' ἀποβάλλεται, καθαιρείσθω, ὅτι λυπεῖ Χριστὸν τὸν εἰπόντα· Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἐνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Κανὼν νγ’:
Περὶ ἱερατικῶν μὴ μεταλαμβανόντων κρεῶν καὶ οἴνον ἐν ἑορταῖς.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν οὐ μεταλαμβάνει κρεῶν καὶ οἴνου, βδελυσσόμενος, καὶ οὐ δι' ἄσκησιν, καθαιρείσθω, ὡς κεκαυτηριασμένος τὴν ἰδίαν συνείδησιν καὶ αἴτιος σκανδάλου πολλοῖς γινόμενος.
Κανὼν νδ’:
Περὶ τοῦ ἐν καπηλείῳ ἐσθίοντος κληρικοῦ.
Εἴ τις κληρικὸς ἐν καπηλείῳ φωραθείη ἐσθίων, ἀφοριζέσθω˙ πάρεξ τοῦ ἐν πανδοχείῳ ἐν ὁδῷ δι' ἀνάγκην καταλύοντος.
Κανὼν νε':
Περὶ τοῦ ὑβρίζοντος ἐπίσκοπον κληρικοῦ.
Εἴ τις κληρικὸς ὑβρίσοι τὸν ἐπίσκοπον, καθαιρείσθω, ἄρχοντα γὰρ τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Κανὼν νς’:
Περὶ τοῦ ὑβρίζοντος πρεσβύτερον ἢ διάκονον κληρικοῦ.
Εἴ τις κληρικὸς ὑβρίσοι πρεσβύτερον, ἢ διάκονον, ἀφοριζέσθω.
Κανὼν νζ’:
Περὶ τοῦ χλευάζοντος πεπηρωμένον.
Εἴ τις κληρικὸς χωλόν ἢ κωφὸν ἢ τυφλόν, ἢ τάς βάσεις πεπληγμένον χλεύασοι, ἀφοριζέσθω. Ὡσαύτως καὶ λαϊκός.
Κανὼν νη’:
Περὶ ἱερατικοῦ ἀμελοῦντος τοῦ ἰδίου κλήρου.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἀμελῶν τοῦ κλήρου ἢ τοῦ λαοῦ καὶ μὴ παιδεύων αὐτοὺς εἰς εὐσέβειαν, ἀφοριζέσθω˙ ἐπιμένων δὲ τῇ ἀμελείᾳ καὶ ῥᾳθυμία, καθαιρείσθω.
Κανὼν νθ’:
Περὶ ἱερατικοῦ μὴ ἐλεοῦντος τοὺς ἐνδεεῖς κληρικούς.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, τινὸς τῶν κληρικῶν ἐνδεοῦς ὄντος, μὴ ἐπιχορηγοῖ τὰ δέοντα, ἀφοριζέσθω˙ ἐπιμένων δὲ καθαιρείσθω, ὡς φονεύσας τὸν ἀδελφὸν αὐτοῦ.
Κανὼν ξ’ (60):
Περὶ τῶν ψευδεπίγραφα ἀναγινωσκόντων ἐπ' ἐκκλησίας βιβλία.
Εἴ τις τὰ ψευδεπίγραφα τῶν ἀσεβῶν βιβλία, ὡς ἅγια ἐπὶ τῆς Ἐκκλησίας δημοσιεύοι, ἐπὶ λύμῃ τοῦ λαοῦ καὶ τοῦ κλήρου, καθαιρείσθω.
Κανὼν ξα’:
Περὶ τοῦ ἐλεγχθέντος εἰς ἀπηγορευμένας πράξεις.
Εἴ τις κατηγορία γένηται κατὰ πιστοῦ πορνείας, ἢ μοιχείας, ἢ ἄλλης τινὸς ἀπηγορευμένης πράξεως, καὶ ἐλεχθείη, εἰς κλῆρον μὴ προαγέσθω.
Κανὼν ξβ’:
Περὶ τῶν ἀρνησαμένων τὸν Χριστόν, ἢ τὴν ἰδίαν κλήρωσιν.
Εἴ τις κληρικός, διὰ φόβον ἀνθρώπινον, Ἰουδαίου ἢ Ἕλληνος ἢ αἱρετικοῦ, ἀρνήσεται, εἰ μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, ἀποβαλλέσθω˙ εἰ δὲ τὸ ὄνομα τοῦ κληρικοῦ, καθαιρείσθω· μετανοήσας δέ, ὡς λαϊκὸς δεχθήτω.
Κανὼν ξγ’:
Περὶ τοῦ μὴ τρώγειν αἷμα ζώου, ἢ πνικτόν.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ, φάγῃ κρέα ἐν αἵματι ψυχῆς αὐτοῦ, ἢ θηριάλωτον, ἢ θνησιμαῖον, καθαιρείσθω˙ τοῦτο γὰρ ὁ νόμος ἀπεῖπεν· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω.
Κανὼν ξδ’:
Περὶ τοῦ προσευξαμένου κληρικοῦ ἐν συναγωγῇ αἱρετικῶν.
Εἴ τις κληρικος, ἢ λαϊκός, εἰσέλθῃ εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν προσεύξασθαι, καθαιρείσθω καὶ ἀφοριζέσθω.
Κανὼν ξε’:
Περὶ τοῦ ἅπαξ πλήξαντος καὶ θανατώσαντος κληρικοῦ.
Εἴ τις κληρικὸς ἐν μάχῃ τινὰ κρούσας, καὶ ἀπὸ τοῦ ἑνὸς κρούσματος ἀποκτείνη, καθαιρείσθω διὰ τὴν προπέτειαν αὐτοῦ· ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσθω.
Κανὼν ξς’:
Περὶ τῶν τὰς Κυριακὰς, ἢ σάββατα νηστευόντων.
Εἴ τις κληρικὸς εὑρεθῇ τὴν Κυριακὴν ἡμέραν νηστεύων, ἢ τὸ Σάββατον, πλὴν τοῦ ἑνὸς μόνου, καθαιρείσθω· εἰ δὲ λαϊκὸς ἀφοριζέσθω.
Κανὼν ξζ’:
Περὶ τοῦ φθείροντος παρθένον.
Εἴ τις παρθένον ἀμνήστευτον βιασάμενος ἔχοι, ἀφοριζέσθω· μὴ ἐξεῖναι δὲ αὐτῷ ἑτέραν λαμβάνειν, ἀλλ' ἐκείνην κατέχειν, ἣν καθῃρετίσατο, κἂν πενιχρὰ τυγχάνῃ.
Κανὼν ξη’:
Περὶ ἀναχειροτονηθέντος.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, δευτέραν χειροτονίαν δέξηται παρά τινος, καθαιρείσθω καὶ αὐτός, καὶ ὁ χειροτονήσας· εἰ μή γε ἄρα συσταίη, ὅτι παρὰ αἱρετικῶν ἔχει τὴν χειροτονίαν, Τοὺς γὰρ παρὰ τῶν τοιούτων βαπτισθέντας ἢ χειροτονηθέντας, οὔτε πιστούς, οὔτε κληρικοὺς εἶναι δυνατόν.
Κανὼν ξθ’:
Περὶ τοῦ μὴ ἐν ταῖς νηστίμοις νηστεύοντος.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὑποδιάκονος, ἢ ἀναγνώστης, ἢ ψάλτης, τὴν ἁγίαν Τεσσαρακοστὴν τοῦ Πάσχα οὐ νηστεύει, ἢ τετράδα, ἢ παρασκευήν, καθαιρείσθω· ἐκτὸς εἰ μὴ δι' ἀσθένειαν σωματικὴν ἐμποδίζοιτο· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω.
Κανὼν ο’ (70):
Περὶ τῶν μετὰ Ἰουδαίων νηστευόντων.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τοῦ καταλόγου τῶν κληρικῶν νηστεύοι μετὰ Ἰουδαίων, ἢ ἐορτάζοι μετ' αὐτῶν, ἢ δέχοιτο παρ' αὐτῶν τὰ τῆς ἑορτῆς ξένια, οἷον ἄζυμα ἢ τι τοιοῦτον, καθαιρείσθω· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω.
Κανὼν οα’:
Περὶ τὸν ἔλαιον προσφέροντος ἡ λυχναπτοῦντος ἐν τοῖς βεβήλοις ναοῖς.
Εἴ τις χριστιανὸς ἔλαιον ἀπενέγκοι εἰς ἱερὸν ἐθνῶν ἢ εἰς συναγωγὴν Ἰουδαίων ἐν ταῖς ἑορταῖς αὐτῶν, ἢ λύχνους ἅπτοι, ἀφοριζέσθω.
Κανὼν οβ’:
Περὶ τὸν ἀπὸ ἐκκλησίας τι ἀλλοτριοῦντος.
Εἴ τις κληρικός, ἢ λαϊκός, ἀπὸ τῆς ἁγίας ἐκκλησίας ἀφέληται κηρόν ἢ ἔλαιον, ἀφοριζέσθω καὶ τὸ ἐπίπεμπτον προστιθέτω μεθ' οὗ ἔλαβεν.
Κανὼν ογ’:
Περὶ τὸν ἱερόν τι εἰς οἰκείαν χρῆσιν λαμβάνοντος.
Σκεῦος χρυσοῦν ἢ ἀργυροῦν ἁγιασθέν, ἢ ὀθόνην, μηδεὶς ἔτι εἰς οἰκείαν χρῆσιν σφετεριζέσθω, παράνομον γάρ· εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ.
Κανὼν οδ’:
Ὁ κατηγορούμενος ἐπίσκοπός πῶς προσκαλεῖται ὑπὸ τῆς συνόδου.
Ἐπίσκοπον, κατηγορηθέντα ἐπί τινι παρὰ ἀξιοπίστων ἀνθρώπων, καλεῖσθαι αὐτὸν ἀναγκαῖον ὑπὸ ἐπισκόπων˙ κἂν μὲν ἀπαντήσῃ, καὶ ὁμολογήσῃ, ἢ ἐλεγχθείη, ὁριζέσθω τὸ ἐπιτίμιον. Ἐὰν δὲ καλούμενος μὴ ὑπακούςῃ, καλείσθω καὶ δεύτερον, ἀποστελλομένων ἐπ' αὐτὸν δύο ἐπισκόπων. Ἐὰν δὲ καὶ οὕτω μὴ ὑπακούσῃ, καλείσθω καὶ τρίτον, δύο πάλιν ἐπισκόπων ἀποστελλομένων πρὸς αὐτόν. Ἐὰν δὲ καὶ οὕτω καταφρονὴσας μὴ ἀπαντήσῃ ἡ σύνοδος ἀποφαινέσθω κατ' αὐτοῦ τὰ δοκοῦντα˙ ὅπως μὴ δόξῃ κερδαίνειν φυγοδικῶν.
Κανὼν οε’:
Τίνας δεκτέον εἰς κατηγορίαν ἐπισκόπου.
Εἰς μαρτυρίαν τὴν κατὰ ἐπισκόπου αἱρετικὸν μὴ προσδέχεσθαι, ἀλλὰ μηδὲ πιστὸν ἕνα μόνον, ἐπὶ στόματος γὰρ δύο, ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.
Κανὼν ος’:
Περὶ ἐπισκόπου τοῖς οἰκείοις κληροδοτοῦντος τὴν ἐπισκοπήν.
Ὅτι οὐ χρὴ ἐπίσκοπον τῷ ἀδελφῷ, ἢ τῷ υἱῷ, ἢ ἑτέρω συγγενεῖ χαριζόμενον εἰς τὸ ἀξίωμα τῆς ἐπισκοπῆς χειροτονεῖν ὃν βούλεται˙ κληρονόμους γὰρ τῆς ἐπισκοπῆς ποιεῖσθαι οὐ δίκαιον, τά τοῦ Θεοῦ χαριζόμενον πάθει ἀνθρωπίνῳ. Οὐ γὰρ τήν τοῦ Θεοῦ ἐκκλησίαν ὑπὸ κληρονόμους ὀφείλει τιθέναι. Εἰ δέ της τοῦτο ποιήσει, ἄκυρος μενέτω ἡ χειροτονία, αὐτὸς δὲ ἐπιτιμάσθω ἀφορισμῷ.
Κανὼν οζ’:
Ὁ τῶν ὀφθαλμῶν ἢ τῶν ποδῶν τὸν ἕτερον πεπηρωμένος ἱερᾶται.
Εἴ τις ἀνάπηρος ἢ τὸν ὀφθαλμόν, ἢ τὸ σκέλος πεπληγμένος, ἄξιος δέ ἐστιν ἐπισκοπῆς, γινέσθω, οὐ γὰρ λώβη σώματος αὐτὸν μιαίνει, ἀλλὰ ψυχῆς μολυσμός.
Κανὼν οη’:
Ὁ δὲ τυφλὸς, ἢ κωφὸς, οὐκέτι.
Κωφὸς δὲ ὤν, καὶ τυφλός, μὴ γινέσθω ἐπίσκοπος, οὐχ ὡς μεμιασμένος, ἀλλ’ ἵνα μὴ τὰ ἐκκλησιαστικὰ παρεμποδίζοιτο.
Κανὼν οθ’:
Ὁ δαιμόνων οὔτε κληροῦται, οὔτε συνεύχεται.
Ἐάν τις δαίμονα ἔχῃ, κληρικὸς μὴ γινέσθω˙ ἀλλὰ μηδὲ τοῖς πιστοῖς συνευχέσθω· καθαρισθεὶς δέ, προσδεχέσθω καί, ἐὰν ᾖ ἄξιος, γινέσθω.
Κανὼν π’ (80):
Περὶ τοῦ μὴ εὐθέως ἱερᾶσθαι τοὺς νεοφώτιστους.
Τὸν ἐξ ἐθνικοῦ βίου προσελθόντα, καὶ βαπτισθέντα, ἢ ἐκ φαύλης διαγωγῆς, οὐ δίκαιόν ἐστι πάραυτα προχειρίζεσθαι ἐπίσκοπον, ἄδικον γὰρ τὸν μηδέπω πεῖραν ἐπιδειξάμενον ἑτέρων εἶναι διδάσκαλον· εἰμή που κατὰ θείαν χάριν τοῦτο γένηται.
Κανὼν πα’:
Περὶ ἱερατικῶν προσανεχόντων κοσμικαῖς φροντίσι.
Εἴπομεν ὅτι οὐ χρῇ ἐπίσκοπον, ἢ πρεσβύτερον καθιέναι ἑαυτὸν εἰς δημοσίας διοικήσεις, ἀλλὰ προσευκαιρεῖν ταῖς ἐκκλησιαστικαῖς χρείαις. Ἢ πειθέσθω οὖν τοῦτο μὴ ποιεῖν, ἢ καθαιρείσθω, οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν, κατὰ τὴν Κυριακὴν παρακέλευσιν.
Κανὼν πβ’:
Περὶ δούλων κληρώσεως.
Οἰκέτας εἰς κλῆρον προχειρίζεσθαι, ἄνευ τῆς τῶν δεσποτῶν γνώμης, οὐκ ἐπιτρέπομεν, ἐπὶ λύπῃ τῶν δεσποτῶν τῶν κεκτημένων, οἴκων γὰρ ἀνατροπὴν τὸ τοιοῦτον ἐργάζεται. Εἰ δὲ ποτε καὶ ἄξιος φανείη οἰκέτης πρὸς χειροτονίαν βαθμοῦ, οἷος καὶ ὁ ἡμέτερος Ὀνήσιμος ἐφάνη, καὶ συγχωρήσωσιν οἱ δεσπόται καὶ ἐλευθερώσωσι καὶ τοῦ οἴκου ἐξαποστείλωσι, γινέσθω.
Κανὼν πγ’:
Περὶ τῶν μὴ ἀπεχομένων τῆς στρατείας κληρικῶν.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος στρατείᾳ σχολάζων καὶ βουλόμενος ἀμφότερα κατέχειν, ῥωμαϊκὴν ἀρχήν καὶ ἱερατικὴν διοίκησιν, καθαιρείσθω· τὰ γὰρ Καίσαρος, Καίσαρι καὶ τά τοῦ Θεοῦ, τῷ Θεῷ.
Κανὼν πδ’:
Περὶ ὑβριζόντων παρὰ τὸ δίκαιον βασιλέα.
Εἴ τις ὑβρίσοι βασιλέα ἢ ἄρχοντα, παρὰ τὸ δίκαιον, τιμωρίαν τιννύτω· καὶ εἰ μὲν κληρικός, καθαιρείσθω˙ εἰ δὲ λαϊκὸς ἀφοριζέσθω.
Κανὼν πε’:
Περὶ ἁγίων βιβλίων.
Ἔστω ὑμῖν πᾶσι κληρικοῖς καὶ λαϊκοῖς βιβλία σεβάσμια καὶ ἅγια, τῆς μὲν Παλαιᾶς Διαθήκης, Μωϋσέως, πέντε· Γένεσις, Ἔξοδος, Λευϊτικόν, Ἀριθμοί, Δευτερονόμιον· Ἰησοῦ Ναυῆ ἕν˙ Κριτῶν ἕν· Βασιλειῶν τέσσαρα· Παραλειπομένων, τῆς βίβλου τῶν ἡμερῶν, δύο· Ἒσδρα δύο· Ἐσθὴρ ἕν· Μακκαβαίων τρία· Ἰὼβ ἕν· Ψαλτηρίου ἕν· Σολομῶντος τρία· Παροιμίαι, Ἐκκλησιαστής, ᾄσμα ᾀσμάτων· Προφητῶν δώδεκα· Ἠσαΐου ἕν· Ἱερεμίου ἕν· Ἰεζεκιὴλ ἕν· Δανιὴλ ἕν· Ἔξωθεν δὲ ὑμῖν προσιστορείσθω μανθάνειν ὑμῶν τοὺς νέους τὴν Σοφίαν τοῦ πολυμαθοῦς Σειράχ. Ἡμέτερα δέ, (τουτέστι τῆς Καινῆς Διαθήκης), Εὐαγγέλια τέσσαρα· Ματθαίου, Μάρκου, Λουκᾶ καὶ Ἰωάννου· Παύλου ἐπιστολαὶ δεκατέσσαρες· Πέτρου ἐπιστολαὶ δύο· Ἰωάννου τρεῖς· Ἰακώβου μία· Ἰούδα μία· Κλήμεντος ἐπιστολαὶ δύο· καὶ αἱ Διαταγαὶ ὑμῖν τοῖς ἐπισκόποις δι' ἑμοῦ Κλήμεντος ἐν ὀκτὼ βιβλίοις προσπεφωνημέναι· δὶς οὐ χρή δημοσιεύειν ἐπὶ πάντων διὰ τὰ ἐν αὐταῖς μυστικά· καὶ αἱ Πράξεις ἡμῶν τῶν Ἀποστόλων.

Βιβλιογραφία

Μπούμης Ι. Παναγιώτης, Κανονικόν Δίκαιον, έκδ. 3η επηυξημένη, Γρηγόρης, Αθήνα 2002, σελ. 39-40