Σύνοδος Άγκυρας (κανόνες)
Αναθεώρηση ως προς 12:53, 19 Αυγούστου 2008 από τον Papyrus (Συζήτηση | Συνεισφορά) (Νέα σελίδα: Η τοπική Σύνοδος της Άγκυρας συνεκλήθη στην Άγκυρα της Γαλατίας το έτος 314 και ...)
Η τοπική Σύνοδος της Άγκυρας συνεκλήθη στην Άγκυρα της Γαλατίας το έτος 314 και εξέδωσε 25 κανόνες (βλέπε κύριο άρθρο Σύνοδος της Άγκυρας):
Κανόνες της Συνόδου της Άγκυρας - Περίληψη | Κείμενο |
---|---|
Κανὼν α’ (1): Περὶ πρεσβυτέρων ἐκπτώσεως ἐν διωγμῷ. |
Πρεσβυτέρους τοὺς ἐπιθύσαντας, εἶτα ἀναπαλαίσαντας, μήτε ἐκ μεθόδου τινός, ἂλλ' ἐξ ἀληθείας, μήτε προκατασκευάσαντας καὶ ἐπιτηδεύσαντας καὶ πείσαντας, ἵνα δόξωσι μὲν βασάνοις ὑποβάλλεσθαι, ταύτας δὲ τὸ δοκεῖν καὶ τῷ σχήματι προσαχθῆναι. Τούτους ἔδοξε τῆς μὲν τιμῆς τῆς κατὰ τὴν καθέδραν μετέχειν∙ προσφέρειν δὲ αὐτοὺς ἢ ὁμιλεῖν ἢ ὅλως λειτουργεῖν τι τῶν ἱερατικῶν λειτουργιῶν μὴ ἐξεῖναι. |
Κανὼν β’ (2): Περὶ διακόνων ἐκπτώσεως. |
Διακόνους ὁμοίως θύσαντας, μετὰ δὲ ταῦτα ἀναπαλαίσαντας, τὴν μὲν ἄλλην τιμὴν ἔχειν, πεπαῦσθαι δὲ αὐτοὺς πάσης τῆς ἱερᾶς λειτουργίας, τῆς τε τοῦ ἄρτον ἢ ποτήριον ἀναφέρειν, ἢ κηρύσσειν. Εἰ μέντοι τινὲς τῶν ἐπισκόπων τούτοις συνίδοιεν κάματόν τινα ἢ ταπείνωσιν πραότητος καὶ ἐθέλοιεν πλέον τι διδόναι ἢ ἀφαιρεῖν, ἐπ' αὐτοῖς εἶναι τὴν ἐξουσίαν. |
Κανὼν γ’ (3): Περὶ ἰδιωτῶν δυναστικῶς μιαροφαγησάντων. |
Τοὺς φεύγοντας καὶ συλληφθέντας ἢ ὑπὸ οἰκείων παραδοθέντας ἢ ἄλλως τὰ ὑπάρχοντα ἀφαιρεθέντας ἢ ὑπομείναντας βασάνους ἢ εἰς δεσμωτήριον ἐμβληθέντας, βοώντας τε ὅτι εἰσὶ χριστιανοί, καὶ περισχιθέντας ἢ τι εἰς τάς χεῖρας πρὸς βίαν ἐμβαλλόντων τῶν βιαζομένων ἢ βρώμα τι πρὸς ἀνάγκην δεξαμένους, ὁμολογοῦντας δὲ διόλου ὅτι εἰσὶ χριστιανοὶ καὶ τὸ πένθος τοῦ συμβάντος ἀεὶ ἐπιδεικνυμένους τῇ πάσῃ καταστολῇ καὶ τῷ σχήματι καὶ τῇ τοῦ βίου ταπεινότητι, τούτους ὣς ἔξω ἁμαρτήματος ὄντας τῆς κοινωνίας μὴ κωλύεσθαι. Εἰ δὲ καὶ ἐκωλύθησαν ὑπὸ τινος, περισσοτέρας ἀκριβείας ἕνεκεν ἢ καὶ τινων ἀγνοίᾳ, εὐθὺς προσδεχθῆναι. Τοῦτο δὲ ὁμοίως ἐπί τε τῶν ἐκ τοῦ κλήρου καὶ τῶν ἄλλων λαϊκῶν. Προσεξητάσθη δὲ κἀκεῖνο, εἰ δύνανται καὶ λαϊκοί, τῇ αὐτῇ ἀνάγκῃ ὑποπεσόντες, προάγεσθαι εἰς τάξιν∙ ἔδοξεν οὖν καὶ τούτους, ὡς μηδὲν ἡμαρτηκότας, εἰ καὶ ἡ προλαβοῦσα εὑρίσκοιτο ὀρθὴ τοῦ βίου πολιτεία, προχειρίζεσθαι. |
Κανὼν δ’ (4).: Ἐπιτίμιον τῶν μιαροφαγησάντων ἐν εἰδωλικοῖς οὐ μετὰ λύπης. |
Περὶ τῶν πρὸς βίαν θυσάντων, ἐπὶ δὲ τούτοις καὶ τῶν δειπνησάντων εἰς τὰ εἴδωλα, ὅσοι μὲν ἀπαγόμενοι καὶ σχήματι φαιδροτέρῳ ἀνῆλθον καὶ ἐσθῆτι ἐχρήσαντο πολυτελεστέρα καὶ μετέσχον τοῦ παρασκευασθέντος δείπνου ἀδιαφόρως, ἔδοξεν ἐνιαυτὸν ἀκροᾶσθαι, ὑποπεσεῖν δὲ τρία ἔτη, εὐχῆς δὲ μόνης κοινωνῆσαι ἔτη δύο, καὶ τότε ἐλθεῖν ἐπὶ τὸ τέλειον. |
Κανὼν ε’ (5): Ἐπιτίμιον τῶν μετὰ λύπης εἰδωλοθύτων γευσαμένων. |
Ὅσοι δὲ ἀνῆλθον μετὰ ἐσθῆτος πενθικῆς καὶ ἀναπεσόντες ἔφαγον, μεταξὺ δι' ὅλης τῆς ἀνακλίσεως δακρύοντες, εἰ ἐπλήρωσαν τὸν τῆς ὑποπτώσεως τριετῆ χρόνον, χωρὶς προσφορᾶς δεχθήτωσαν. Εἰ δὲ μὴ ἔφαγον, δύο ὑποπεσόντες ἔτη, τῷ τρίτῳ κοινωνησάτωσαν ἔτει χωρὶς προσφορᾶς, ἵνα τὸ τέλειον τῇ τετραετίᾳ λάβωσι. Τοὺς δὲ ἐπισκόπους ἐξουσίαν ἔχειν, τὸν τρόπον τῆς ἐπιστροφῆς δοκιμάσαντας, φιλανθρωπεύεσθαι ἢ πλείονα προστιθέναι χρόνον. Πρὸ πάντων δὲ καὶ ὁ προάγων βίος καὶ ὁ μετὰ ταῦτα ἐξεταζέσθω, καὶ οὕτως ἡ φιλανθρωπία ἐπιμετρείσθω. |
Κανὼν ς’ (6): Περὶ τὼν ἀπειλῇ μόνῃ θυσάντων. |
Περὶ τῶν ἀπειλὴ εἰξάντων κολάσεων καὶ ἀφαιρέσεως ὑπαρχόντων ἢ μετοικίας καὶ θυσάντων, καὶ μέχρι τοῦ παρόντος καιροῦ μὴ μετανοησάντων, μηδὲ ἐπιστρεψάντων, νῦν δὲ παρὰ τὸν καιρὸν τῆς συνόδου προσελθόντων καὶ εἰς διάνοιαν τῆς ἐπιστροφῆς γενομένων, ἔδοξε μέχρι τῆς μεγάλης ἡμέρας εἰς ἀκρόασιν δεχθῆναι, καὶ μετὰ τὴν μεγάλην ἡμέραν ὑποπεσεῖν τρία ἔτη καὶ μετὰ ἄλλα δύο ἔτη κοινωνῆσαι, χωρὶς προσφορᾶς, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὸ τέλειον, ὥστε τὴν πᾶσαν ἑξαετίαν πληρῶσαι. Εἰ δέ τινες πρὸ τῆς συνόδου ταύτης ἐδέχθησαν εἰς μετάνοιαν, ἀπ' ἐκείνου τοῦ χρόνου λελογίσθαι αὐτοῖς τὴν ἀρχὴν τῆς ἑξαετίας. Εἰ μὲν τοι κίνδυνος καὶ θανάτου προσδοκία ἐκ νόσου ἢ ἄλλης τινὸς προφάσεως συμβαίη, τούτους ἐπὶ ὅρῳ δεχθῆναι. |
Κανὼν ζ’ (7): Περὶ τῶν συνεστιαθέντων ἐν ἐθνικῇ ἑορτῇ. |
Περὶ τῶν συνεστιασθέντων ἐν ἐθνικῇ ἑορτῇ, ἐν τόπῳ ἀφωρισμένῳ τοῖς ἐθνικοῖς, ἴδια βρώματα κομισαμένων καὶ φαγόντων, ἔδοξε διετίαν ὑποπεσόντας δεχθῆναι· τὸ δέ, εἰ χρή μετὰ τῆς προσφορᾶς ἕκαστον, τῶν ἐπισκόπων ἐστὶ δοκιμάσαι καὶ τὸν ἄλλον βίον ἐφ’ ἑκάστου ἐξετάσαι. |
Κανὼν η’ (8): Περὶ τῶν πολλάκις ἐκ βίας θυσάντων. |
Οἱ δὲ δεύτερον καὶ τρίτον θύσαντες μετὰ βίας, τετραετίαν ὑποπεσέτωσαν, δύο δὲ ἔτη χωρὶς προσφορᾶς κοινωνησάτωσαν, καὶ τῷ ἑβδόμῳ τελείως δεχθήτωσαν. |
Κανὼν θ’ (9): Περὶ τῶν καὶ ἄλλους εἰς τοῦτο ἀναγκασάντων Χριστιανῶν. |
Ὅσοι δὲ μὴ μόνον ἀπέστησαν, ἀλλὰ καὶ ἐπανέστησαν, καὶ ἠνάγκασαν ἀδελφοὺς καὶ αἴτιοι ἐγένοντο τοῦ ἀναγκασθῆναι, οὗτοι ἔτη μὲν τρία τὸν τῆς ἀκροάσεως δεξάσθωσαν τόπον, ἐν δὲ ἂλλῃ ἑξαετίᾳ τὸν τῆς ὑποπτώσεως, ἄλλον δὲ ἐνιαυτὸν κοινωνησάτωσαν χωρὶς προσφορᾶς, ἵνα, τὴν δεκαετίαν πληρώσαντες, τοῦ τελείου μετάσχωσιν· ἐν μέντοι τούτῳ τῷ χρόνῳ, καὶ τὸν ἄλλον αὐτῶν ἐπιτηρεῖσθαι βίον. |
Κανὼν ι’ (10): Περὶ τῶν πρὸ τὴς χειροτονίας διαμαρτυραμένων διακόνων, ὅτι βούλονται γαμῆσαι. |
Διάκονοι, ὅσοι καθίστανται, παρ' αὐτὴν τὴν κατάστασιν, εἰ ἐμαρτύραντο καὶ ἔφασαν χρῆναι γαμῆσαι, μὴ δυνάμενοι οὕτω μένειν, οὗτοι μετὰ ταῦτα γαμήσαντες, ἔστωσαν ἐν τῇ ὑπηρεσία, διὰ τὸ ἐπιτραπῆναι αὐτοῖς ὑπὸ τοῦ ἐπισκόπου. Τοῦτο δέ, εἴ τινες σιωπήσαντες καὶ καταδεξάμενοι ἐν τῇ χειροτονίᾳ μένειν οὕτω, μετὰ ταῦτα ᾖλθον ἐπὶ γάμον, πεπαῦσθαι αὐτοὺς τῆς διακονίας. |
Κανὼν ια’ (11): Μνηστευθεῖσα κόρη, καὶ παρ’ ἄλλου ἁρπαγεῖσα, ἀποκαθίσταται τῷ μνηστῆρι. |
Τάς μνηστευθείσας κόρας καὶ μετὰ ταῦτα ὑπὸ ἄλλων ἁρπαγείσας, ἔδοξεν ἀποδίδοσθαι τοῖς προμνηστευσαμένοις, εἰ καὶ βίαν ὑπ' αὐτῶν πάθοιεν. |
Κανὼν ιβ’ (12): Ὁ πρὸ τοῦ βαπτίσματος εἰδώλοις θύσας κληροῦται μετὰ τὸ βάπτισμα. |
Τοὺς πρὸ τοῦ βαπτίσματος τεθυκότας καὶ μετὰ ταῦτα βαπτισθέντας, ἔδοξεν εἰς τάξιν προάγεσθαι, ὡς ἀπολουσαμένους. |
Κανὼν ιγ’ (13): Χωρεπίσκοποι οὺ χειροτονοῦσι πρεσβυτέρους, ἢ διακόνους, χωρὶς ἐγγράφου ἀδείας τοὺ ἐπισκόπου. |
Χωρεπισκόποις μὴ ἐξεῖναι πρεσβυτέρους ἣ διακόνους χειροτονεῖν, ἀλλὰ μὴν μηδὲ πρεσβυτέρους πόλεως, χωρὶς τοῦ ἐπιτραπῆναι ὑπὸ τοῦ ἐπισκόπου μετὰ γραμμάτων ἐν ἑτέρᾳ παροικίᾳ. |
Κανὼν ιδ’ (14): Περὶ πρεσβυτέρων ἀπεχομένων κρεῶν. |
Τοὺς ἐν κλήρῳ, πρεσβυτέρους ἢ διακόνους ὄντας, ἀπεχομένους κρεῶν, ἔδοξεν ἐφάπτεσθαι καὶ οὕτως, εἰ βούλοιντο, κρατεῖν ἑαυτῶν· εἰ δὲ μὴ βούλοιντο, ὡς μηδὲ τὰ μετὰ κρεῶν βαλλόμενα λάχανα ἐσθίειν, καὶ εἰ μὴ ὑπείκοιεν τῷ κανόνι, πεπαῦσθαι αὐτοὺς τῆς τάξεως. |
Κανὼν ιε’ (15): Ὅτι ἡ πώλησις ἐκκλησιαστικῶν πραγμάτων, μὴ ὄντος ἐπισκόπου, ἀνακαλεῖται, εἰ κρίνοι ὁ ἐπίσκοπος. |
Περὶ τῶν διαφερόντων τῷ Κυριακῷ, ὅσα ἐπισκόπου μὴ ὄντος πρεσβύτεροι ἐπώλησαν, ἀνακαλεῖσθαι τὸ Κυριακόν. Ἐν δὲ τῇ κρίσει τοῦ ἐπισκόπου εἶναι, εἴπερ προσήκει ἀπολαβεῖν τὴν τιμήν, εἴτε καὶ μὴ διὰ τὸ πολλάκις τὴν πρόσοδον τῶν πεπραμένων ἀποδεδωκέναι αὐτοῖς τούτοις πλείονα τὴν τιμήν. |
Κανὼν ις’ (16): Ἐπιτίμιον τῶν ἀλογευσαμένων. |
Περὶ τῶν ἀλογευσαμένων ἢ καὶ ἀλογευομένων, ὅσοι πρὶν εἰκοσαετεῖς γενέσθαι ἥμαρτον, πέντε καὶ δέκα ἔτεσιν ὑποπεσόντες, κοινωνίας τυγχανέτωσαν τῆς εἰς τάς προσευχάς, εἴτα ἐν τῇ κοινωνίᾳ, διατελέσαντες ἔτη πέντε, τότε καὶ τῆς προσφορᾶς ἐφαπτέσθωσαν. Ἐξεταζέσθω δὲ αὐτῶν καὶ ὁ ἐν τῇ ὑποπτώσει βίος, καὶ οὕτω τυγχανέτωσαν τῆς φιλανθρωπίας. Εἰ δέ τινες κατακόρως ἐν τοῖς ἁμαρτήμασι γεγόνασι, τὴν μακρὰν ἐχέτωσαν ὑπόπτωσιν. Ὅσοι δὲ ὑπερβάντες τὴν ἡλικίαν ταύτην καὶ γυναῖκας ἔχοντες περιπεπτώκασι τῷ ἁμαρτήματι, πέντε καὶ εἴκοσιν ἔτεσιν ὑποπεσόντες, κοινωνίας τυγχανέτωσαν τῆς εἰς τάς προσευχάς· εἴτα ἐκτελέσαντες πέντε ἔτη ἐν τῇ κοινωνίᾳ τῶν εὐχῶν, τυγχανέτωσαν τῆς προσφορᾶς. Εἰ δέ τινες καὶ γυναῖκας ἔχοντες καὶ ὑπερβάντες τὸν πεντηκονταετῆ χρόνον ἥμαρτον, ἐπὶ τῇ ἐξόδω τοῦ βίου τυγχανέτωσαν τῆς κοινωνίας. |
Κανὼν ιζ’ (17): Τοὺς ἀλογευσαμένους καὶ λεπροὺς τίσι συνευκτέον. |
Τοὺς ἀλογευσαμένους καὶ λεπροὺς ὄντας, ἤτοι λεπρώσαντας, τούτους προσέταξεν ἡ ἁγία σύνοδος εἰς τοὺς χειμαζομένους εὔχεσθαι. |
Κανὼν ιη’ (18): Περὶ τῶν μὴ δεχθέντων, ἐν ᾗ προεχειρίσθησαν ἐπισκοπῇ. |
Εἴ τινες ἐπίσκοποι κατασταθέντες καὶ μὴ δεχθέντες ὑπὸ τῆς παροικίας ἐκείνης, εἰς ἣν ὠνομάσθησαν, ἑτέραις βούλοιντο παροικίαις ἐπιέναι καὶ βιάζεσθαι τοὺς καθεστῶτας καὶ στάσεις κινεῖν κατ' αὐτῶν, τούτους ἀφορίζεσθαι. Ἐὰν μὲν τοι βούλοιντο εἰς τὸ πρεσβυτέριον καθέζεσθαι, ἔνθα ἦσαν πρότερον πρεσβύτεροι, μὴ ἀποβάλλεσθαι αὐτοὺς τῆς τιμῆς· ἐὰν δὲ διαστασιάζωσι πρὸς τοὺς καθεστῶτας ἐκεῖ ἐπισκόπους, ἀφαιρεῖσθαι αὐτοὺς καὶ τὴν τιμὴν τοῦ πρεσβυτερίου καὶ γίνεσθαι αὐτοὺς ἐκκηρύκτους. |
Κανὼν ιθ’ (19): Ἐπιτίμιον τῶν ἐπαγγειλαμένων παρθενίαν, καὶ ἀθετησάντων. |
Ὅσοι, παρθενίαν ἐπαγγελλόμενοι, ἀθετούσι τὴν ἐπαγγελίαν, τὸν τῶν διγάμων ὃρον ἐκπληρούτωσαν. Τάς μέντοι συνερχομένας παρθένους τισὶν ὡς ἀδελφὰς ἐκωλύσαμεν. |
Κανὼν κ’ (20): Περὶ μοιχῶν ποινηλασίας. |
Ἐάν τινος γυνὴ μοιχευθῇ ἣ μοιχεύση τις, ἐν ἑπτὰ ἔτεσι δεῖ αὐτὸν τοῦ τελείου τυχεῖν, κατὰ τοὺς βαθμοὺς τοὺς προάγοντας. |
Κανὼν κα’ (21): Περὶ πορνευουσῶν, καὶ ἀποκτεινουσῶν τὰ οἰκεῖα βρέφη. |
Περὶ τῶν γυναικῶν τῶν ἐκπορνευουσῶν καὶ ἀναιρουσῶν τὰ γεννώμενα καὶ σπουδαζουσῶν φθόρια ποιεῖν, ὁ μὲν πρότερος ὅρος μέχρις ἐξόδου ἐκώλυσε, καὶ τούτῳ συντίθενται. Φιλανθρωπότερον δέ τι εὑρόντες, ὡρίσαμεν δεκαετῆ χρόνον, κατὰ τοὺς βαθμοὺς τοὺς ὡρισμένους, πληρῶσαι. |
Κανὼν κβ’ (22): Ἐπιτίμιον τῶν ἑκουσίων φονέων. |
Περὶ ἑκουσίων φόνων, ὑποπιπτέτωσαν μέν, τοῦ δὲ τελείου ἐν τῷ τέλει τοῦ βίου καταξιούσθωσαν. |
Κανὼν κγ’ (23): Ἐπιτίμιον τῶν ἀκουσίων φονέων. |
Ἐπὶ ἀκουσίων φόνων, ὁ μὲν πρότερος ὅρος ἐν ἑπταετία κελεύει τοῦ τελείου μετασχεῖν, κατὰ τοὺς ὡρισμένους βαθμούς· ὁ δεύτερος, τὸν πενταετῆ χρόνον πληρῶσαι. |
Κανὼν κδ’ (24): Περὶ τῶν ἐπιτηδευόντων, καὶ τῶν δεχομένων τὰς μαντείας. |
Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἐξακολουθοῦντες ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, κατὰ τοὺς βαθμοὺς τοὺς ὡρισμένους, τρία ἔτη ὑποπτώσεως καὶ δύο ἔτη εὐχῆς, χωρὶς προσφορᾶς. |
Κανὼν κε’ (25): Περὶ παιδείας τῶν συνειδότων παρθένον διαφθαρεῖσαν. |
Μνηστευσάμενός τις κόρην, προσεφθάρη τῇ ἀδελφῇ αὐτῆς, ὡς καὶ ἐπιφορέσαι αὐτήν, ἔγημε δὲ τὴν μνηστὴν μετὰ ταῦτα, ἡ δὲ φθαρεῖσα ἀπήγξατο· οἱ συνειδότες ἐκελεύσθησαν ἐν δεκαετίᾳ δεχθῆναι εἰς τοὺς συνεστῶτας κατὰ τοὺς ὡρισμένους βαθμούς. |