==Κανόνες 70-102==
{| {{Prettytable}}

!'''Κανόνες της Πενθέκτης Οικουμενικής Συνόδου - Περίληψη'''
!'''Κείμενο'''

|align="left"|Κανὼν ο’ (70):
'''Τὰς γυναίκας ἐν ἐκκλησίᾳ σιγᾷν.'''
|align="left"|Μὴ ἐξέστω ταῖς γυναιξὶν ἐν τῷ καιρῷ τῆς θείας λειτουργίας λαλεῖν· ἀλλὰ κατὰ τὴν φωνὴν Παύλου τοῦ Ἀποστόλου, σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάττεσθαι, καθὼς καὶ ὁ νόμος λέγει· εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῷ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν.

|align="left"|Κανὼν οα’:
'''Τοὺς διδασκομένους τοὺς πολιτικοὺς νόμους φεύγειν τὰς ἐθνικὰς δεισιδαιμονίας.'''
|align="left"|Τοὺς διδασκομένους τοὺς πολιτικοὺς νόμους, μὴ δεῖν τοῖς ἑλληνικοῖς ἐθέσι κεχρῆσθαι, μήτε μὴν ἐπὶ θεάτρων ἐνάγεσθαι, ἤ τάς λεγομένας κυλίστρας ἐπιτελεῖν, ἤ παρὰ τὴν κοινὴν χρῆσιν στολὰς ἑαυτοῖς περιτιθέναι. Μήτε καθ’ ὅν καιρὸν τῶν μαθημάτων ἐνάρχονται, ἤ πρὸς τό τέλος αὐτῶν καταντῶσιν, ἤ, καθόλου φάναι, διὰ μέσου τῆς τοιαύτης παιδεύσεως, εἰ δέ τις ἀπὸ τοῦ νῦν τοῦτο πρᾶξαι τολμήσοι, ἀφοριζέσθω.

|align="left"|Κανὼν οβ’:
'''Μὴ συναλλάττεσθαι γάμον τοῖς αἱρετικοῖς. '''
|align="left"|Μὴ ἐξέστω ὀρθόδοξον ἄνδρα αἱρετικὴ συνάπτεσθαι γυναικί, μήτε μὴν αἱρετικῷ ἀνδρὶ γυναῖκα ὀρθόδοξον συζεύγνυσθαι· ἀλλ’ εἰ καὶ φανείη τι τοιοῦτον ὑπό τινος τῶν ἁπάντων γινόμενον, ἄκυρον ἡγεῖσθαι τὸν γάμον, καὶ τὸ ἄθεσμον διαλύεσθαι συνοικέσιον· οὐ γὰρ χρή τὰ ἄμικτα μιγνῦναι, οὐδὲ τῷ προβάτῳ λύκον συμπλέκεσθαι, καὶ τῇ τοῦ Χριστοῦ μερίδι τὸν τῶν ἁμαρτωλῶν κλῆρον· εἰ δὲ παραβῇ τις τὰ παρ' ἡμῶν ὁρισθέντα, ἀφοριζέσθω. Εἰ δέ τινες, ἔτι ἐν τῇ ἀπιστίᾳ τυγχάνοντες, καὶ οὕτω τῇ τῶν ὀρθοδόξων ἐγκαταλεγέντες ποίμνῃ, ἀλλήλοις γάμῳ νομίμῳ ἠρμόσθησαν, εἶτα ὁ μέν, τὸ καλὸν ἐκλεξάμενος, τῷ φωτὶ τῆς ἀληθείας προσέδραμεν· ὁ δέ, ὑπὸ τοῦ τῆς πλάνης κατεσχέθη δεσμοῦ· μὴ πρὸς τάς θείας ἀκτῖνας ἀτενίσαι ἑλόμενος (εὐδοκεῖ δὲ τῷ πιστῷ ἡ ἄπιστος συνοικεῖν, ἤ τὸ ἔμπαλιν, ὁ ἄπιστος τῇ πιστῇ), μὴ χωριζέσθωσαν, κατὰ τὸν θεῖον Ἀπόστολον· ἡγίασται γὰρ ὁ ἄπιστος ἀνὴρ ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ ἄπιστος γυνὴ ἐν τῷ ἀνδρί.

|align="left"|Κανὼν ογ’:
'''Μὴ ἐγχαράττειν ἐν τῷ ἐδάφει σταυρόν.'''
|align="left"|Τοῦ ζωοποιοῦ σταυροῦ δείξαντος ἡμῖν τὸ σωτήριον, πᾶσαν σπουδὴν ἡμᾶς τιθέναι χρή, τοῦ τιμὴν τὴν ἀξίαν ἀποδιδόναι τῷ δι' οὗ σεσώσμεθα τοῦ παλαιοῦ πτώματος. Ὅθεν καὶ νῷ καὶ λόγῳ, καὶ αἰσθήσει τὴν προσκύνησιν αὐτῷ ἀπονέμοντες, τοὺς ἐν τῷ ἐδάφει τοῦ σταυροῦ τύπους ὑπό τινων κατασκευαζομένους, ἐξαφανίζεσθαι παντοίως προστάσσομεν, ὡς ἂν μὴ τῇ τῶν βαδιζόντων καταπατήσει τὸ τῆς νίκης ἡμῖν τρόπαιον ἐξυβρίζοιτο. Τοὺς οὖν ἀπὸ τοῦ νῦν τοῦ σταυροῦ τύπον ἐπὶ ἐδάφους κατασκευάζοντας, ὁρίζομεν ἀφορίζεσθαι.

|align="left"|Κανὼν οδ’:
'''Μὴ ποιεῖν ἀγάπας ἐν ταῖς ἐκκλησίαις.'''
|align="left"|Ὅτι οὐ δεῖ ἐν τοῖς Κυριακοῖς, ἤ ἐν ταῖς ἐκκλησίαις, τάς λεγομένας ἀγάπας ποιεῖν, καὶ ἔνδον ἐν τῷ οἴκῳ ἐσθίειν, καὶ ἀκούβιτα στρωννύειν. Οἱ δὲ τοῦτο ποιεῖν τολμῶντες, ἤ παυσάσθωσαν ἤ ἀφοριζέσθωσαν.

|align="left"|Κανὼν οε’:
'''Ὅτι ὀφείλομεν μετὰ κατανύξεως ψάλλειν ἐν ἐκκλησίᾳ.'''
|align="left"|Τοὺς ἐπὶ τῷ ψάλλειν ἐν ταῖς ἐκκλησίαις παραγινομένους, βουλόμεθα μήτε βοαῖς ἀτάκτοις κεχρῆσθαι, καὶ τὴν φύσιν πρὸς κραυγὴν ἐκβιάζεσθαι, μήτε τι ἐπιλέγειν τῶν μὴ τῇ ἐκκλησὶᾳ ἁρμοδίων τε καὶ οἰκείων· ἀλλὰ μετὰ πολλῆς προσοχῆς καὶ κατανύξεως, τάς ψαλμῳδίας προσάγειν τῷ τῶν κρυπτῶν ἐφόρῳ Θεῷ· εὐλαβεῖς γὰρ ἔσεσθαι τοὺς υἱοὺς Ἰσραὴλ τὸ ἱερὸν ἐδίδαξε λόγιον.

|align="left"|Κανὼν ος’:
'''Περὶ τοῦ μὴ ποιεῖν πράσεις ἔνδον τῶν ἱερῶν περιβόλων.'''
|align="left"|Ὅτι οὐ χρή ἔνδον τῶν ἱερῶν περιβόλων καπηλεῖον, ἤ τὰ διὰ βρωμάτων εἴδη προτιθέναι, ἤ ἑτέρας πράσεις ποιεῖσθαι, τὸ σεβάσμιον τῆς ἐκκλησίας φυλάσσοντας. Ὁ γὰρ Σωτὴρ ἡμῶν καὶ Θεός, διὰ τῆς ἐν σαρκὶ πολιτείας παιδαγωγῶν ἡμᾶς, μὴ ποιεῖν τὸν οἶκον τοῦ Πατρὸς αὐτοῦ ἐμπορίου οἶκον παρεκελεύσατο· ὃς καὶ τῶν κολλυβιστῶν τὸ κέρμα ἐξέχεε, καὶ τοὺς τὸν ἱερὸν κοινοποιοῦντας ἀπήλασεν. Εἴ τις οὖν ἐπὶ τῷ προκειμένῳ ἁλῷ πλημμελήματι ἀφοριζέσθω.

|align="left"|Κανὼν οζ’:
'''Περὶ τοῦ μὴ συλλούεσθαι γυναιξὶ τοὺς χριστιανοὺς.'''
|align="left"|Ὅτι οὐ δεῖ ἱερατικούς, ἤ κληρικούς, ἤ ἀσκητάς, ἐν βαλανείω μετὰ γυναικῶν ἀπολούεσθαι· οὐδὲ πάντα χριστιανὸν λαϊκόν· αὕτη γὰρ πρώτη κατάγνωσις παρὰ τοῖς ἔθνεσιν. Εἰ δέ τις ἐπὶ τούτῳ φωραθείη, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.

|align="left"|Κανὼν οη’:
'''Ὅτι δεῖ διδάσκεσθαι τοὺς βαπτισθησομένους τὴν πίστιν.'''
|align="left"|Ὅτι δεῖ τοὺς φωτιζομένους τὴν πίστιν ἐκμανθάνειν, καὶ τῇ πέμπτῃ τῆς ἑβδομάδος ἀπαγγέλλειν τῷ ἐπισκόπῳ, ἤ τοῖς πρεσβυτέροις.

|align="left"|Κανὼν οθ’:
'''Περὶ τὸν μὴ ἕψειν σεμίδαλιν τῶν λοχειῶν τῆς Θεοτόκου ἕνεκα.'''
|align="left"|Ἀλόχευτον τὸν ἐκ τῆς Παρθένου θεῖον τόκον ὁμολογοῦντες, ὡς καὶ ἀσπόρως συστάντα, καὶ παντὶ τῷ ποιμνίῳ κηρύσσοντες, τοὺς ἐξ ἀγνοίας πράττοντάς τι τῶν οὐ δεόντων, διορθώσει καθυποβάλλομεν. Ὅθεν, ἐπειδή τινες μετὰ τὴν ἡμέραν τῆς ἁγίας τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν γεννήσεως, δείκνυνται σεμίδαλιν ἕψοντες, καὶ ταύτης ἀλλήλοις μεταδιδόντες, προφάσει τιμῆς δῆθεν λοχείων τῆς ἀχράντου Παρθενομήτορος, ὁρίζομεν, μηδὲν τοιοῦτον ὑπὸ τῶν πιστῶν τελεῖσθαι. Οὐ γὰρ τιμή γε τοῦτο τῇ Παρθένῳ, τῇ ὑπὲρ νοῦν καὶ λόγον τὸν ἀχώρητον τεκούσῃ Λόγον σαρκί, ἐκ τῶν κοινῶν τε καὶ καθ’ ἡμᾶς τὰ κατά τὸν ἄφραστον αὐτῆς τόκον ὁρίζειν καὶ ὑπογράφειν. Εἴ τις οὖν ἀπὸ τοῦ νῦν πράττων τοιοῦτόν τι φωραθείη, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.

|align="left"|Κανὼν π’ (80):
'''Περὶ τοῦ μὴ ἀπολείπεσθαι τρεῖς Κυριακὰς τῆς ἐκκλησίας.'''
|align="left"|Εἴ τις ἐπίσκοπος, ἤ πρεσβύτερος, ἤ διάκονος, ἤ τῶν ἐν τῷ κλήρῳ καταλεγομένων, ἤ λαϊκός, μηδεμίαν ἀνάγκην βαρυτέραν ἔχοι, ἤ πρᾶγμα δυσχερές, ὥστε ἐπὶ πλεῖστον ἀπολείπεσθαι τῆς αὐτοῦ ἐκκλησίας, ἀλλ’ ἐν πόλει διάγων, τρεῖς Κυριακὰς ἡμέρας ἐν τρισὶν ἑβδομάσι μὴ συνέρχοιτο, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀποκινείσθω τῆς κοινωνίας.

|align="left"|Κανὼν πα’:
'''Περὶ τῆς εἰς τὸν Τρισάγιον τιθεμένης προσθήκης.'''
|align="left"|Ἐπειδή περ ἔν τισι χώραις μεμαθήκαμεν, ἐν τῷ τρισαγίῳ ὕμνῳ, ἐν προσθήκης μέρει ἐκφωνεῖσθαι μετὰ τὸ, Ἅγιος ἀθάνατος, τὸ, Ὁ σταυρωθεὶς δι’ ἡμᾶς, ἐλέησον ἡμᾶς· τοῦτό τε ὑπὸ τῶν πάλαι ἁγίων Πατέρων, ὡς τῆς εὐσεβείας ἀλλότριον, ἐκ τοῦ τοιούτου ἀπηλάθη ὕμνου, σὺν τῷ τὴν τοιαύτην φωνὴν καινουργήσαντι παρανόμῳ αἱρετικῷ· καὶ ἡμεῖς κυροῦντες τὰ παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν πρὶν εὐσεβῶς θεσμοθετηθέντα, ἀναθεματίζομεν τοὺς ἔτι μετὰ τὸν παρόντα ὅρον παραδεχομένους τὴν τοιαύτην φωνὴν ἐπ' ἐκκλησίαις, ἤ ἄλλως πως τῷ τρισαγίῳ ὕμνῳ συνάπτοντας. Καὶ εἰ μὲν ἱερατικός ἐστιν ὁ παραβάτης τῶν ὁρισθέντων, ἀπογυμνοῦσθαι τοῦτον τῆς ἱερατικῆς ἀξίας προστάσσομεν· εἰ δὲ λαϊκός, ἤ μοναχός, ἀφορίζεσθαι.

|align="left"|Κανὼν πβ’:
'''Μὴ ζωγραφίζειν ἀμνὸν ἀντὶ τοῦ Χριστοῦ.'''
|align="left"|Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς, ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους, καὶ τάς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, τῇ ἐκκλησὶᾳ παραδεδομένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν, καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις, ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τόν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν, ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ, ἀναστηλοῦσθαι ὁρίζομεν δι’ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου, χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως.

|align="left"|Κανὼν πγ’:
'''Τοῖς νεκροῖς μὴ κοινωνεῖν τῶν μυστηρίων.'''
|align="left"|Μηδεὶς τοῖς σώμασι τῶν τελευτησάντων τῆς εὐχαριστίας μεταδιδότω. Γέγραπται γάρ· Λάβετε, φάγετε· τὰ δὲ τῶν νεκρῶν σώματα, οὐδὲ λαβεῖν δύναται, οὐδὲ φαγεῖν.

|align="left"|Κανὼν πδ’:
'''Οὓς ἀμφιβολον ὅτι ἐβαπτίσθησαν, βαπτιστέον.'''
|align="left"|Τοῖς κανονικοῖς τῶν Πατέρων θεσμοῖς κατακολουθοῦντες, ὁρίζομεν καὶ περὶ τῶν νηπίων· ὁσάκις μὴ εὑρίσκωνται βέβαιοι μάρτυρες, οἱ ταῦτα ἀναμφιβόλως βαπτισθέντα εἶναι λέγοντες, καὶ οὐδὲ αὐτὰ διὰ τὴν κεῖραν περὶ τῆς παραδοθείσης αὐτοῖς μυσταγωγίας ἀποκρίνασθαι ἐπιτηδείως ἔχωσι, χωρίς τινος προσκόμματος ὀφείλειν ταῦτα βαπτίζεσθαι· μὴ ποτε ὁ τοιοῦτος δισταγμὸς ἀποστερήσῃ αὐτὰ τῆς τοιαύτης τοῦ ἁγιασμοῦ καθάρσεως.

|align="left"|Κανὼν πε’:
'''Περὶ μαρτυρίας τῶν ἐλευθερουμένων δούλων.'''
|align="left"|Ἐπὶ δύο, ἤ τριῶν μαρτύρων βεβαιοῦσθαι πᾶν ῥῆμα, γραφικῶς παρελάβομεν. Τοὺς οὖν ὑπὸ τῶν οἰκείων δεσποτῶν ἐλευθερουμένους δούλους, ἐπὶ τρισὶ μάρτυσι τῆς τοιαύτης τιμῆς ἀπολαύειν διοριζόμεθα· οἵ τὸ κῦρος παρόντες τῇ ἐλευθερίᾳ προσοίσουσι, καὶ τὸ πιστὸν ἐξ ἑαυτῶν τοῖς γενομένοις παρέξουσιν.

|align="left"|Κανὼν πς’:
'''Περὶ πορνοβοσκῶν.'''
|align="left"|Τοὺς ἐπὶ ψυχῶν ὀλίσθῳ πόρνας ἐπισυνάγοντας, καὶ ἐκτρέφοντας, εἰ μὲν κληρικοὶ εἶεν, ἀφορίζεσθαι καὶ καθαιρεῖσθαι ὁρίζομεν· εἰ δὲ λαϊκοί, ἀφορίζεσθαι.

|align="left"|Κανὼν πζ’:
'''Περὶ ἐγκαταλείψεως θατέρου τῶν ἐπὶ γάμῳ συνόντων.'''
|align="left"|Ἡ τὸν ἄνδρα καταλιποῦσα μοιχαλίς ἐστιν, εἰ ἐπ’ ἄλλον ᾖλθε, κατὰ τὸν ἱερὸν καὶ θεῖον Βασίλειον, ἐκ τῆς Ἱερεμίου προφητείας ἄριστα τοῦτο ἀναλεξάμενον· ὅτι, Ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται· καὶ πάλιν· Ὁ ἔχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής. Εἰ οὖν φανῇ τοῦ ἀνδρὸς ἀλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίων. Ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ ἐκκλησὶᾳ δοθήσεται. Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως συναφθεῖσαν αὐτῷ γυναῖκα, καὶ ἑτέραν ἀγόμενος, κατὰ τήν τοῦ Κυρίου ἀπόφασιν, τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. Κεκανόνισται δὲ παρὰ τῶν Πατέρων ἡμῶν, τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, καὶ τῷ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς, καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν δὴ μετὰ δακρύων μετανοήσωσιν.

|align="left"|Κανὼν πη’:
'''Περὶ εἰσόδου κτήνους ἐν ἐκκλησίᾳ.'''
|align="left"|Μηδεὶς ἔνδον ἱεροῦ ναοῦ κτῆνος τὸ οἱονοῦν εἰσαγέτω, ἐκτὸς εἰμή τις ὁδοιπορῶν, μεγίστης καταλαβούσης ἀνάγκης, οἰκίσκου καὶ καταγωγῆς ἀπορῶν, ἐν τῷ τοιούτῳ καταλύσει ναῷ. Διά γὰρ τὸ μὴ τὸ κτῆνος ἔνδον εἰσενεχθῆναι, αὐτὸ μέν, ἔστιν ὅτε, διαφθαρήσεται· ὁ δέ, τῇ τοῦ ὑποζυγίου ἀποβολῇ, καὶ τῷ ἐντεῦθεν ἀπόρως ἔχειν τῆς ἐπὶ τὴν ὁδοιπορίαν ὁρμῆς, θανάτου κινδύνῳ παραδοθήσεται· τὸ γὰρ σάββατον διὰ τὸν ἄνθρωπον γενέσθαι ἐκδιδασκόμεθα· ὥστε διὰ πάντων προτιμητέαν ἡγεῖσθαι τήν τοῦ ἀνθρώπου σωτηρίαν τε καὶ ἀπάθειαν. Εἰ δέ τις φωραθείη χωρὶς ἀνάγκης, ὡς εἴρηται, κτῆνος εἰσάγων ἐν ἱερῷ, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκὸς ἀφοριζέσθω.

|align="left"|Κανὼν πθ’:
'''Περὶ τοῦ δεῖν νηστεύειν ἕως μεσοννκτίον τοῦ μεγάλου Σάββατου.'''
|align="left"|Τάς τοῦ σωτηρίου πάθους ἡμέρας, ἐν νηστείᾳ, καὶ προσευχῇ, καὶ κατανύξει καρδίας ἐπιτελοῦντας, χρή τοὺς πιστοὺς περὶ μέσας τῆς περὶ τὸ μέγα σάββατον νυκτὸς ὥρας ἀπονηστίζεσθαι, τῶν θείων Εὐαγγελιστῶν Ματθαίου καὶ Λουκᾶ, τοῦ μέν, διὰ τοῦ∙ Ὀψὲ σαββάτων ῥήματος· τοῦ δέ, διὰ τοῦ, Ὄρθρου βαθέος, τὴν βραδύτητα τῆς νυκτὸς ὑπογραφόντων.

|align="left"|Κανὼν ϰ’ (90):
'''Περί τοῦ μὴ κλίνειν γόνυ ἐν ταῖς Κυριακαῖς.'''
|align="left"|Ταῖς Κυριακαῖς μὴ γόνυ κλίνειν ἐκ τῶν θεοφόρων ἡμῶν Πατέρων κανονικῶς παρελάβομεν, τήν τοῦ Χριστοῦ τιμῶντες ἀνάστασιν. Ὡς ἂν οὖν μὴ ἀγνοῶμεν τὸ σαφὲς τῆς τούτου παρατηρήσεως, δῆλον τοῖς πιστοῖς καθιστῶμεν, ὥστε μετὰ τὴν ἐν τῷ σαββάτῳ ἑσπερινήν τῶν ἱερωμένων πρὸς τὸ θυσιαστήριον εἴσοδον, κατὰ τὸ κρατοῦν ἔθος, μηδένα γόνυ κλίνειν μέχρι τῆς ἐφεξῆς κατά τὴν Κυριακὴν ἑσπέρας· καθ' ἥν μετὰ τὴν ἐν τῷ λυχνικῷ εἴσοδον αὖθις τὰ γόνατα κάμπτοντες οὕτω τάς εὐχὰς τῷ Κυρίῳ προσάγομεν. Τῆς γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐγέρσεως πρόδρομον τὴν μετὰ τὸ σάββατον νύκτα παραλαμβάνοντες, τῶν ὕμνων ἐντεῦθεν πνευματικῶς ἀπαρχόμεθα, εἰς φῶς ἐκ σκότους τὴν ἑορτὴν καταλήγοντες, ὡς ἐν ὁλοκλήρῳ ἐντεῦθεν νυκτὶ καὶ ἡμέρᾳ πανηγυρίζειν ἡμᾶς τὴν ἀνάστασιν.

|align="left"|Κανὼν ϰα’:
'''Περὶ ἐμβρυοκτονίας.'''
|align="left"|Τάς τὰ ἀμβλωθρίδια διδούσας φάρμακα, καὶ τάς δεχομένας τὰ ἐμβρυοκτόνα δηλητήρια, τῷ του φονέως ἐπιτιμίῳ καθυποβάλλομεν.

|align="left"|Κανὼν ϰβ’:
'''Περὶ τῶν γυναῖκας ἁρπαζόντων.'''
|align="left"|Τοὺς ἁρπάζοντας γυναῖκας ἐπ' ὀνόματι συνοικεσίου, ἤ συμπράττοντας, ἤ συναιρομένους τοῖς ἁρπάζουσιν, ὥρισεν ἡ ἁγία σύνοδος, εἰ μὲν κληρικοὶ εἶεν, ἐκπίπτειν τοῦ οἰκείου βαθμοῦ, εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι.

|align="left"|Κανὼν ϰγ’:
'''Περὶ γυναικῶν, ὧν οὐ φαίνονται οἱ ἄνδρες. '''
|align="left"|Ἡ ἀναχωρήσαντος τοῦ ἀνδρός, καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πεισθῆναι περὶ τοῦ θανάτου αὐτοῦ, ἑτέρῳ συνοικοῦσα, μοιχᾶται. Ὡσαύτως καὶ στρατιώτιδες, αἱ, τῶν ἀνδρῶν ἀφανῶν ὄντων, γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ· ὥσπερ καὶ αἱ διὰ τὴν ἀποδημίαν τοῦ ἀνδρὸς μὴ ἀναμείνασαι τὴν ἐπάνοδον. Πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα, διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν. Ἡ δὲ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικός, κατ’ ἄγνοιαν γημαμένη, εἶτα ἀφεθεῖσα, διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ· γάμου οὖν οὐκ εἰρχθήσεται· κάλλιον δέ, ἐὰν μείνῃ οὕτως. Εἰ δέ γε ὁ στρατιώτης ἐπανέλθοι χρόνῳ ποτέ, οὗ ἡ γυνὴ διὰ τὴν ἐπὶ πολὺ ἐκείνου ἀπόλειψιν ἑτέρῳ συνήφθη ἀνδρί, οὗτος, εἰ προαιρεῖται, τὴν οἰκείαν αὖθις ἀπολαβέτω γυναῖκα, συγγνώμης αὐτῇ ἐπὶ τῇ ἀγνοίᾳ διδομένης, καὶ τῷ ταύτην εἰσοικισαμένῳ κατὰ δεύτερον γάμον ἀνδρί.

|align="left"|Κανὼν ϰδ’:
'''Περὶ τῶν ὅρκους ἐθνικοὺς ὀμνυόντων.'''
|align="left"|Τοὺς ὀμνύοντας ὅρκους ἑλληνικούς, ὁ κανὼν ἐπιτιμίοις καθυποβάλλει· καὶ ἡμεῖς τούτοις ἀφορισμὸν ὁρίζομεν.

|align="left"|Κανὼν ϰε’:
'''Πῶς δεκτέον τοὺς αἱρετικούς.'''
|align="left"|Τοὺς προστιθεμένους τῇ ὀρθοδοξίᾳ, καὶ τῇ μερίδι τῶν σῳζομένων ἀπὸ αἱρετικῶν, δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν τε καὶ συνήθειαν. Ἀρειανοὺς μὲν καὶ Μακεδονιανούς, καὶ Ναυατιανούς, τοὺς λέγοντας ἑαυτοὺς Καθαροὺς καὶ Ἀριστερούς, καὶ τοὺς Τεσσαρακαιδεκατίτας, ἤγουν Τετραδίτας, καὶ Ἀπολλιναριστάς, δεχόμεθα, διδόντας λιβέλλους, καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν, ὡς φρονεῖ ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, σφραγιζομένους, ἤτοι χριομένους πρῶτον τῷ ἁγίῳ μύρῳ, τὸ μέτωπον, καὶ τοὺς ὀφθαλμούς, καὶ τάς ῥίνας, καὶ τὸ στόμα, καὶ τὰ ὦτα· καί, σφραγίζοντες αὐτούς, λέγομεν· Σφραγὶς δωρεᾶς πνεύματος ἁγίου. Περὶ δὲ τῶν παυλιανισάντων, εἶτα προσφυγόντων τῇ καθολικῇ ἐκκλησίᾳ, ὅρος ἐκτέθειται, ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. Εὐνομιανοὺς μέντοι, τοὺς εἰς μίαν κατάδυσιν βαπτιζομένους, καὶ Μοντανιστάς, τοὺς ἐνταῦθα λεγομένους Φρύγας, καὶ Σαβελλιανούς, τοὺς υἱοπατορίαν δοξάζοντας, καὶ ἕτερά τινα χαλεπὰ ποιοῦντας, καὶ πάσας τάς ἄλλας αἱρέσεις, ἐπεὶ πολλοί εἰσιν ἐνταύθα, μάλιστα οἱ ἀπὸ γῆς Γαλάτων χώρας ἐρχόμενοι, πάντας τοὺς ἀπ' αὐτῶν θέλοντας προστίθεσθαι τῇ ὀρθοδοξία, ὡς Ἕλληνας δεχόμεθα· καὶ τὴν πρώτην ἡμέραν ποιοῦμεν αὐτοὺς Χριστιανούς· τὴν δὲ δευτέραν, κατηχουμένους· εἶτα τὴν ἐξορκίζομεν μετὰ τοῦ ἐμφυσᾶν τρίτον εἰς τὸ πρόσωπον, καὶ εἰς τὰ ὦτα, καὶ οὕτω κατηχοῦμεν αὐτούς, καὶ ποιοῦμεν χρονίζειν ἐν τῇ ἐκκλησίᾳ, καὶ ἀκροᾶσθαι τῶν Γραφῶν, καὶ τότε αὐτοὺς βαπτίζομεν. Καὶ τοὺς Μανιχαίους δέ, καὶ τοὺς Οὐαλεντινιανούς, καὶ Μαρκιωνιστάς, καὶ τοὺς ἐκ τῶν ὁμοίων αἱρέσεων προσερχομένους, ὡς Ἕλληνας δεχόμενοι, ἀναβαπτίζομεν· Νεστοριανοὺς δέ, καὶ Εὐτυχιανιστάς, καὶ Σεβηριανούς, καὶ τοὺς ἐκ τῶν ὁμοίων αἱρέσεων χρή ποιεῖν λιβέλλους, καὶ ἀναθεματίζειν τὴν αἵρεσιν αὐτῶν, καὶ Νεστόριον, καὶ Εὐτυχέα, καὶ Διόσκορον, καὶ Σεβῆρον· καὶ τοὺς λοιποὺς ἐξάρχους τῶν τοιούτων αἱρέσεων, καὶ τοὺς φρονοῦντας τὰ αὐτῶν, καὶ πάσας τάς προαναφερομένας αἱρέσεις, καὶ οὕτω μεταλαμβάνειν τῆς ἁγίας κοινωνίας.

|align="left"|Κανὼν ϰς’:
'''Περὶ τῶν εὐθετιζόντων τὴν κόμην.'''
|align="left"|Οἱ τὸν Χριστὸν διὰ τοῦ βαπτίσματος ἐνδυσάμενοι, τὴν ἐν σαρκὶ αὐτοῦ πολιτείαν μιμεῖσθαι καθωμολόγησαν. Τοὺς οὖν τάς ἐν τῇ κεφαλῇ τρίχας πρὸς λύμην τῶν ὁρώντων ἐν ἐπινοίαις ἐμπλοκῆς εὐθετίζοντας, καὶ διασκευάζοντας, καὶ δέλεαρ προτιθέντας ἐντεῦθεν ταῖς ἀστηρίκτοις ψυχαῖς, ἐπιτιμίω προσφόρῳ πατρικῶς θεραπεύομεν, παιδαγωγοῦντες αὐτούς, καὶ σωφρόνως βιοῦν ἐκδιδάσκοντες, πρὸς τὸ ἀφέντας τὴν ἐκ τῆς ὕλης ἀπάτην καὶ ματαιότητα, πρὸς τὴν ἀνώλεθρον καὶ μακαρίαν ζωὴν τὸν νοῦν μετάγειν διηνεκῶς, καὶ ἐν φόβῳ ἁγνὴν ἔχειν ἀναστροφήν, καὶ Θεῷ πλησιάζειν, κατὰ τὸ ἐφικτόν, διὰ τῆς ἐν βίῳ καθάρσεως, καὶ τὸν ἔνδον, ἤ τὸν ἔξω ἄνθρωπον μᾶλλον κοσμεῖν ἀρεταῖς καὶ χρηστοῖς καὶ ἀμώμοις τοῖς ἤθεσιν· ὥστε μηδὲν λείψανον φέρειν ἐν ἑαυτοῖς τῆς τοῦ ἐναντίου σκαιότητος. Εἰ δέ τις παρὰ τὸν παρόντα κανόνα διαγίνοιτο, ἀφοριζέσθω.

|align="left"|Κανὼν ϰζ’:
'''Περὶ τοῦ μὴ ποιεῖν κοινὰς τάς περὶ τοὺς ἱεροὺς τόπους κατοικίας.'''
|align="left"|Μὴ ποιεῖν τοὺς ἱεροὺς τόπους κοινὰς κατοικίας. Τοὺς ἤ γαμετῆ συνοικοῦντας, ἤ ἄλλως ἀδιακρίτως τοὺς ἱεροὺς τόπους κοινοποιοῦντας, καὶ καταφρονητικῶς περὶ αὐτοὺς ἔχοντας, καὶ οὕτως ἐν αὐτοῖς καταμένοντας, καὶ ἐκ τῶν ἐν τοῖς σεβασμίοις ναοῖς κατηχουμένων ἐξωθεῖσθαι προστάσσομεν. Εἰ δέ τις μὴ τοῦτο παραφυλάξοι, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.

|align="left"|Κανὼν ϰη’:
'''Περὶ τοῦ ἄλλῳ μνηστευσαμένην ἀγομένου.'''
|align="left"|Ὁ ἑτέρῳ μνηστευθεῖσαν γυναῖκα, ἔτι τοῦ μνηστευσαμένου ζῶντος, πρὸς γάμου κοινωνίαν ἀγόμενος, τῷ τῆς μοιχείας ὑποκείσθω ἐγκλήματι.'''

|align="left"|Κανὼν ϰθ’:
'''Περὶ τὸν μὴ ἕψοντας κρέα, μέλη ἀφωρισμένα μερίζειν τοῖς ἱερεῦσιν ἐν ἐκκλησίᾳ.'''
|align="left"|Καὶ τοῦτο δὲ ἐν τῇ Ἀρμενίων χώρᾳ γίνεσθαι μεμαθήκαμεν· ὥς τινες ἔνδον ἐν τοῖς ἱεροῖς θυσιαστηρίοις μέλη κρεῶν ἕψοντες, προσάγουσιν, ἀφαιρέματα τοῖς ἱερεῦσιν ἰουδαϊκῶς ἀπονέμοντες. Ὅθεν τὸ τῆς ἐκκλησίας φυλάττοντες ἀκηλίδωτον, ὁρίζομεν, μὴ ἐξεῖναί τινι τῶν ἱερέων ἀφωρισμένα κρεῶν μέλη παρὰ τῶν προσαγόντων λαμβάνειν, αλλ’ οἷς ἀρεσθῇ ὁ προσάγων, τούτοις ἀρκείσθωσαν, ἔξω τῆς ἐκκλησίας τῆς τοιαύτης γινομένης προσαγωγῆς. Εἰ δέ τις μὴ τοῦτο οὕτω ποιῇ, ἀφοριζέσθω.

|align="left"|Κανὼν ρ’ (100):
'''Περὶ τῶν ἐν οἴκοις ἀσέμνων εἰκόνων.'''
|align="left"|Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· καί, πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἡ Σοφίᾳ διακελεύεται· ῥᾳδίως γὰρ τὰ ἑαυτῶν ἐπὶ τὴν ψυχὴν αἱ τοῦ σώματος αἰσθήσεις εἰσκρίνουσι. Τάς οὖν τὴν ὅρασιν καταγοητευούσας γραφάς, εἴτε ἐν πίναξιν, εἴτε ἄλλως πώς ἀνατεθειμένας, καὶ τὸν νοῦν διαφθειρούσας, καὶ κινοῦσας πρὸς τὰ τῶν αἰσχρῶν ἡδονῶν ὑπεκκαύματα, οὐδαμῶς ἀπὸ τοῦ νῦν οἱῳδήποτε τρόπῳ προστάσσομεν ἐγχαράττεσθαι· εἰ δέ τις τοῦτο πράττειν ἐπιχειρήσοι, ἀφοριζέσθω.

|align="left"|Κανὼν ρα’:
'''Περὶ τοῦ πῶς ὑποδεκτέον ταῖς χερσὶ τὴν θείαν εὐχαριστίαν.'''
|align="left"|Σῶμα Χριστοῦ, καὶ ναόν, τὸν κατ’ εἰκόνα Θεοῦ κτισθέντα ἄνθρωπον, ὁ θεῖος Ἀπόστολος μεγαλοφώνως ἀποκαλεῖ. Πάσης οὖν αἰσθητῆς κτίσεως ὑπερκείμενος ὅ τῷ σωτηρίῳ πάθει τοῦ οὐρανίου τυχών ἀξιώματος, ἐσθίων καὶ πίνων Χριστόν, πρὸς ζωὴν διὰ παντὸς μεθαρμόζεται τὴν ἀΐδιον, ψυχὴν καὶ σῶμα τῇ μεθέξει τῆς θείας ἁγιαζόμενος χάριτος· ὥστε, εἴ τις τοῦ ἀχράντου σώματος μετασχεῖν ἐν τῷ τῆς συνάξεως βουληθείη καιρῷ, καὶ ἕν πρὸς αὐτῷ τῇ μετουσίᾳ γενέσθαι, τάς χεῖρας σχηματίζων εἰς τύπον σταυροῦ, οὕτω προσίτω καὶ δεχέσθω τὴν κοινωνίαν τῆς χάριτος. Τοὺς γὰρ ἐκ χρυσοῦ, ἤ ἄλλης ὕλης, ἀντὶ χειρός, τινὰ δοχεῖα κατασκευάζοντας πρὸς τήν τοῦ θείου δώρου ὑποδοχήν, καὶ δι’ αὐτῶν τῆς ἀχράντου κοινωνίας ἀξιουμένους, οὐδαμῶς προσιέμεθα, ὡς προτιμῶντας τῆς τοῦ Θεοῦ εἰκόνος τὴν ἄψυχον ὕλην καὶ ὑποχείριον. Εἰ δέ τις ἁλῶ τῆς ἀχράντου κοινωνίας μεταδιδοὺς τοῖς τὰ τοιαῦτα δοχεῖα προσφέρουσι, καὶ αὐτὸς ἀφοριζέσθω, καὶ ὁ ταῦτα ἐπιφερόμενος.'''

|align="left"|Κανὼν ρβ’:
'''Μετὰ συνέσεως γινέσθω ἐν τῇ ἐξομολογήσει ἡ ἄφεσις τοῖς ἁμαρτάνουσιν.
|align="left"|Δεῖ δὲ τοὺς ἐξουσίαν λύειν καὶ δεσμεῖν παρὰ Θεοῦ λαβόντας, σκοπεῖν τὴν τῆς ἁμαρτίας ποιότητα, καὶ τήν τοῦ ἡμαρτηκότος πρὸς ἐπιστροφὴν ἑτοιμότητα, καὶ οὕτω κατάλληλον τὴν θεραπείαν προσάγειν τῷ ἀρρωστήματι, ἵνα μή, τῇ ἀμετρίᾳ καθ’ ἑκάτερον χρώμενος, ἀποσφαλείη πρὸς τὴν σωτηρίαν τοῦ κάμνοντος. Οὐ γὰρ ἁπλῇ τῆς ἁμαρτίας ἡ νόσος, ἀλλὰ ποικίλη καὶ πολυειδής, καὶ πολλὰς τῆς βλάβης τάς παραφυάδας βλαστάνουσα, ἐξ ὧν τὸ κακὸν ἐπὶ πολὺ διαχεῖται, καὶ πρόσω βαίνει, μέχρις ἂν σταίη τῇ δυνάμει τοῦ θεραπεύοντος. Ὥστε τὸν τὴν ἰατρικὴν ἐν Πνεύματι ἐπιστήμην ἐπιδεικνύμενον, πρότερον χρή τήν του ἡμαρτηκότος διάθεσιν ἐπισκέπτεσθαι, καὶ εἴτε πρὸς τὴν ὑγείαν νεύει, ἤ τοὐναντίον, διὰ τῶν οἰκείων τρόπων προσκαλεῖται καθ' ἑαυτοῦ τὸ ἀρρώστημα, ἐφορᾶν, ὅπως τε τῆς ἐν τῷ μεταξὺ προνοεῖται ἀναστροφῆς, καὶ εἰ μὴ τῷ τεχνίτῃ ἀντιπαλαίει, καὶ τὸ τῆς ψυχῆς ἕλκος διὰ τῆς τῶν ἐπιτιθεμένων φαρμάκων αὐξάνει προσαγωγῆς, καὶ οὕτω τὸν ἔλεον κατ' ἀξίαν ἐπιμετρεῖν. Πᾶς γὰρ λόγος Θεῷ καὶ τῷ τὴν ποιμαντικὴν ἐγχειρισθέντι ἡγεμονίαν, τὸ πλανώμενον πρόβατον ἐπαναγαγεῖν, καὶ τρωθὲν ὑπὸ τοῦ ὄφεως ἐξιάσασθαι καὶ μήτε κατὰ κρημνῶν ὠθῆσαι τῆς ἀπογνώσεως, μήτε τὸν χαλινὸν ὑπενδοῦναι πρὸς τήν τοῦ βίου ἔκλυσίν τε καὶ καταφρόνησιν· ἀλλ' ἑνί γε τρόπῳ πάντως, εἴτε διὰ τῶν αὐστηροτέρων τε καὶ στυφόντων, εἴτε διὰ τῶν ἁπαλωτέρων τε καὶ πραοτέρων φαρμάκων, κατὰ τοῦ πάθους στῆναι, καὶ πρὸς συνούλωσιν τοῦ ἕλκους ἀνταγωνίσασθαι, τοὺς τῆς μετανοίας καρποὺς δοκιμάζοντι, καὶ οἰκονομοῦντι σοφὼς τὸν πρὸς τὴν ἄνω λαμπροφορίαν καλούμενον ἄνθρωπον. Ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς χρή, καὶ τὰ τῆς συνηθείας· ἕπεσθαι δέ, ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα, τῷ παραδοθέντι τύπῳ, καθὼς ὁ ἱερὸς ἡμᾶς ἐκδιδάσκει Βασίλειος.

[[Κατηγορία:Ιεροί Κανόνες]]