==Κανόνες 30-69==
{| {{Prettytable}}

!'''Κανόνες της Πενθέκτης Οικουμενικής Συνόδου - Περίληψη'''
!'''Κείμενο'''

|align="left"|Κανὼν λ’ (30):
'''Περὶ καταλείψεως γυναικῶν ὑπὸ πρεσβυτέρων τῶν ἐν τῇ βαρβαρικῇ.'''
|align="left"|Πάντα πρὸς οἰκοδομὴν τῆς ἐκκλησίας βουλόμενοι διαπράττεσθαι, καὶ τοὺς ἐν ταῖς βαρβαρικαῖς ἐκκλησίαις ἱερέας οἰκονομεῖν διεγνώκαμεν· ὥστε, εἰ τὸν ἀποστολικὸν κανόνα, τὸν περὶ τοῦ προφάσει εὐλαβείας τὴν γαμετὴν μὴ ἐκβάλλειν ὑπεραναβαίνειν οἴονται δεῖν, καὶ πέραν τῶν ὁρισθέντων ποιεῖν, ἐκ τούτου τε μετὰ τῶν οἰκείων συμφωνοῦντες συμβίων, τῆς πρὸς ἀλλήλους ὁμιλίας ἀπέχονται· τούτους μηκέτι ταύταις συνοικεῖν καθ' οἱονδήποτε τρόπον, ὡς ἀν ἡμῖν ἐντεῦθεν ἐντελῇ τῆς ὑποσχέσεως παρέξοιεν τὴν ἀπόδειξιν. Πρὸς τοῦτο δὲ αὐτοῖς, οὐ δι' ἄλλο τι, ἤ διὰ τὴν τῆς γνώμης μικροψυχίαν, καὶ τὸ τῶν ἠθῶν ἀπεξενωμένον, καὶ ἀπαγές, ἐνδεδώκαμεν.

|align="left"|Κανὼν λα’:
'''Περὶ τῶν λειτουργούντων ἐν εὐκτηρίοις, μὴ ἐπιτρέψαντος τοῦ ἐπισκόπου.'''
|align="left"|Τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις, ἔνδον οἰκίας τυγχάνουσι, λειτουργοῦντας, ἤ βαπτίζοντας κληρικούς, ὑπὸ γνώμην τοῦτο πράττειν τοῦ κατὰ τόπον ἐπισκόπου, ὁρίζομεν· ὥστε, εἴ τις κληρικός μὴ τοῦτο οὕτω προφυλάξῃ, καθαιρείσθω.

|align="left"|Κανὼν λβ':
'''Περὶ τῶν μὴ μιγνύντων ὕδωρ τῷ οἴνῳ ἐν τῇ εὐχαριστίᾳ.'''
|align="left"|Ἐπειδὴ εἰς γνῶσιν ἡμετέραν ᾖλθεν, ὡς ἐν τῇ τῶν Ἀρμενίων χώρᾳ οἶνον μόνον ἐν τῇ ἱερᾷ τραπέζῃ προσάγουσιν, ὕδωρ αὐτῷ μὴ μιγνύντες, οἱ τὴν ἀναίμακτον θυσίαν ἐπιτελοῦντες, προτιθέμενοι τὸν τῆς ἐκκλησίας διδάσκαλον Ἰωάννην τὸν Χρυσόστομον, φάσκοντα, διὰ τῆς εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ἑρμηνείας, ταῦτα· Τίνος ἕνεκεν οὐχ ὕδωρ ἔπιεν ἀναστάς, ἀλλ’ οἶνον; ἄλλην αἵρεσιν πονηρὰν πρόρριζον ἀνασπῶν· ἐπειδὴ γάρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, δεικνὺς ὅτι καὶ ἡνίκα τὰ μυστήρια παρέδωκεν, καὶ ἡνίκα ἀναστάς, χωρὶς μυστηρίων καὶ ψιλὴν τράπεζαν παρετίθετο, οἴνῳ ἐχρῆτο ἐκ τοῦ γεννήματος, φησί, τῆς ἀμπέλου· ἄμπελος δὲ οἶνον οὐχ ὕδωρ γεννᾷ∙ ἐκ τούτου τε τὸν διδάσκαλον οἴονται ἀνατρέπειν τήν τοῦ ὕδατος ἐν τῇ ἱερᾷ θυσίᾳ προσαγωγήν. Ὡς ἂν μὴ καὶ ἀπὸ τοῦ νῦν κατέχοιντο τῇ ἀγνοίᾳ τήν τοῦ Πατρὸς διάνοιαν ὀρθοδόξως ἀποκαλύπτομεν. Τῆς γὰρ πονηρᾶς τῶν Ὑδροπαραστατῶν αἱρέσεως παλαιᾶς ὑπαρχούσης, οἵ ἀντὶ οἴνου μόνῳ τῷ ὕδατι ἐν τῇ οἰκείᾳ θυσίᾳ κέχρηνται, ἀνασκευάζων οὗτος ὁ θεοφόρος ἀνὴρ τὴν παράνομον τῆς τοιαύτης αἱρέσεως διδαχήν, καὶ δεικνὺς ὡς ἐξ ἐναντίας τῆς ἀποστολικῆς ἵενται παραδόσεως, τὸν εἰρημένον κατεσκεύασε λόγον. Ἐπεί καὶ τῇ κατ’ αὐτὸν ἐκκλησίᾳ, ἔνθα τὴν ποιμαντικὴν ἐνεχειρίσθη ἡγεμονίαν, ὕδωρ οἴνῳ μιγνῦναι παρέδωκεν, ἡνίκα τὴν ἀναίμακτον θυσίαν ἐπιτελεῖσθαι δεήσεις, τὴν ἐκ τῆς τιμίας πλευρᾶς τοῦ λυτρωτοῦ ἡμῶν καὶ Σωτῆρος Χριστοῦ τοῦ Θεοῦ ἐξ αἵματος καὶ ὕδατος κρᾶσιν παραδεικνὺς, ἥτις εἰς ζωοποίησιν παντὸς τοῦ κόσμου ἐξεχύθη, καὶ ἁμαρτιῶν ἀπολύτρωσιν· καὶ κατὰ πᾶσαν δὲ ἐκκλησίαν, ἔνθα οἱ πνευματικοὶ φωστῆρες ἐξέλαμψαν, ἡ θεόσδοτος αὕτη τάξις κρατεῖ. Καὶ γὰρ καὶ Ἰακωβος ὁ κατὰ σάρκα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀδελφός, ὃς τῆς Ἱεροσολυμιτῶν ἐκκλησίας πρῶτος τὸν θρόνον ἐνεπιστεύθη, καὶ Βασίλειος ὁ τῆς Καισαρέων ἀρχιεπίσκοπος, οὗ τὸ κλέος κατὰ πᾶσαν τὴν οἰκουμένην διέδραμεν, ἐγγράφως τὴν μυστικὴν ἡμῖν ἱερουργίαν παραδεδωκότες, οὕτω τελειοῦν ἐν τῇ θείᾳ λειτουργίᾳ ἐξ ὕδατός τε καὶ οἴνου τὸ ἱερὸν ποτήριον ἐκδεδώκασι. Καὶ οἱ ἐν Καρθαγένῃ συναχθέντες ὅσιοι Πατέρες, οὕτω ῥητῶς ἐπεμνήσθησαν, ἵνα ἐν τοῖς ἁγίοις μηδὲν πλέον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου προσενεχθείη, ὡς καὶ αὐτὸς ὁ Κύριος παραδέδωκε, τοὐτέστιν ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου. Εἴ τις οὖν ἐπίσκοπος, ἤ πρεσβύτερος, μὴ κατὰ τὴν παραδοθεῖσαν ὑπὸ τῶν Ἀποστόλων τάξιν ποιεῖ, καὶ ὕδωρ οἴνῳ μιγνὺς, οὕτω τὴν ἄχραντον προσάγει θυσίαν, καθαιρείσθω, ὡς ἀτελῶς τὸ μυστήριον ἐξαγγέλλων, καὶ καινίζων τὰ παραδεδομένα.

|align="left"|Κανὼν λγ’:
'''Οὐ γένος ἐπιζητεῖται τῶν ἐν κλὴρῳ ταχθησομένων.'''
|align="left"|Ἐπειδή περ ἔγνωμεν ἐν τῇ Ἀρμενίων χώρᾳ, μόνους ἐν κλήρῳ, τοὺς ἐκ γένους ἱερατικοῦ κατατάττεσθαι, Ἰουδαϊκοῖς ἔθεσιν ἑπομένων τῶν τοῦτο πράττειν ἐπιχειρούντων, τινὰς δὲ αὐτῶν καὶ μὴ ἀποκειρομένους, ἱεροψάλτας, καὶ ἀναγνώστας τοῦ θείου ναοῦ καθίστασθαι· συνείδομεν, ὥστε ἀπὸ τοῦ νῦν, μὴ ἐξεῖναι τοῖς εἰς κλῆρον βουλομένοις προάγειν τινάς εἰς τὸ γένος ἀποβλέπειν τοῦ προχειριζομένου· ἀλλὰ δοκιμάζοντες, εἰ ἄξιοι εἶεν, κατὰ τοὺς τεθέντας ἐν τοῖς ἱεροῖς κανόσιν ὅρους, ἐν κλήρῳ καταλεγῆναι, τούτους ἐκκλησιαστικοὺς προχειρίζεσθαι, εἴτε καὶ ἐκ προγόνων γεγόνασιν ἱερέων, εἴτε καὶ μή. Ἀλλὰ μηδέ τινα τῶν ἁπάντων συγχωρεῖν ἐπ' ἄμβωνος, κατά τὴν τῶν ἐν τῷ κλήρῳ καταλεγομένων τάξιν, τοὺς θείους τῷ λαῷ λόγους ἀποφωνεῖν· εἰ μή τι ἄν ἱερατικῇ κουρᾷ χρήσηται ὁ τοιοῦτος, καὶ τὴν εὐλογίαν ὑπὸ τοῦ οἰκείου ποιμένος κανονικῶς ὑποδέξηται. Εἰ δέ τις φωραθείη παρὰ τὰ προγεγραμμένα ποιῶν, ἀφοριζέσθω.

|align="left"|Κανὼν λδ’:
'''Περὶ συνωμοσίας κληρικῶν κατὰ τῶν οἰκείων ἐπισκόπων καὶ συγκληρικῶν.'''
|align="left"|Καὶ τοῦτο δὲ τοῦ ἱερατικοῦ κανόνος σαφῶς διαγορεύοντος, ὡς τὸ τῆς συνωμοσίας, ἤ φατρίας ἔγκλημα καὶ παρὰ τῶν ἔξω νόμων πάντῃ κεκώλυται, πολλῷ δὲ μᾶλλον ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ τοῦτο γίνεσθαι ἀπαγορεύειν προσήκει· καὶ ἡμεῖς παραφυλάττειν σπουδάζομεν, ὡς εἴ τινες κληρικοί, ἤ μοναχοὶ εὑρεθεῖεν ἤ συνομνύμενοι, ἤ φατριάζοντες, ἤ κατασκευὰς τυρεύοντες ἐπισκόπων, ἤ συγκληρικῶν, ἐκπιπτέτωσαν πάντῃ τοῦ οἰκείου βαθμοῦ.

|align="left"|Κανὼν λε’:
'''Τὰ τοῦ θᾳνόντος ἐπισκόπου πράγματα τῇ ἐπισκοπήσοντι τηρηθῆναι.'''
|align="left"|Μὴ ἐξέστω τινὶ τῶν ἁπάντων μητροπολιτῶν, τελευτῶντος ἐπισκόπου τελοῦντος ὑπὸ τὸν κατ' αὐτὸν θρόνον, τὰ αὐτοῦ πράγματα, ἤ τῆς κατ' αὐτὸν ἐκκλησίας, ἀφαιρεῖσθαι, ἤ σφετερίζεσθαι· ἀλλ' ὑπὸ παραφυλακὴν ἔστωσαν τοῦ κλήρου τῆς ἐκκλησίας, ἧς ὁ τελευτήσας ἐτύγχανε πρόεδρος, μέχρι τῆς ἑτέρου ἐπισκόπου προαγωγῆς· ἐκτὸς εἰμὴ κληρικοὶ ἐν τῇ αὐτῇ ἐκκλησίᾳ οὐχ ὑπελείφθησαν· τηνικαῦτα γὰρ ὁ μητροπολίτης ταῦτα παραφυλάξει ἀμείωτα, τῷ χειροτονηθησομένῳ ἐπισκόπῳ πάντα ἀποδιδούς.

|align="left"|Κανὼν λς’:
'''Περὶ προνομίων τοῦ τῆς Κωνσταντινουπόλεως.'''
|align="left"|Ἀνανεούμενοι τὰ παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων Πατέρων, τῶν ἐν τῇ θεοφυλάκτῳ ταύτῃ καὶ βασιλίδι πόλει συνελθόντων, καὶ τῶν ἑξακοσίων τριάκοντα, τῶν ἐν Χαλκηδόνι συναθροισθέντων νομοθετηθέντα, ὁρίζομεν, ὥστε τὸν Κωνοταντινουπόλεως θρόνον τῶν ἴσων ἀπολαύειν πρεσβείων τοῦ τῆς πρεσβυτέρας Ῥώμης θρόνου, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς, ὡς ἐκεῖνον, μεγαλύνεσθαι πράγμασι, δεύτερον μετ' ἐκεῖνον ὑπάρχοντα, μεθ' ὃν ὁ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἀριθμείσθω θρόνος, εἴτα ὁ Ἀντιοχείας, καὶ μετὰ τοῦτον, ὁ τῆς Ἱεροσολυμιτῶν πόλεως.

|align="left"|Κανὼν λζ’:
'''Περὶ ἐπισκόπων βαρβαρικῇ ἐπιδρομῇ ἐμποδιζομενων τῆς σφῶν ἐπαρχίας.'''
|align="left"|Ἐπειδὴ κατὰ διαφόρους καιροὺς βαρβαρικαὶ γεγόνασιν ἔφοδοι, καὶ πλεῖσται πόλεις ἐντεῦθεν ὑποχείριοι τοῖς ἀνόμοις κατέστησαν, ὡς ἐντεῦθεν μὴ δυνηθῆναι τὸν τῆς τοιαύτης πόλεως πρόεδρον, μετὰ τὴν ἐπ' αὐτῷ χειροτονίαν, τὸν οἰκεῖον θρόνον καταλαβεῖν, καὶ ἐν αὐτῷ ἱερατικῇ καταστάσει ἐνιδρυθῆναι, καὶ οὕτω κατὰ τὸ κρατῆσαν ἔθος τάς χειροτονίας, καὶ πάντα, ἃ τῷ ἐπισκόπῳ ἀνήκει, πράττειν τε καὶ μεταχειρίζεσθαι· ἡμεῖς τὸ τίμιον, καὶ σεβάσμιον τῇ ἱερωσύνῃ φυλάττοντες, καὶ μηδαμῶς πρὸς λύμην τῶν ἐκκλησιαστικῶν δικαίων τὴν ἐθνικὴν ἐπήρειαν ἐνεργεῖσθαι βουλόμενοι, τοῖς οὕτω χειροτονηθεῖσι, καὶ διὰ τὴν προκειμένην αἰτίαν ἐν τοῖς ἑαυτῶν μὴ ἐγκαταστᾶσι θρόνοις, τὸ ἀπροκριμάτιστον τηρεῖσθαι συνεωράκαμεν, ὥστε καὶ χειροτονίας κληρικῶν διαφόρων κανονικῶς ποιεῖν, καὶ τῇ τῆς προεδρίας αὐθεντίᾳ κατὰ τὸν ἴδιον ὅρον κεχρῆσθαι, καὶ βεβαίαν, καὶ νενομισμένην εἶναι πᾶσαν ὑπ' αὐτῶν προϊοῦσαν διοίκησιν. Οὐ γὰρ ὑπὸ τοῦ τῆς ἀνάγκης καιροῦ τῆς ἀκριβείας περιγραφείσης, ὁ τῆς οἰκονομίας ὅρος περιορισθήσεται.

|align="left"|Κανὼν λη’:
'''Τὸν τύπον τῆς ἐκκλησίας τῷ τῆς καινισθείσης πόλεως ἀκολουθεῖν.'''
|align="left"|Τοῖς πολιτικοῖς καὶ ἡ τῶν ἐκκλησιαστικῶν τάξις ἀκολουθείτω.
Τὸν ἐκ τῶν Πατέρων ἡμῶν τεθέντα κανόνα καὶ ἡμεῖς παραφυλάττομεν, τὸν οὕτω διαγορεύοντα· Εἴ τις ἐκ βασιλικῆς ἐξουσίας ἐκαινίσθη πόλις, ἤ αὖθις καινισθείη, τοῖς πολιτικοῖς καὶ δημοσίοις τύποις καὶ ἡ τῶν ἐκκλησιαστικῶν πραγμάτων τάξις ἀκολουθείτω.

|align="left"|Κανὼν λθ’:
'''Περὶ τῶν τοῦ ἐπισκόπου τῆς Νέας Ἰουστινιανῆς προνομίων.'''
|align="left"|Τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Ἰωάννου, τοῦ τῆς Κυπρίων νήσου προέδρου, ἅμα τῷ οἰκείῳ λαῷ, ἐπὶ τὴν Ἑλλησπόντιον ἐπαρχίαν, διά τε τάς βαρβαρικὰς ἐφόδους, διά τε τὸ τῆς ἐθνικῆς ἐλευθερωθῆναι δουλείας, καὶ καθαρῶς τοῖς σκήπτροις τοῦ χριστιανικωτάτου κράτους ὑποταγῆναι, τῆς εἰρημένης μεταναστάντος νήσου, προνοίᾳ τοῦ φιλανθρώπου Θεοῦ, καὶ μόχθῳ τοῦ φιλοχρίστου καὶ εὐσεβοῦς ἡμῶν βασιλέως, συνορῶμεν, ὥστε ἀκαινοτόμητα διαφυλαχθῆναι τὰ παρὰ τῶν ἐν Ἐφέσῳ τὸ πρότερον συνελθόντων θεοφόρων Πατέρων τῷ θρόνῳ τοῦ προγεγραμμένου ἀνδρὸς παρασχεθέντα προνόμια, ὥστε τὴν νέαν Ἰουστινιανούπολιν τὸ δίκαιον ἔχειν τῆς Κωνσταντινουπόλεως, καὶ τὸν ἐπ’ αὐτῇ καθιστάμενον θεοφιλέστατον ἐπίσκοπον, πάντων προεδρεύειν τῶν τῆς Ἑλλησποντίων ἐπαρχίας, καὶ ὑπὸ τῶν οἰκείων ἐπισκόπων χειροτονεῖσθαι, κατὰ τὴν ἀρχαίαν συνήθειαν. Τὰ γὰρ ἐν ἑκάστῃ ἐκκλησίᾳ ἔθη, καὶ οἱ θεοφόροι ἡμῶν Πατέρες παραφυλάττεσθαι διεγνώκασι, τοῦ τῆς Κυζικηνῶν πόλεως ἐπισκόπους ὑποκειμένου τῷ προέδρῳ τῆς εἰρημένης Ἰουστινιανουπόλεως, μιμήσει τῶν λοιπῶν ἁπάντων ἐπισκόπων, τῶν ὑπὸ τὸν λεχθέντα θεοφιλέστατον πρόεδρον Ἰωάννην, ὑφ' οὗ χρείας καλούσης, καὶ ὁ τῆς αὐτῆς Κυζικηνῶν πόλεως ἐπίσκοπος χειροτονηθήσεται.

|align="left"|Κανὼν μ’ (40):
'''Περὶ ἡλικίας καὶ δοκιμασίας μοναχῶν.'''
|align="left"|Ἐπειδὴ τῷ Θεῷ κολλᾶσθαι, διὰ τῆς ἐκ τῶν τοῦ βίου θορύβων ἀναχωρήσεως, λίαν ἐστὶ σωτήριον, χρὴ μὴ ἀνεξετάστως ἡμᾶς παρὰ τὸν καιρὸν τοὺς τὸν μονήρη βίον αἱρουμένους προσίεσθαι, ἀλλὰ τὸν παραδοθέντα ἡμῖν παρὰ τῶν Πατέρων καὶ ἐν αὐτοῖς φυλάττειν ὅρον· ὥστε τὴν ὁμολογίαν τοῦ κατὰ Θεὸν βίου, τότε προσίεσθαι δεῖ, ὡς ἤδη βεβαίαν, καὶ ἀπὸ γνώσεως, καὶ κρίσεως γινομένην, μετὰ τήν τοῦ λόγου συμπλήρωσιν. Ἔστω τοίνυν ὁ μέλλων τὸν μοναχικὸν ὑπέρχεσθαι ζυγόν, οὐχ ἥττων ἤ δεκαετής, ἐν τῷ προέδρῳ κειμένης καὶ τῆς ἐπὶ τούτῳ δοκιμασίας, εἰ τὸν χρόνον αὐτῷ αὐξηθῆναι λυσιτελέστερον ἡγεῖται, πρὸς τὴν ἐν τῷ βίῳ εἰσαγωγήν, καὶ κατάστασιν. Εἰ γὰρ καὶ ὁ μέγας Βασίλειος, ἐν τοῖς ἱεροῖς αὐτοῦ κανόσι, τὴν ἑκουσίως ἑαυτὴν προάγουσαν τῷ Θεῷ, καὶ τὴν παρθενίαν ἀσπαζομένην, τὸν ἑπτακαιδέκατον διανύουσαν χρόνον, τῷ τῶν παρθένων τάγματι ἀριθμεῖσθαι νομοθετεῖ· ἀλλ οὖν τῷ περὶ τῶν χηρῶν τε καὶ διακονισσῶν παραδείγματι παρακολουθήσαντες, εἰς τὸν εἰρημένον χρόνον ἀναλόγως τοὺς τὸν μονήρη βίον ἑλομένους περιεστήσαμεν. Ἐν γὰρ τῷ θείῳ Ἀποστόλῳ γέγραπται, ἑξήκοντα ἐτῶν τὴν ἐν τῇ ἐκκλησίᾳ καταλέγεσθαι χήραν· οἱ δὲ ἱεροὶ κανόνες, τεσσαράκοντα ἐτῶν τὴν διακόνισσαν χειροτονεῖσθαι παραδεδώκασιν, τὴν ἐκκλησίαν χάριτι θείᾳ κραταιοτέραν γινομένην, καὶ ἐπὶ τὰ πρόσω βαίνουσαν ἑωρακότες, καὶ τὸ τῶν πιστῶν πρὸς τὴν τῶν θείων ἐντολῶν τήρησιν πάγιόν τε καὶ ἀσφαλές· ὅπερ καὶ ἡμεῖς ἄριστα κατανοήσαντες, ἀρτίως διωρισάμεθα, τὴν εὐλογίαν τῆς χάριτος, τῷ μέλλοντι τῶν κατὰ Θεὸν ἀγώνων ἐνάρχεσθαι, ὥσπερ τινὰ σφραγῖδα ταχέως ἐνσημαινόμενοι, ἐντεῦθεν αὐτὸν πρὸς τὸ μὴ ἐπὶ πολὺ ὀκνεῖν καὶ ἀναδύεσθαι προβιβάζοντες, μᾶλλον μὲν οὖν καὶ πρὸς τήν τοῦ ἀγαθοῦ παρορμῶντες ἐκλογὴν καὶ κατάστασιν.

|align="left"|Κανὼν μα’:
'''Περὶ τῶν μελλόντων ἐγκλεισθῆναι μοναχῶν.'''
|align="left"|Τοὺς ἐν πόλεσιν, ἤ χωρίοις, ἐν ἐγκλείστραις βουλομένους ἀναχωρεῖν, καὶ ἑαυτοῖς κατὰ μόνας προσέχειν, πρότερον ἐν μοναστηρίῳ εἰσιέναι δεῖ, καὶ τὴν ἀναχωρητικὴν παιδοτριβεῖσθαι διαγωγήν· καὶ ἐπὶ τριετῆ χρόνον τῷ τῆς μονῆς ἐξάρχοντι ἐν φόβῳ Θεοῦ ὑποτάττεσθαι· καὶ τὴν κατὰ πάντα, ὡς προσῆκεν, ὑπακοὴν ἐκπληροῦν, καὶ οὕτως ὁμολογοῦντας περὶ τῆς ἐν τῷ τοιούτῳ βίῳ προαιρέσεως, καὶ ὡς ἐξ ὅλης καρδίας ἑκουσίως τοῦτον ἀσπάζονται, ὑπὸ τοῦ κατὰ τόπον δοκιμάζεσθαι προέδρου. Εἶθ’ οὕτως, ἐφ ἕτερον ἐνιαυτόν, ἔξωθεν προσκαρτερεῖν τῆς ἐγκλείστρας, ὡς ἂν ὁ σκοπὸς αὐτῶν πλειόνως φανερωθείη. Τηνικαῦτα γὰρ πληροφορίαν παρέξουσιν, ὡς οὐ κενὴν θηρώμενοι δόξαν, ἀλλὰ δι' αὐτὸ τὸ ὄντως καλὸν τὴν ἡσυχίαν ταύτην μεταδιώκουσι. Μετὰ δὲ τὴν τοσούτου χρόνου συμπλήρωσιν, εἰ τῇ αὐτῇ προαιρέσει ἐμμένοιεν, ἐγκεκλεῖσθαι αὐτούς, καὶ μηκέτι τούτοις ἐξεῖναι, ὅτε βούλονται, τῆς τοιαύτης καταμονῆς ἀφίστασθαι· ἐκτός, εἰ μὴ διὰ κοινὴν λυσιτέλειαν, καὶ ὠφέλειαν, ἤ ἑτέραν ἀνάγκην πρὸς θάνατον αὐτοὺς βιαζομένην, πρὸς τοῦτο ἕλκοιντο, καὶ οὕτω μετ’ εὐλογίας τοῦ κατὰ τόπον ἐπισκόπου. Τῶν δὲ εἰρημένων προφάσεων δίχα ἐγχειροῦντας ἐκ τῶν καταγωγίων αὐτῶν ἐξιέναι, πρωτοτύπως μὲν ἄκοντας αὐτοὺς καθειργνύειν ἐν τῇ εἰρημένῃ ἐγκλείστρα, ἔπειτα δὲ νηστείαις καὶ ἑτέραις σκληραγωγίαις αὐτοὺς θεραπεύειν, εἰδότας, κατὰ τὸ γεγραμμένον, ὡς, οὐδεὶς βαλών τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

|align="left"|Κανὼν μβ’:
'''Περὶ τῶν περιτρεχόντων τὰς πόλεις ἐρημιτῶν.'''
|align="left"|Τοὺς λεγομένους ἐρημίτας, οἵτινες μελανειμονοῦντες καὶ τάς κεφαλὰς κομῶντες περιάγουσι τάς πόλεις, μεταξὺ ἀνδρῶν λαϊκῶν, καὶ γυναικῶν ἀναστρεφόμενοι, καὶ τὸ οἰκεῖον ἐπάγγελμα καθυβρίζοντες, ὁρίζομεν, εἰ μὲν αἱροῦνται, τάς κόμας ἀποκειράμενοι, τὸ τῶν λοιπῶν μοναχῶν ἀναδέξασθαι σχῆμα, τούτους ἐν μοναστηρίῳ ἐγκαθίστασθαι, καὶ τοῖς ἀδελφοῖς ἐγκαταλέγεσθαι. Εἰ δὲ μὴ τοῦτο προέλοιντο, παντάπασιν αὐτοὺς τῶν πόλεων ἀπελαύνεσθαι, καὶ τάς ἐρήμους οἰκεῖν, ἐξ ὧν καὶ τάς ἐπωνυμίας ἑαυτοῖς ἀνεπλάσαντο.

|align="left"|Κανὼν μγ’:
'''Περὶ τοῦ δύνασθαι μονάσαι οἰονδήτινα ἁμαρτωλόν.'''
|align="left"|Ἐξὸν ὑπάρχει Χριστιανῷ, τὸν ἀσκητικὸν ἑλέσθαι βίον, καί, τὴν πολυτάραχον ζάλην τῶν βιωτικῶν πραγμάτων ἀποθέμενον, ἐν μοναστηρίῳ εἰσιέναι, καὶ κατὰ τὸ μοναχικὸν σχῆμα ἀποκαρῆναι, κἄν ἐν οἱῳδήποτε πταίσματι ἁλῷ. Ὁ γὰρ Σωτὴρ ἡμῶν Θεὸς ἔφη· Τὸν ἐρχόμενον πρὸς με οὐ μὴ ἐκβάλω ἔξω. Ὡς οὖν τῆς μοναχικῆς πολιτείας τὴν ἐν μετανοίᾳ στηλογραφούσης ζωὴν ἡμῖν, τῷ γνησίως ταύτῃ προστιθεμένῳ, συνευδοκοῦμεν· καὶ οὐδεὶς αὐτὸν παρεμποδίσει τρόπος πρὸς τήν του οἰκείου σκοποῦ ἀποπλήρωσιν.

|align="left"|Κανὼν μδ’:
'''Περὶ πόρνου μοναχοῦ.'''
|align="left"|Μοναχὸς ἐπὶ πορνεῖα ἁλούς, ἤ πρὸς γάμου κοινωνίαν, καὶ συμβίωσιν γυναῖκα ἀγόμενος, τοῖς τῶν πορνευόντων ἐπιτιμίοις κατὰ τοὺς κανόνας ὑποβληθήσεται.

|align="left"|Κανὼν με’:
'''Περὶ γυναικῶν καλλωπιζομένων, ἐνῷ μέλλουσι κείρεσθαι μοναχαί.'''
|align="left"|Ἐπειδὴ μεμαθήκαμεν, ἔν τισι γυναικείοις μοναστηρίοις τάς μελλούσας τοῦ ἱεροῦ ἐκείνου καταξιοῦσθαι σχήματος, πρότερον σηρικαῖς, καὶ παντοίαις στολαῖς, ἔτι μὴν καὶ κοσμίοις, χρυσῷ καὶ λίθῳ πεποικιλμένοις, ὑπὸ τῶν προσαγόντων αὐτὰς περιστέλλεσθαι, καὶ οὕτω τῷ θυσιαστηρίῳ προσιούσας, ἐκδιδύσκεσθαι τὴν τοσαύτην τῆς ὕλης ἀμφίασιν, παραχρῆμά τε γίγνεσθαι ἐπ' αὐταῖς τήν του σχήματος εὐλογίαν, καὶ τὸ μέλαν αὐτὰς ἔνδυμα ἀμφιέννυσθαι· ὁρίζομεν, ὥστε μηκέτι ἀπὸ τοῦ νῦν τοῦτο γίνεσθαι· οὐδὲ γὰρ εὐαγὲς ὑπάρχει, τὴν ἤδη διὰ τῆς οἰκείας προαιρέσεως ἀποθεμένην πᾶσαν τήν τοῦ βίου τερπνότητα, καὶ ἀσπασαμένην τὴν κατὰ Θεὸν πολιτείαν, καὶ βεβαιώσασαν ταύτην λογισμοῖς ἀκλινέσι, καὶ οὕτω τῷ μοναστηρίῳ προσελθοῦσαν, αὖθις εἰς ἀνάμνησιν διὰ τοῦ τοιούτου φθαρτοῦ τε καὶ ῥέοντος κόσμου ἐλθεῖν, ὧν ἤδη ἐποιήσατο λήθην· ἐκ τούτου τε ἀμφίβολον καταστῆναι, καὶ τὴν ψυχὴν ἐκταραχθῆναι, δίκην κυμάτων ἐπικλυζόντων, καὶ τῇδε κἀκεῖσε περιστρεφόντων, ὡς μήτε δάκρυόν ἐστιν ὅτε λοιπὸν ἀφιεῖσαν, καὶ τὴν ἐν τῇ καρδίᾳ διὰ τοῦ σώματος κατάνυξιν ἐπιδείξασθαι. Ἀλλ’ εἰ καὶ βραχύ τι, ὡς εἰκός, ἐκπηδήσειε δάκρυον, μὴ μᾶλλον τῆς διὰ τὸν ἀσκητικὸν ἀγῶνα διαθέσεως χάριν, ἤ διὰ τὸ τὸν κόσμον, καὶ τὰ ἐν τῷ κόσμῳ καταλιπεῖν, παρὰ τοῖς ὁρῶσι τοῦτο προελθὸν λογισθῆναι.

|align="left"|Κανὼν μς’:
'''Περὶ μοναχῶν, ὅτι οὐ δεῖ αὐτοὺς ἐξέρχεσθαι τοῦ μοναστηρίου.'''
|align="left"|Αἱ τὸν ἀσκητικὸν αἱρούμεναι βίον, καὶ ἐν μοναστηρίῳ καταταττόμεναι, καθόλου μὴ προϊέτωσαν. Εἰ δέ τις ἀπαραίτητος αὐτὰς ἀνάγκη πρὸς τοῦτο ἕλκοι, μετ' εὐλογίας, καὶ ἐπιτροπῆς τῆς προεστώσης τοῦτο πραττέτωσαν· καὶ τότε μὴ μόναι καθ' ἑαυτάς, ἀλλὰ μετά τινων πρεσβυτίδων, καὶ πρωτευουσῶν ἐν τῷ μοναστηρίῳ, μετ' ἐντολὴν τῆς καθηγουμένης· παντελῶς δὲ αὐτὰς ἐξωκοιτεῖν οὐκ ἔξεστιν. Ἀλλὰ καὶ ἄνδρες οἱ τὸν μονήρη μετερχόμενοι βίον, χρείας ἐπειγούσης, καὶ αὐτοὶ μετ' εὐλογίας τοῦ τὴν ἡγουμενίαν ἐμπεπιστευμένου προϊέτωσαν· ὥστε οἱ παραβαίνοντες τόν νῦν ὁρισθέντα παρ ἡμῶν ὅρον, εἴτε ἄνδρες εἶεν, εἴτε γυναῖκες, προσφόροις ἐπιτιμίοις ὑποβληθήτωσαν.

|align="left"|Κανὼν μζ’:
'''Μήτε γυναῖκα ἐν ἀνδρῴα μονῇ, μήτε ἄνδρα ἐν γυναικείᾳ καθεύδειν.'''
|align="left"|Μήτε ἐν ἀνδρῴω μοναστηρίῳ γυνή, μήτε ἐν γυναικείῳ ἀνὴρ καθευδέτω· παντὸς γὰρ προσκόμματος, καὶ σκανδάλου ἔξω δεῖ εἶναι τοὺς πιστούς, καὶ πρὸς τὸ εὔσχημον, καὶ εὐπρόσδεκτον τῷ Κυρίῳ τὸν ἑαυτῶν εὐθετίζειν βίον. Εἰ δέ τις τοῦτο πράξει, εἴτε κληρικός εἴη, εἴτε λαϊκός, ἀφοριζέσθω.

|align="left"|Κανὼν μη’:
'''Περὶ γυναικὸς ἐπισκόπου, ὥστε ἐν μονῇ εἰσοικίζεσθαι.'''
|align="left"|Ἡ τοῦ πρὸς ἐπισκοπῆς προεδρίαν ἀναγομένου γυνή, κατὰ κοινὴν συμφωνίαν τοῦ οἰκείου ἀνδρὸς προδιαζευχθεῖσα, μετὰ τὴν ἐπ’ αὐτῷ τῆς ἐπισκοπῆς χειροτονίαν, ἐν μοναστηρίῳ εἰσίτω, πόρρω τῆς τοῦ ἐπισκόπου καταγωγῆς ᾠκοδομημένῳ, καὶ τῆς ἐκ τοῦ ἐπισκόπου προνοίας ἀπολαυέτω· εἰ δὲ καὶ ἀξία φανείη, καὶ πρὸς τὸ τῆς διακονίας ἀναβιβαζέσθω ἀξίωμα.

|align="left"|Κανὼν μθ’:
'''Τὰ μοναστήρια μὴ μεταλλάττειν εἰς κοσμικὰ καταγώγια.'''
|align="left"|Ἀνανεούμενοι καὶ τοῦτον τὸν ἱερὸν κανόνα, ὁρίζομεν, ὥστε τὰ ἅπαξ καθιερωθέντα μοναστήρια κατὰ γνώμην ἐπισκόπου, μένειν εἰς τὸ διηνεκὲς μοναστήρια, καὶ τὰ ἀνήκοντα αὐτοῖς πράγματα φυλάττεσθαι τῷ μοναστηρίῳ, καὶ μηκέτι δύνασθαι γίνεσθαι αὐτὰ κοσμικὰ καταγώγια, μήτε δὲ ὑπό τινος τῶν ἁπάντων κοσμικοῖς ἀνδράσι ταῦτα ἐκδίδοσθαι, ἀλλ' εἰ καὶ μέχρι νῦν γέγονε τοῦτο, μηδαμῶς κρατεῖσθαι ὁρίζομεν. Τοὺς δὲ ἀπὸ τοῦ παρόντος τοῦτο πράττειν ἐπιχειροῦντας, ὑποκεῖσθαι τοῖς ἐκ τῶν κανόνων ἐπιτιμίοις.

|align="left"|Κανὼν ν’ (50):
'''Περὶ τοῦ μὴ κυβεύειν τοὺς Χριστιανοὺς.'''
|align="left"|Μηδένα τῶν ἁπάντων εἴτε λαϊκῶν, εἴτε κληρικῶν, κυβεύειν ἀπὸ τοῦ νῦν· εἰ δέ τις τοιοῦτο φωραθείη πράττων, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.

|align="left"|Κανὼν να’:
'''Περὶ τοῦ μὴ προσέχειν μίμοις, καὶ θεάτροις, καὶ ἄλλοις προσομοίοις.'''
|align="left"|Καθόλου ἀπαγορεύει ἡ ἁγία αὕτη καὶ οἰκουμενικὴ σύνοδος, τοὺς λεγομένους μίμους, καὶ τὰ τούτων θέατρα, εἶτά γε μὴν καὶ τὰ τῶν κυνηγίων θεώρια, καὶ τάς ἐπὶ σκηνῆς ὀρχήσεις ἐπιτελεῖσθαι. Εἰ δέ τις τοῦ παρόντος κανόνος καταφρονήσει, καὶ πρός τι ἑαυτὸν τῶν ἀπηγορευμένων τούτων ἐκδῷ, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.

|align="left"|Κανὼν νβ’:
'''Τῇ Τεσσαρακοστῇ τὴν προηγιασμένην λειτουργεῖν.'''
|align="left"|Ἐν πάσαις ταῖς τῆς ἁγίας Τεσσαρακοστῆς τῶν νηστειῶν ἡμέραις, παρεκτὸς Σαββάτου, καὶ Κυριακῆς, καὶ ἁγίας τοῦ Εὐαγγελισμοῦ ἡμέρας, γινέσθω ἡ τῶν προηγιασμένων ἱερὰ λειτουργία.

|align="left"|Κανὼν νγ’:
'''Περὶ πνευματικῆς συγγενείας.'''
|align="left"|Ἐπειδὴ μείζων ἡ κατὰ τὸ πνεῦμα οἰκειότης τῆς τῶν σωμάτων συναφείας, ἔγνωμεν δὲ ἔν τισι τόποις τινὰς ἐκ τοῦ ἁγίου καὶ σωτηριώδους βαπτίσματος παῖδας ἀναδεχομένους, καὶ μετὰ τοῦτο, ταῖς ἐκείνων μητράσι χηρευούσαις γαμικὸν συναλλάσσοντας συνοικέσιον, ὁρίζομεν, ἀπὸ τοῦ παρόντος μηδὲν τοιοῦτον πραχθῆναι. Εἰ δέ τινες μετὰ τὸν παρόντα κανόνα φωραθεῖεν τοῦτο ποιοῦντες, πρωτοτύπως μὲν οἱ τοιοῦτοι ἀφιστάσθωσαν τοῦ παρανόμου τούτου συνοικεσίου, ἔπειτα δὲ καὶ τοῖς τῶν πορνευόντων ἐπιτιμίοις ὑποβληθήτωσαν.

|align="left"|Κανὼν νδ’:
'''Περὶ ἀθεμίτων γάμων.'''
|align="left"|Τῆς θείας ἡμᾶς οὕτω σαφῶς ἐκδιδασκούσης Γραφῆς, Οὐκ εἰσελεύςῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτοῦ· ὁ θεοφόρος Βασίλειός τινας τῶν ἀπηγορευμένων γάμων ἐν τοῖς οἰκείοις κανόσιν ἀπηριθμήσατο, σιωπῇ τὰ πλεῖστα παραδραμών, καὶ κατ' ἀμφότερα κατασκευάσας ἡμῖν τὸ ὠφέλιμον. Τὸ γὰρ τῶν αἰσχρῶν ὀνομασιῶν πλῆθος παραιτησάμενος, ὡς ἂν μὴ τὸν λόγον καταρρυπαίνοι τοῖς ῥήμασι, γενικοῖς ὀνόμασι τάς ἀκαθαρσίας διέλαβε· δι ὧν περιεκτικῶς ἡμῖν τοὺς παρανόμους γάμους ὑπέδειξεν. Ἐπειδὴ δὲ τῇ τοιαύτῃ σιωπῇ καὶ τῷ ἀδιαγνώστῳ τῆς τῶν ἀθέσμων γάμων ἀπαγορεύσεως, ἑαυτὴν ἡ φύσις συνέχεε, συνείδομεν γυμνότερον τὰ περὶ τούτου ἐκθέσθαι, ὁρίζοντες ἀπὸ τοῦ νῦν, τὸν τῇ οἰκείᾳ ἐξαδέλφῃ πρὸς γάμου κοινωνίαν συναπτόμενον, ἤ πατέρα καὶ υἱόν, μητρὶ καὶ θυγατρί, ἤ δυσί κόραις ἀδελφαῖς πατέρα καὶ υἱόν, ἤ ἀδελφοῖς δυσί μητέρα καὶ θυγατέρα, ἤ ἀδελφοὺς δύο δυσίν ἀδελφαῖς, ὑπὸ τὸν τῆς ἑπταετίας πίπτειν κανόνα, ἀφισταμένων αὐτῶν προδήλως τοῦ παρανόμου συνοικεσίου.

|align="left"|Κανὼν νε’:
'''Περὶ τοῦ μὴ νηστεύειν τοῖς Σάββασι.'''
|align="left"|Ἐπειδὴ μεμαθήκαμεν, τοὺς ἐν τῇ Ῥωμαίων πόλει, ἐν ταῖς ἁγίαις τῆς Τεσσαρακοστῆς νηστείαις, τοῖς ταύτης Σάββασι νηστεύειν, παρὰ τὴν παραδοθεῖσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἔδοξε τῇ ἁγίᾳ συνόδῳ, ὥστε κρατεῖν καὶ ἐπὶ τῇ Ῥωμαίων ἐκκλησίᾳ ἀπαρασαλεύτως τὸν κανόνα, τὸν λέγοντα· Εἴ τις κληρικός εὑρεθείη τὴν ἁγίαν Κυριακὴν νηστεύων, ἢ τὸ Σάββατον, πλὴν τοῦ ἑνὸς καὶ μόνου, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.

|align="left"|Κανὼν νς’:
'''Περὶ τοῦ ἀπέχεσθαι τυροῦ ἐν τοῖς τῆς Μ. Σάββασι καὶ ταῖς Κυριακαῖς.'''
|align="left"|Ὡσαύτως μεμαθήκαμεν ἐν τε τῇ Ἀρμενίων χώρᾳ, καὶ ἐν ἑτέροις τόποις, ἐν τοῖς Σάββασι, καὶ ἐν ταῖς Κυριακαῖς τῆς ἁγίας Τεσσαρακοστῆς, ᾠὰ καὶ τυρὸν ἐσθίειν τινάς. Ἔδοξε τοίνυν καὶ τοῦτο, ὥστε τὴν κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Θεοῦ ἐκκλησίαν, μιᾷ κατακολουθοῦσαν τάξει, τὴν νηστείαν ἐπιτελεῖν, καὶ ἀπέχεσθαι, ὥσπερ θυτοῦ παντοίου, οὕτω δὴ ᾠοῦ, καὶ τυροῦ, ἃ καρπός εἰσι, καὶ γεννήματα, ὧν ἀπεχόμεθα. Εἰ δὲ μὴ τοῦτο παραφυλλάττοιεν, εἰ μὲν κληρικοὶ εἶεν, καθαιρείσθωσαν· εἰ δὲ λαϊκοί, ἀφοριζέσθωσαν.

|align="left"|Κανὼν νζ’:
'''Γάλα, ἢ μέλι μὴ προσφέρειν τῷ θυσιαστηρίῳ.'''
|align="left"|Ὅτι οὐ χρή ἐν τοῖς θυσιαστηρίοις μέλι καὶ γάλα προσφέρεσθαι.

|align="left"|Κανὼν νη’:
'''Περὶ τοῦ μὴ μεταλαμβάνειν τοὺς κληρικοὺς ἀφ' ἑαυτῶν.'''
|align="left"|Μηδεὶς τῶν ἐν λαϊκοῖς τεταγμένων ἑαυτῷ τῶν θείων μυστηρίων μεταδιδότω, παρόντος ἐπισκόπου, ἤ πρεσβυτέρου, ἤ διακόνου. Ὁ δέ τι τοιοῦτο τολμῶν, ὡς παρὰ τὰ διατεταγμένα ποιῶν, ἐπὶ ἑβδομάδα μίαν ἀφοριζέσθω, ἐντεῦθεν παιδαγωγούμενος, μὴ φρονεῖν παρ' ὅ δεῖ φρονεῖν.'''

|align="left"|Κανὼν νθ’:
'''Περὶ τοῦ μὴ βαπτίζειν ἐν εὐκτηρίοις.'''
|align="left"|Μηδαμῶς ἐν εὐκτηρίῳ οἴκῳ, ἔνδον οἰκίας τυγχάνοντι, βάπτισμα ἐπιτελείσθω· ἀλλ' οἱ μέλλοντες ἀξιοῦσθαι τοῦ ἀχράντου φωτίσματος, ταῖς καθολικαῖς προσερχέσθωσαν ἐκκλησίαις, κἀκεῖσε τῆς δωρεᾶς ταύτης ἀπολαυέτωσαν. Εἰ δέ τις ἁλῷ, τὰ παρ’ ἡμῶν ὁρισθέντα μὴ φυλάττων, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.

|align="left"|Κανὼν ξ’ (60):
'''Περὶ τῶν προσποιουμένων δαιμονᾷν.'''
|align="left"|Τοῦ Ἀποστόλου βοῶντος, ὅτι ὁ κολλώμενος τῷ Κυρίῳ, ἕν πνεῦμά ἐστι, πρόδηλον, ὡς καὶ ὁ τῷ ἐναντίῳ ἑαυτὸν οἰκειῶν, ἕν γίνεται τῇ πρὸς αὐτὸν συναφείᾳ. Τοὺς τοίνυν δαιμονᾶν ὑποκρινομένους, καὶ τρόπων φαυλότητι προσποιητῶς τὰ ἐκείνων σχηματιζομένους ἔδοξε τρόπῳ ἐπιτιμᾶσθαι παντί· καὶ τοιαύταις αὐτοὺς σκληραγωγίαις, καὶ πόνοις ὑποβάλλειν, οἷς ἂν ἀληθῶς δαιμονῶντες πρὸς ἀπαλλαγὴν τῆς τοῦ δαίμονος ἐνεργείας, ἀξίως ὑποβάλλοιντο.

|align="left"|Κανὼν ξα’:
'''Περὶ γοητείας καὶ μαντείας.'''
|align="left"|Οἱ μάντεσιν ἑαυτοὺς ἐκδιδόντες, ἤ τοῖς λεγομένοις ἑκατοντάρχοις, ἤ τισι τοιούτοις, ὡς ἂν παρ' ἐκείνων μάθοιεν ὅ,τι ἂν αὐτοῖς ἐκκαλύπτεσθαι βούλοιντο, κατὰ τὰ πρῴην ὑπὸ τῶν Πατέρων περὶ αὐτῶν ὁρισθέντα, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. Τῷ αὐτῷ δὲ τούτῳ ἐπιτιμίω καθυποβάλλεσθαι δεῖ, καὶ τοὺς ἄρκτους ἐπισυρομένους, ἤ τοιαῦτα ζῷα, πρὸς παίγνιον καὶ βλάβην τῶν ἁπλουστέρων, καὶ τύχην, καὶ εἱμαρμένην, καὶ γενεαλογίαν, καὶ τοιούτων τινῶν ῥημάτων ὄχλον, κατὰ τοὺς τῆς πλάνης λήρους φωνοῦντας, τούς τε λεγομένους νεφοδιώκτας, καὶ γητευτάς, καὶ φυλακτηρίους, καὶ μάντεις. Ἐπιμένοντας δὲ τούτοις, καὶ μὴ μετατιθεμένους, καὶ ἀποφεύγοντας τὰ ὀλέθρια ταῦτα καὶ ἑλληνικὰ ἐπιτηδεύματα, παντάπασιν ἀπορρίπτεσθαι τῆς ἐκκλησίας ὁρίζομεν, καθὼς καὶ οἱ ἱεροὶ κανόνες διαγορεύουσι. Τὶς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ὥς φησιν ὁ Ἀπόστολος, ἤ τις συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ἤ τις μερὶς πιστῷ μετὰ ἀπίστου; τὶς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ;

|align="left"|Κανὼν ξβ’:
'''Περὶ τοῦ φεύγειν τάς ἐθνικὰς δεισιδαιμονίας.'''
|align="left"|Τάς οὕτω λεγομένας Καλάνδας, καὶ τὰ λεγόμενα Βοτά, καὶ τὰ καλούμενα Βρουμάλια, καὶ τὴν ἐν τῇ πρώτῃ τοῦ Μαρτίου μηνὸς ἡμέρᾳ ἐπιτελουμένην πανήγυριν, καθάπαξ ἐκ τῆς τῶν πιστῶν πολιτείας περιαιρεθῆναι βουλόμεθα. Ἀλλὰ μὴν καὶ τάς τῶν γυναικῶν δημοσίας ὀρχήσεις, ὡς ἀσέμνους, καὶ πολλὴν λύμην καὶ βλάβην ἐμποιεῖν δυναμένας, ἔτι μὴν καὶ τάς ὀνόματι τῶν παρ’ Ἕλλησι ψευδῶς ὀνομασθέντων θεῶν ἤ ἐξ ἀνδρών, ἤ γυναικῶν γινομένας ὀρχήσεις, καὶ τελετάς, κατά τι ἔθος παλαιόν, καὶ ἀλλότριον τοῦ τῶν χριστιανῶν βίου, ἀποπεμπόμεθα, ὁρίζοντες, μηδένα ἄνδρα γυναικείαν στολὴν ἐνδιδύσκεσθαι, ἤ γυναῖκα τὴν ἀνδράσιν ἁρμόδιον. Ἀλλὰ μήτε προσωπεῖα κωμικά, ἤ σατυρικά, ἤ τραγικὰ ὑποδύεσθαι· μήτε τό τοῦ βδελυκτοῦ Διονύσου ὄνομα, τὴν σταφυλὴν ἐκθλίβοντος ἐν ταῖς ληνοῖς, ἐπιβοᾶν· μηδὲ τὸν οἶνον ἐν τοῖς πίθοις ἐπιχέοντας γέλωτα ἐπικινεῖν, ἀγνοίας τρόπῳ, ἤ ματαιότητος, τὰ τῆς δαιμονιώδους πλάνης ἐνεργοῦντας. Τοὺς οὖν ἀπὸ τοῦ νῦν τι τῶν προειρημένων ἐπιτελεῖν ἐγχειροῦντας, ἐν γνώσει τούτων καθισταμένους, τούτους, εἰ μὲν κληρικοὶ εἶεν καθαιρεῖσθαι προστάσσομεν· εἰ δὲ λαϊκοί, ἀφορίζεσθαι.

|align="left"|Κανὼν ξγ’:
'''Κατακαίειν τὰ παρὰ τῶν αἱρετικῶν ψευδομαρτυρολόγια.'''
|align="left"|Τὰ ψευδῶς ὑπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν συμπλασθέντα μαρτυρολόγια, ὡς ἂν τούς τοῦ Χριστοῦ μάρτυρας ἀτιμάζοιεν, καὶ πρὸς ἀπιστίαν ἐνάγοιεν τοὺς ἀκούοντας, μὴ ἐπ’ ἐκκλησίαις δημοσιεύεσθαι προστάσσομεν, ἀλλὰ ταῦτα πυρὶ παραδίδοσθαι. Τοὺς δὲ ταῦτα παραδεχομένους, ἤ ὡς ἀληθέσι προσέχοντας, ἀναθεματίζομεν.

|align="left"|Κανὼν ξδ’:
'''Περὶ τοῦ ὅτι οὐκ ἐπιτρέπεται τοῖς κοσμικοῖς διδάσκειν δημοσίᾳ.'''
|align="left"|Ὅτι οὐ χρή δημοσίᾳ λαϊκόν λόγον κινεῖν ἤ διδάσκειν, ἀξίωμα ἑαυτῷ διδασκαλικὸν ἐντεῦθεν περιποιούμενον, ἀλλ' εἴκειν τῇ παραδοθείσῃ παρὰ τοῦ Κυρίου διατάξει, καὶ τὸ οὖς τοῖς τὴν χάριν τοῦ διδασκαλικοῦ λαβοῦσι λόγου διανοίγειν, καὶ τὰ θεῖα παρ’ αὐτῶν ἐκδιδάσκεσθαι. Ἐν γὰρ τῇ μιᾷ ἐκκλησὶᾳ διάφορα μέλη πεποίηκεν ὁ Θεός, κατὰ τὴν Ἀποστόλου φωνήν· ἥν ὁ Θεολόγος ἑρμηνεύων Γρηγόριος, σαφῶς τὴν ἐν τούτοις τάξιν παρίστησι φάσκων· Ταύτην αἰδοίμεθα τὴν τάξιν, ἀδελφοί, ταύτην φυλάττοιμεν. Ὁ μὲν ἔστω τις ἀκοή· ὁ δέ, γλῶσσα· ὁ δέ, χείρ· ὁ δέ, ἄλλο τι· ὁ μέν, διδασκέτω· ὁ δέ, μανθανέτω· καὶ μετὰ βραχέα· Καὶ ὁ μανθάνων ἐν εὐπειθείᾳ· καὶ ὁ χορηγῶν ἐν ἱλαρότητι· καὶ ὁ ὑπουργῶν ἐν προθυμίᾳ, μὴ πάντες ὦμεν γλῶσσα, τὸ ἑτοιμότατον· μὴ πάντες Ἀπόστολοι μὴ πάντες προφῆται· μὴ πάντες διερμηνεύωμεν· καὶ μετά τινα· Τὶ σεαυτὸν ποιεῖς ποιμένα, πρόβατον ὤν; τὶ γίνῃ κεφαλή, ποῦς τυγχάνων; τὶ στρατηγεῖν ἐπιχειρεῖς, τεταγμένος ἐν στρατιώταις; καὶ ἑτέρωθι· Ἡ σοφία διακελεύεται· Μὴ ἴσθι ταχὺς ἐν λόγοις· μὴ συμπαρεκτείνου πένης ὢν πλουσίῳ, μηδὲ ζήτει τῶν σοφῶν εἶναι σοφώτερος. Εἰ δέ τις ἁλῷ τὸν παρόντα παρασαλεύων κανόνα, ἐπὶ ἡμέρας τεσσαράκοντα ἀφοριζέσθω.

|align="left"|Κανὼν ξε’:
'''Μὴ ὑπεράλλεσθαι πυρκαϊῶν ἐν ταῖς νουμηνίαις.'''
|align="left"|Τάς ἐν ταῖς νουμηνίαις ὑπό τινων πρὸ τῶν οἰκείων ἐργαστηρίων, ἤ οἴκων ἀναπτομένας πυρκαϊάς, ἅς καὶ ὑπεράλλεσθαί τινες κατά τι ἔθος ἀρχαῖον ἐπιχειροῦσιν, ἀπὸ τοῦ παρόντος καταργηθῆναι προστάσσομεν. Ὅστις οὖν τοιοῦτόν τι πράξοι, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω. Γέγραπται γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· Καὶ ᾠκοδόμησε Μανασσῆς θυσιαστήριον πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ἐν ταῖς δύο αὐλαῖς οἴκου Κυρίου, καὶ διήγαγε τὰ τέκνα αὐτοῦ ἐν πυρί, καὶ ἐκλῃδωνίζετο, καὶ οἰωνίζετο καὶ ἐποίησεν ἐγγαστριμύθους, καὶ γνώστας ἐπλήθυνε, καὶ ἐπλήθυνε τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, τοῦ παροργίσαι αὐτόν.

|align="left"|Κανὼν ξς’:
''' "Τὴν διακαινήσιμον ἑβδομάδα σχολάζειν ἐν ταῖς ἐκκλησίαις.'''
|align="left"|Ἀπὸ τῆς ἁγίας ἀναστασίμου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἡμέρας, μέχρι τῆς καινῆς Κυριακῆς, τὴν ὅλην ἑβδομάδα ἐν ταῖς ἁγίαις ἐκκλησίαις σχολάζειν δεῖ ἀπαραλείπτως τοὺς πιστοὺς ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, εὐφραινομένους ἐν Χριστῷ, καὶ ἑορτάζοντας, καὶ τῇ τῶν θείων Γραφῶν ἀναγνώσει προσέχοντας αἱ τῶν ἁγίων μυστηρίων κατατρυφῶντας. Ἐσόμεθα γὰρ οὕτω Χριστῷ συνανιστάμενοί τε, καὶ συνανυψούμενοι. Μηδαμῶς οὖν ἐν ταῖς προκειμέναις ἡμέραις ἱπποδρόμια, ἤ ἑτέρα δημώδης θέα ἐπιτελείσθω.

|align="left"|Κανὼν ξζ’:
'''Ὅτι ὀφείλομεν ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ.'''
|align="left"|Ἡ θεία ἡμῖν Γραφὴ ἐνετείλατο, ἀπέχεσθαι αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας. Τοῖς οὖν διὰ τὴν λίχνον γαστέρα αἷμα οἱουδήποτε ζῴου τέχνῃ τινὶ κατασκευάζουσιν ἐδώδιμον, καὶ οὕτω τοῦτο ἐσθίουσι, προσφόρως ἐπιτιμῶμεν. Εἴ τις οὖν ἀπὸ τοῦ νῦν αἷμα ζῴου ἐσθίειν ἐπιχειρήσοι οἱῳδίτινι τρόπῳ, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.

|align="left"|Κανὼν ξη’:
'''Περὶ διαφθορᾶς τῶν ἱερῶν βιβλίων.'''
|align="left"|Περὶ τοῦ μὴ ἐξεῖναί τινι τῶν ἁπάντων βιβλία τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης, τῶν τε ἁγίων καὶ ἐγκρίτων ἡμῶν κηρύκων καὶ διδασκάλων, διαφθείρειν, ἤ κατατέμνειν, ἤ τοῖς βιβλιοκαπήλοις, ἤ τοῖς λεγομένοις μυρεψοῖς ἤ ἄλλῳ τινὶ τῶν ἁπάντων πρὸς ἀφανισμὸν ἐκδιδόναι· εἰ μή τι ἄρα τέλεον, εἴτε ὑπὸ σητῶν ἤ ὕδατος ἤ ἑτέρῳ τρόπῳ ἀχρειωθῇ. Ὁ δέ τι τοιοῦτο ποιεῖν ἀπὸ τοῦ νυν ἁλισκόμενος, ἐπὶ ἐνιαυτὸν ἀφοριζέσθω. Ὁμοίως καὶ ὁ τάς τοιαύτας βίβλους ὠνούμενος· εἰ μήτε αὐτὸς ταύτας κατέχει πρὸς οἰκείαν ὠφέλειαν, μήτε ἑτέρῳ πρὸς εὐεργεσίαν καὶ τὸ διανεῖμαι ἀποδοίη, ἀλλὰ ταῦτα διαφθείρειν ἐπιχειρήσοι, ἀφοριζέσθω.

|align="left"|Κανὼν ξθ’:
'''Μὴ εἰσιέναι τοὺς λαϊκοὺς εἰς τὸ θυσιαστήριον'''
|align="left"|Μὴ ἐξέστω τινὶ τῶν ἁπάντων ἐν λαϊκοῖς τελοῦντι, ἔνδον ἱεροῦ εἰσιέναι θυσιαστηρίου· μηδαμῶς ἐπὶ τοῦτο τῆς βασιλικῆς εἱργομένης ἐξουσίας καὶ αὐθεντίας, ἡνίκα ἂν βουληθείη προσάξαι δῶρα τῷ πλάσαντι, κατά τινα ἀρχαιοτάτην παράδοσιν.

==Κανόνες 70-102==