Διαφορά μεταξύ των αναθεωρήσεων του "Σύνοδος Καρθαγένης (κανόνες)"

Από OrthodoxWiki
Μετάβαση σε: πλοήγηση, αναζήτηση
(Κανόνες 80-133)
(Κανόνες 110-133)

Γραμμή 352: Γραμμή 352:

==Κανόνες 110-133==

==Κανόνες 110-133==

{| {{Prettytable}}

!'''Κανόνες της Συνόδου της Καρθαγένης - Περίληψη'''

!'''Κείμενο'''

|align="left"|Κανὼν ρι’ (110):
'''Ὅτι τὰ μικρὰ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτίζονται.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε τὰ μικρὰ καὶ νεογέννητα ἐκ τῶν γαστέρων τῶν μητέρων βαπτιζόμενα ἀρνεῖται ἤ λέγει εἰς ἄφεσιν ἁμαρτιῶν αὐτὰ βαπτίζεσθαι, μηδὲν δὲ ἐκ τῆς τοῦ ᾽Αδὰμ ἕλκειν προγονικῆς ἁμαρτίας τὸ ὀφεῖλον καθαρθῆναι τῷ λουτρῷ τῆς παλιγγενεσίας, ὅθεν γίνεται ἀκόλουθον, ὅτι ἐν τούτοις ὁ τύπος τοῦ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτίσματος οὐκ ἀληθής, ἀλλὰ πλαστὸς νοεῖται, ἀνάθεμα εἴη. Ἐπειδὴ οὐκ ἄλλως δεῖ νοῆσαι τὸ εἰρημένον τῷ ἀποστόλῳ· Δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐν ᾧ πάντες ἥμαρτον, εἰ μὴ ὃν τρόπον ἡ καθολικὴ ᾽Ἐκκλησία, ἡ πανταχοῦ διακεχυμένη καὶ ἡπλωμένη, ἀεὶ ἐνόησε. Διὰ γὰρ τὸν κανόνα τοῦτον τῆς πίστεως καὶ οἱ μικροὶ ἔτι μήν, οἱ μηδὲν ἁμαρτημάτων εἰς ἑαυτοὺς ἔτι μὴν πλημμελεῖν δυνάμενοι, εἰς ἄφεσιν ἀμαρτιῶν ἀληθινῶς βαπτίζονται, ἵνα καθαρθῇ ἐν αὐτοῖς διὰ τῆς παλιγγενεσίας, ὅπερ εἵλκυσαν ἐκ τῆς ἀρχαιογονίας.

|align="left"|Κανὼν ρια’:
'''Ὅτι ἡ τοῦ Θεοῦ χάριτι οὐ μόνον ἄφεσιν χαρίζεται ἁμαρτιῶν, ἀλλὰ καὶ βοήθειαν παρέχει τοῦ μηκέτι ἁμαρτάνειν.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε εἴποι τὴν χάριν τοῦ Θεοῦ, ᾗ τινι δικαιοῦται διὰ ᾽Ιησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, πρὸς μόνην ἄφεσιν ἁμαρτιῶν ἰσχύειν τῶν ἤδη πεπλημμελημένων καὶ μὴ παρέχειν ἔτι μὴν βοήθειαν πρὸς τὸ μὴ ἕτερα πλημμελεῖσθαι, ἀνάθεμα εἴη.

|align="left"|Κανὼν ριβ’:
'''Ὅτι ἡ χάρις τοῦ Θεοῦ οὐ μόνον γνῶσιν παρέχει, ὡς δεῖ πράττειν, ἀλλὰ καὶ ἀγάπην ἔτι μὴν ἐμπνέει ἠμῖν, ἵνα ὃ ἐὰν ἐπιγινώσκωμεν καὶ πληρώσαι ἰσχύσωμεν.'''

|align="left"|Ὁμοίως ὁστισδήποτε εἴποι τὴν αὐτὴν χάριν τοῦ Θεοῦ, τὴν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, εἰς τοῦτο μόνον ἡμῖν βοηθεῖν, πρὸς τὸ μὴ ἁμαρτάνειν ὅτι δι' αὐτῆς ἡμῖν ἀποκαλύπτεται καὶ φανεροῦται ἡ γνῶσις τῶν ἁμαρτημάτων, ὥστε γινώσκειν ἅ δεῖ ἐπιζητεῖν καὶ ἃ δεῖ ἐκκλίνειν, οὐ μὴν δι' αὐτῆς ἡμῖν παρέχεται, ἵνα ὅπερ γνῶμεν ποιητέον καὶ ποιῆσαι ἔτι μὴν ἀγαπήσωμεν καὶ ἰσχύσωμεν, ἀνάθεμα εἴη. Τοῦ γὰρ ἀποστόλου λέγοντος, ὅτι ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οίκοδομεῖ, ἀσεβὲς πάνυ πιστεύειν πρὸς μὲν τὸ φυσιοῦν ἡμᾶς ἔχειν τὴν χάριν τοῦ Χριστοῦ, πρὸς δὲ τὸ οἰκοδομεῖν μὴ ἔχειν· ὁπόταν ἑκάτερον δῶρόν ἐστι τοῦ Θεοῦ, καὶ τὸ εἰδέναι τί ποιεῖν δεῖ καὶ τὸ ἀγαπᾶν ὃ δεῖ ποιεῖν, ἵνα τῆς ἀγάπης οἰκοδομούσης ἡ γνῶσις φυσιοῦν μὴ δυνηθῇ, ὥσπερ γὰρ ἐκ Θεοῦ γέγραπται· Ὁ διδάσκων ἄνθρωπον γνῶσιν, οὕτως ἔτι μὴν γέγραπται· Ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστίν.

|align="left"|Κανὼν ριγ’:
'''Ὅτι ἄνευ τῆς του Θεοῦ χάριτος οὐδὲν δυνάμεθα πληροῦν.'''

|align="left"|Ὁμοίως ἤρεσὲν, ἵνα ὁστισδήποτε εἴποι διὰ τοῦτο τὴν χάριν ἡμῖν τῆς δικαιοσύνης δεδόσθαι, ἵνα ὅπερ ποιεῖν διὰ τοῦ αὐτεξουσίου δυνάμεθα, εὐχερεστέρως πληρῶμεν διὰ τῆς χάριτος, ὡς ἂν εἰ καὶ ἠ χάρις μὴ ἐδίδοτο, οὐκ εὐχερῶς μέν, ἀλλ' ὅμως ἐδυνάμεθα καὶ δίχα ἐκείνης ἔτι μὴν πληρῶσαι τὰς θείας ἐντολάς, ἀνάθεμα εἴη. Περὶ γὰρ τῶν καρπῶν τῶν ἐντολῶν ὁ Κύριος ἐλάλει, ὅπου οὐκ εἶπε· Χωρὶς ἐμοῦ δυσχερῶς δύνασθε ποιεῖν, ἀλλ' εἶπε· Χωρὶς ἐμοῦ οὐδὲν δύνασθε ποιεῖν.

|align="left"|Κανὼν ριδ’:
'''Ὅτι οὐ μόνον ταπεινή, ἀλλὰ καὶ ἀληθινὴ ἡ φωνὴ τῶν ἁγίων ἐστὶν αὔτη• Ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν.'''

|align="left"|Ὅμοίως ἤρεσεν, ἵνα ὅπερ εἶπεν ὁ ἅγιος ᾽Ιωάννης ὁ ἀπόστολος· Ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς ἀπατῶμεν καὶ ἀλήθεια ἐν ἡμῖν οὐκ ἔστιν, ὁστισδήποτε οὕτω παραληπτέον νομίσῃ, ὡς εἰπεῖν διὰ ταπεινοφροσύνην μὴ ὀφείλειν λέγεσθαι ἡμᾶς μὴ ἔχειν ἁμαρτίαν, οὐχ ὅτι ἀληθῶς οὕτως ἐστίν, ἀνάθεμα εἴη. Ἐὰν δὲ ὁμολογήσωμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ὅστις ἀφήσει ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἀδικίας, ἔνθα πάνυ δεδήλωται τοῦτο μὴ μόνον ταπεινοφρόνως, ἀλλ' ἔτι μὴν ἀληθῶς λέγεσθαι. Ἠδύνατο γὰρ ὁ ἀπόστολος εἰπεῖν, ἐὰν εἴπωμεν οὐκ ἔχομεν ἁμαρτίαν, ἐαυτοὺς ἐξυψοῦμεν καὶ ταπεινοφροσύνη ἐν ἡμῖν οὐκ ἔστιν· ἀλλ' εἰπών, ὅτι ἐαυτοὺς ἀπατῶμεν καὶ ἀλήθεια ἐν ἡμῖν οὐκ ἔστιν, πάνυ ἀπέδειξε τὸν λέγοντα ἐαυτὸν μὴ ἔχειν ἁμαρτίαν μὴ ἀληθεύειν, ἀλλὰ ψεύδεσθαι.

|align="left"|Κανὼν ριε’:
'''Ὅτι ἐν τῇ δεσποτικῇ εὐχῇ οἱ ἅγιοι ὑπὲρ ἑαυτῶν λέγουσιν•  Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε εἴποι ἐν τῇ δεσποτικῇ εὐχῇ διὰ τοῦτο λέγειν τοὺς ἁγίους, ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, οὐχ ὅτι ὑπὲρ ἑαυτῶν λέγουσιν, ἐπειδὴ αὐτοῖς λοιπὸν οὐκ ἔστιν ἀναγκαία αὕτη ἡ αἴτησις, ἀλλ' ὅτι ὑπὲρ ἄλλων τῶν ὄντων ἐν τῷ λαῷ αὐτῶν ἁμαρτωλῶν καὶ μὴ λέγειν ἕνα ἕκαστον τῶν ἁγίων· ἄφες μοι τὰ ὀφειλήματά μου, ἀλλ' ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς ὑπὲρ ἄλλων τοῦτο μᾶλλον ἢ ὑπὲρ ἑαυτοῦ τὸν δίκαιον αἰτοῦντα νοεῖσθαι, ἀνάθεμα εἴη. Ἅγιος γὰρ καὶ δίκαιος ᾖν Ἰάκωβος ὁ ἀπόστολος, ὅτε ἔλεγεν· Ἐν πολλοῖς γὰρ ἁμαρτάνομεν πάντες. Ἐπεὶ διὰ τί προστέθειται τό· πάντες, εἰ μὴ ἵνα ἡ ἔννοια αὕτη ἁρμοσθῇ καὶ τῷ Ψαλμῷ, ὅπου ἀναγινώσκεται· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ ἐν τῇ εὐχῇ τοῦ σοφωτάτου Σολομῶντος· Οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἥμαρτε· καὶ ἐν τῇ βίβλῳ τοῦ ἁγίου Ἰὼβ τό· ἐν χειρὶ παντὸς ἀνθρώπου σημαίνει, ὥστε εἰδέναι πάντα ἄνθρωπον τὴν ἀσθένειαν αὐτοῦ. Ὅθεν, ἔτι μὴν ὁ ἅγιος καὶ δίκαιος Δανιὴλ ὁ προφήτης, πληθυντικῶς λέγων τό· ἡμάρτομεν, ἠνομήσαμεν, καὶ τὰ λοιπὰ, ἃ ἐκεῖ ταπεινοφρόνως καὶ ἀληθινῶς ὁμολογεῖ, ἵνα μὴ νομισθείη ὥς τινες νοοῦσι τοῦτο μὴ περὶ τῶν ἴδίων, ἀλλὰ περὶ τῶν τοῦ λαοῦ αὐτοῦ μᾶλλον λέγειν ἁμαρτιῶν, μετὰ ταῦτα εἶπεν, ὅτι ηὐχόμην καὶ ἐξωμολογούμην τὰς ἁμαρτίας μου καὶ τὰς ἀμαρτίας τοῦ λαοῦ μου Κυρίῳ τῷ Θεῷ μου. Οὐκ ἠθέλησεν εἰπεῖν τὰς ἁμαρτίας ἡμῶν, ἀλλὰ τοῦ λαοῦ αὐτοῦ εἶπε καὶ ἑαυτοῦ, ἐπειδὴ μέλλοντας τούτους οὕτω κακῶς νοεῖν, ὡσανεὶ προεῖδεν ὁ προφήτης.

|align="left"|Κανὼν ρις’:
'''Ὅτι ἀληθῶς ἀπὸ τῶν ἁγίων λέγεται τὸ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν.

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα οἰτινεσδήποτε αὐτὰ τὰ ρήματα τῆς δεσποτικῆς εὐχῆς, ὅπου λέγομεν· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, οὕτω βούλονται ἀπὸ τῶν ἁγίων λέγεσθαι, ὡς ταπεινοφρόνως καὶ οὐκ ἀληθῶς ταῦτα λεχθῆναι, ἀνάθεμα εἴη. Τίς γὰρ ὑπενέγκοι τὸν εὐχόμενον μὴ ἀνθρώποις, ἀλλ' αὐτῷ τῷ Κυρίῳ ψευδόμενον, τὸν τοῖς χείλεσιν αὐτοῦ λέγοντα θέλειν ἀφεθῆναι, τῇ δὲ καρδίᾳ λέγοντα τὰς ὀφειλούσας ἀφεθῆναι ἁμαρτίας αὐτῷ μὴ ἔχειν.

|align="left"|Κανὼν ριζ’:
'''Περὶ τῶν λαῶν τῶν ἀπὸ Δονατιστῶν ἐπιστρεφόντων.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἐπειδὴ πρό τινων ἐνιαυτῶν ἐν ταύτῃ τῇ ἐκκλησίᾳ πεπληρωμένῃ τῇ συνόδῳ ὡρίσθη, ἵνα οἰαιδήποτε ἐκκλησίαι ἐν διοικήσει καθεστῶσαι, πρὸ τῶν νόμων τῶν περὶ τῶν Δονατιστῶν ἐκτεθέντων, καθολικαὶ γένωνται, ἐκείνοις τοῖς θρόνοις ἀνήκωσιν, ὧν τινων διὰ τῶν ἐπισκόπων προτραπεῖσαι τῇ καθολικῇ ἑνότητι ἐκοινώνησαν, μετὰ δὲ τοὺς νόμους, οἱαιδήποτε ἐκοινώνησαν, ἐκείνοις ἀνήκωσιν, οἷς καὶ ὅτε ἦσαν εἰς τὸ μέρος τοῦ Δονάτου. Καὶ ἐπειδὴ πολλαὶ φιλονεικίαι ὕστερον μεταξὺ τῶν ἐπισκόπων περὶ τῶν διοικήσεων ἀνεφύησαν καὶ ἀναφύονται, οἷς τότε οὐ τελεία δοκεῖ γενέσθαι πρόνοια, νῦν ἐν ταύτῃ τῇ ἁγίᾳ συνόδῳ ἤρεσεν, ἵνα ὁπουδήποτε καθολικὴ ἐγένετο, καὶ τοῦ μέρους τοῦ Δονάτου καὶ διαφόροις θρόνοις ἀνήκουσαι ἦσαν, ἐν οἱῳδήποτε καιρῷ ἕνωσις ἐκεῖ ἐγένετο ἢ ἔσται, εἴτε πρὸ τῶν νόμων εἴτε μετὰ τοὺς νόμους, ἐκείνῳ τῷ θρόνῳ ἀνήκωσιν, ᾧ τινι ἡ ἔκπαλαι ἐκεῖ ὑπάρξασα καθολικὴ ἀνῆκεν.

|align="left"|Κανὼν ριη’:
'''Περὶ τοῦ, πῶς μεταξὺ ἀλλήλων μερίσονται τάς διοικήσεις οἱ ἐπίσκοποι, τοῦτο μὲν οἱ καθολικοί, τοῦτο δὲ οἱ ἐκ τοῦ Δονάτου ἐπιστρέψαντες'''

|align="left"|Οὕτω δηλαδή, ἵνα εἴπερ ἐπίσκοποι ἀπὸ τῶν Δονατιστῶν πρὸς τὴν καθολικὴν ἑνότητα ἐπέστρεψαν, ἐξ ἴσου πρός ἀλλήλους διέλωσι τὰς οὕτως εὑρισκομένας διοικήσεις, ἔνθα ἦσαν ἀμφότερα τὰ μέρη. Τουτέστιν, ἵνα ἄλλοι τόποι πρὸς ἐκεῖνον καὶ ἄλλοι πρὸς ἐκεῖνον ἀνήκωσιν οὕτως, ἵνα ὁ παλαιότερος ἐν τῇ ἐπισκοπῇ μερίζῃ καὶ ὁ ἥττων ἐπιλέγηται. Εἰ δὲ τυχὸν εἷς ἔσται τόπος, ἐκείνῳ προσχωρήσῃ, ᾧ τινι μᾶλλον γειτνιάζων εὐρίσκεται. Ἐὰν δὲ ἀμφοτέροις τοῖς θρόνοις ἴσως γειτνιάζῃ, ἐκείνῳ παραχωρηθῇ, ὅν τὸ πλῆθος ἐπιλέξηται. Εἰ δὲ τυχὸν οἱ ἀρχαῖοι καθολικοὶ τὸν ἴδιον θελήσουσι καὶ οἱ ἐκ τοῦ μέρους τοῦ Δονάτου μεταστρέψαντες τὸν ἴδιον, τῶν πλειόνων ἡ γνώμη προτιμηθῇ τῶν ὀλιγωτέρων. Εἰ δὲ τὰ μέρη εἰσὶν ἴσα, τῷ παλαιοτέρῳ ἐπισκόπῳ καταλογισθείη. Ἐὰν δὲ οὕτω πλεῖστοι οἱ τόποι εὑρεθῶσιν, ἐν οἷς ἀμφότερα τὰ μέρη εἰσίν, ὡς μὴ δύνασθαι ἐξ ἴσου μερισθῆναι, τοῦ ἀριθμοῦ τῶν αὐτῶν τόπων ἀνίσου ὑπάρχοντος, πρῶτον μερισθῶσιν οἱ ἴσοι ἀριθμοί, καὶ τῷ ἀπομένοντι τόπῳ τοῦτο φυλαχθῇ, ὅπερ ἀνωτέρω λέλεκται, ὅτε περὶ τοῦ ἑνὸς ἐζητεῖτο τόπου.

|align="left"|Κανὼν ριθ’:
'''Περὶ τοῦ, ἐάν τινα διοίκησιν ἐξ αἱρέσεως ἐλευθερώσῃ ἐπίσκοπος, καὶ ἐπὶ τριετίαν ταύτην κατάσχῃ, μηδένα ταύτην ἀναζητεῖν.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα ἐάν τις μετὰ τοὺς νόμους τόπον τινὰ πρὸς τὴν καθολικὴν ἑνότητα μεταστρέψῃ καὶ τοῦτον ἐπί τριετίαν μηδενὸς ἀναζητοῦντος κατάσχῃ, τοῦ λοιποῦ παρ' αὐτοῦ μὴ ἀναζητηθῇ, ἐὰν μέντοι ἐντὸς τῆς αὐτῆς τριετίας ὑπῆρχεν ἐπίσκοπος ὁ ὀφείλων ἀναζητῆσαι καὶ ἡσύχασεν. Εἰ δὲ μὴ ἦν, μὴ προκριματισθῇ ἐν τῇ μάτρικι, ἀλλ' ὅτε ὁ χηρεύων τόπος λάβῃ ἐπίσκοπον, ἐξὸν εἴη αὐτῷ ἀπ' αὐτῆς τῆς ἡμέρας, ἐντὸς τριετίας ἀναζητῆσαι. Ὁμοίως δὲ καὶ ἐὰν ἐπίσκοπος ἐκ τῶν τοῦ Δονάτου μερῶν πρὸς τὴν καθολικὴν ἐπιστρέψῃ, μὴ προκριματισθῇ ἐν τῇ μάτρικι περὶ τοῦ ὁρισθέντος χρόνου, ἀλλ' ἐξ ἧς ἡμέρας ἐπέστρεψεν, ἐχέτω ἐξουσίαν ἀναζητεῖν ἐντὸς τριετίας τοὺς τόπους τοὺς τῇ αὐτοῦ ἀνήκοντας καθέδρᾳ.

|align="left"|Κανὼν ρκ’ (120):
'''Περὶ τῶν τοῖς λαοῖς, οὓς νομίζουσιν αὐτοῖς ἀνήκειν, ἐπιβαινόντων παρὰ γνώμην τῶν αὐτοὺς κατεχόντων.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα οἱοιδήποτε ἐπίσκοποι τὰ πλήθη, ἃ νομίζουσι τῷ θρόνῳ αὐτῶν ἀνήκειν, μὴ οὕτως ἀναζητῶσιν, ὥστε ἄλλων ἐπισκόπων κρινόντων τοῦτο πράττειν, ἀλλ' ὑπὸ ἑτέρου κατεχομένοις ἐπέλθωσι τοῖς λαοῖς, εἴτε θέλουσιν εἴτε μὴ θέλουσι, τοῦ ἰδίου πράγματος τὴν ζημίαν ὑπομείνωσι. Καὶ οἱτινεσδήποτε τοῦτο ἐποίησαν, εἰ μὴ ἡ μεταξύ τῶν ἐπισκόπων συνέλευσις ἐπερατώθη, ἀλλ' ἀκμὴν περὶ τοῦ αὐτοῦ φιλονεικοῦσιν, ἐκεῖνος ἀποστῇ ἐκεῖθεν περὶ οὗ δειχθείη ὅτι, παρεάσας τοὺς ἐκκλησιαστικοὺς δικαστάς, ἔφοδον ἐποίησε. Καὶ μὴ ἑαυτόν τις κολακεύσῃ, εἰ ἐκ τοῦ πρωτεύοντος γράμματα περὶ τοῦ κατέχειν ἔλαβεν, ἀλλ' εἴτε γράμματα ἔχει εἴτε οὐ ἔχει συνέλθοι τῷ κατέχοντι καὶ παρ' αὐτοῦ γράμματα λάβοι, ὥστε φανῆναι τοῦτον εἰρηνικῶς τὴν αὐτῷ ἀνήκουσαν κατασχεῖν ἐκκλησίαν. Ἐὰν δὲ κἀκεῖνός τινα ζήτησιν ἀντεναγάγῃ καὶ αὐτὴ περατωθῇ μεταξὺ ἐπισκόπων κρινόντων, εἴτε οὕς ὁ πρωτεύων αὐτοῖς δῷ, εἴτε οὓς γειτνιῶντας κατὰ συναίνεσιν ἐπιλέξωνται.

|align="left"|Κανὼν ρκα’:
'''Περὶ τῶν ἀμελούντων τῶν αὐτοὶ ἀνηκόντων λαῶν.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα οἱτινεσδήποτε ἀμελῶσι τῶν τόπων τῶν ἀνηκόντων τῇ αὐτῶν καθέδρᾳ, πρὸς τὸ τούτους κερδᾶναι εἰς τὴν καθολικὴν ἑνότητα, ἐγκληθῶσιν ἀπὸ τῶν γειτνιώντων αὐτοῖς ἐπιμελῶν ἐπισκόπων, περὶ τοῦ μὴ ἀναβάλλεσθαι τοῦτο πρᾶξαι. Διό, ἐὰν ἐντὸς προθεσμίας μηνῶν ἓξ ἀπὸ τῆς ἡμέρας τῆς περὶ τούτου συνελεύσεως μηδὲν ἀνύσωσι, τῷ δυναμένῳ λοιπὸν τούτους κερδᾶναι προσκυρωθῶσιν. Οὕτω μέντοι, ἵνα ἐὰν ἐκεῖνος, πρὸς ὃν ἐνδείκνυνται ἀνήκειν οἱ τοιοῦτοι, ἐξεπίτηδες διά τινα οἰκονομίαν ἔδοξεν ἀμελεῖν, τοῦτο τῶν αἱρετικῶν ἐπιλεξαμένων, ὥστε ἀθορύβως αὐτοὺς παραδέξασθαι. Καὶ ἐν τοσούτῳ ἡ αὐτοῦ ἐπιμέλεια ἀπὸ ἑτέρου προελήφθη, ᾗ τινι εἰ κατεχρήσατο, τοὺς αὐτοὺς αἱρετικοὺς πλέον ἐκάκιζε. Τούτου μεταξὺ ἐπισκόπων κρινόντων διαγινωσκομένου οἱ τόποι τῇ αυτοῦ καθέδρᾳ ἀποκατασταθῶσι. Τῶν δὲ κρινόντων ἐπισκόπων, ἐκ διαφόρων ὄντων ἐπαρχιῶν, ἐκεῖνος ὁ πρωτεύων τοὺς δικαστὰς δώσει, οὗτινος ἐν τῇ χώρᾳ ὁ αὐτὸς ὑπάρχει τόπος, περὶ οὗ φιλονεικεῖται. ᾽Εὰν δὲ κατὰ κοινὴν συναίνεσιν γείτονας ἐπιλέξωνται κριτάς, ἢ εἷς ἐπιλεγῇ ἢ τρεῖς· καὶ ἐὰν τρεῖς ἐπιλέξωνται, ἢ τῇ τῶν ὅλων ψήφῳ ἐξακολουθήσωσιν ἢ τῇ τῶν δύο.

|align="left"|Κανὼν ρκβ’:
'''Ὅτι οὐκ ὀφείλει τῶν ἐπιλεγομένων δικαστῶν ἡ γνώμη ἐξουθενεῖσθαι.'''

|align="left"|Ἀπὸ δὲ τῶν δικαστῶν, τῶν κατὰ κοινὴν συναίνεσιν ἐπιλεγέντων, μὴ ἐξεῖναι ἐκκαλεῖσθαι. Ὁστισδήποτε δὲ ἀποδειχθείη διὰ μονοτονίαν μὴ θέλειν τοῖς δικασταῖς πειθαρχῆσαι, τοῦτο γινώσκων ὁ τῆς πρώτης καθέδρας ἐπίσκοπος δώσει γράμματα, ὥστε μηδένα τῶν ἐπισκόπων αὐτῷ κοινωνῆσαι, ἕως οὗ πειθαρχήσῃ.

|align="left"|Κανὼν ρκγ’:
'''Ὥστε  τὸν καταφρονοῦντα  τῆς ἰδίας διοικήσεως ἐπίσκοπον στερεῖσθαι τῆς κοινωνίας.'''

|align="left"|Ἐὰν ἐν τοῖς ματρικίοις, ἤγουν ἐν ταῖς καθέδραις, ἐπίσκοπος ἀμελὴς γένηται κατὰ τῶν αἱρετικῶν, ὑπομνησθείη ἀπὸ τῶν γειτνιώντων ἐπιμελῶν ἐπισκόπων καὶ ὑποδειχθείη αὐτῷ ἡ ἰδία περιφρόνησις πρὸς τὸ μὴ ἔχειν ἀπολογίαν. ᾽Εὰν δὲ ἀφ’ ἧς ἡμέρας ὑπομνησθῇ, ἐντὸς μηνῶν ἕξ, ἐν τῇ αὐτῇ ἐπαρχίᾳ διάγων, μὴ τῶν ὀφειλόντων εἰς τὴν καθολικὴν ἑνότητα ἐπιστραφῆναι τὴν φροντίδα ποιήσηται, τῷ τοιούτῳ μὴ συγκοινωνηθῇ, ἕως οὗ τοῦτο πληρώσῃ. Εἰ δὲ ὁ ἐπεξεργαστὴς εἰς τοὺς αὐτοὺς τόπους μὴ παραγένηται, τῷ ἐπισκόπῳ μὴ επιγραφῆ.

|align="left"|Κανὼν ρκδ’:
'''Περὶ τῶν τοὺς Δονατιστὰς κοινωνῆσαι ψευδομένων ἐπισκόπων.'''

|align="left"|Ἐὰν δὲ ἀποδειχθῇ τὸν τοιοῦτον ψευσάμενον περὶ τῆς ἐκείνων κοινωνίας, ἐν τῷ λέγειν αὐτοὺς κεκοινωνηκέναι, οὓς δείκνυται συνειδήσει αὐτοῦ μὴ κοινωνῆσαι, καὶ τὴν ἐπισκοπὴν ἔτι μὴν ἀπολέσει.

|align="left"|Κανὼν ρκε':
'''Περὶ πρεσβυτέρων καὶ κληρικῶν, ἵνα μὴ ἐκκαλῶνται εἰ μὴ πρὸς τὰς τῆς Ἀφρικῆς συνόδους.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα πρεσβύτεροι διάκονοι καὶ οἱ λοιποὶ κατώτεροι κληρικοί, ἐν αἷς ἔχωσιν αἰτίαις, ἐὰν περὶ τῆς ψήφου τοὺς ἰδίους ἐπισκόπους μέμφωνται, οἱ γειτνιῶντες ἐπίσκοποι τούτων ἀκροάσωνται καὶ τὰ μεταξύ τούτων περατώσωσιν οἱ παρ᾽ αὐτῶν κατὰ συναίνεσιν τῶν ἰδίων αὐτῶν ἐπισκόπων προσλαμβανόμενοι. ᾽Εὰν δὲ καὶ ἀπ' αὐτῶν ἐκκαλέσασθαι θελήσωσι, μὴ ἐκκαλέσωνται εἰ μὴ πρὸς τὰς τῆς Ἀφρικῆς συνόδους ἢ πρὸς τοὺς πρωτεύοντας τῶν ἰδίων αὐτῶν ἐπαρχιῶν. Πρὸς δὲ τὰ πέραν τῆς θαλάσσης ὁ βουλόμενος ἐκκαλεῖσθαι, ἀπὸ μηδενὸς ἐν Ἀφρικῇ δεχθείη εἰς κοινωνίαν.

|align="left"|Κανὼν ρκς’:
'''Περὶ παρθένων μικρῶν ἔτι μὴν καλυπτέων.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε τῶν ἐπισκόπων δι' ἀνάγκην, τῆς παρθενικῆς σωφροσύνης κινδυνευούσης, ὅτε ἢ ἐραστὴς δυνατὸς ἢ ἅρπαξ τίς ἐστιν ἐν ὑποψίᾳ ἢ ἔτι μὴν ὑπό τινος θανατηφόρου κινδύνου αὕτη αἴσθηται νυχθεῖσα, παρακαλούντων ἢ τῶν γονέων αὐτῆς ἢ ὧν τῇ φροντίδι ἀνάκειται, διὰ τὸ μὴ χωρὶς τοῦ σχήματος τελειωθῆναι, καλύψῃ παρθένον ἢ ἐκάλυψεν ἐντὸς κείρας ἐνιαυτῶν εἰκοσιπέντε, μηδὲν τὸν τοιοῦτον βλάψῃ ἡ περὶ τούτου τοῦ ἀριθμοῦ τῶν ἐνιαυτῶν κατασταθεῖσα σύνοδος.

|align="left"|Κανὼν ρκζ’:
'''Διὰ τὸ μὴ τοὺς ἐπισκόπους ἐπὶ πολὺ ἐν τῇ συνόδῳ κατέχεσθαι, ἐξ ἑκάστης ἐπαρχίας ἀνὰ τρεῖς ἐπιλέξωνται δικαστάς.'''

|align="left"|Ὁμοίως ἤρεσε πάσῃ τῇ συνόδῳ, διὰ τὸ μὴ ἐπὶ πολύ τοὺς πρὸς τὴν σύνοδον συναχθέντας ἐπισκόπους σύμπαντας κατέχεσθαι, ἐξ ἑκάστης ἐπαρχίας ἀνὰ τρεῖς ἐπιλεγῆναι δικαστάς. Καὶ ἐπελέγησαν ἐκ τῆς ἐν Καρχηδόνι ἐκκλησίας Βικέντιος, Φουρτουνατιανὸς καὶ Κλάρος· ἐκ τῆς Νουμιδικῆς ἐπαρχίας Ἀλύπιος, Αὐγουστῖνος καὶ Ρεστιτοῦτος· ἐκ τῆς Βυζακηνῆς ἐπαρχίας, μετὰ τοῦ ἁγιωτάτου γέροντος Δονατιανοῦ τοῦ πρωτεύοντος, Κρεσκώνιος, Ἰουκοῦνδος καὶ Αἰμιλιανός· ἐκ τῆς Μαυριτανίας Σιτιφένσης Σεβηριανός, Ἀσιατικὸς καὶ Δονάτος· ἐκ τῆς Τριπολιτιανῆς ἐπαρχίας Πλαύτιος, ὁ κατὰ τὸ ἔθος εἰς τοποτηρησίαν πεμφθείς· οἵτινες πάντες, μετὰ τοῦ ἁγιωτάτου γέροντος Αὐρηλίου, σύμπαντα σκοπήσουσιν, ἀφ' οὗ ᾔτησε σύμπασα ἡ σύνοδος, ἵνα πᾶσιν εἴτε πεπραγμένοις τοῖς ἤδη ἐκτελεθεῖσιν, εἴτε ἐπιστολαῖς, αὐτὸς ὑπογράψῃ. Καὶ ὑπέγραψαν· Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.

|align="left"|Κανὼν ρκη’:
'''Ὅτι οἱ ἀπὸ κοινωνίας ὄντες, εἰς κατηγορίαν οὐκ ὀφείλουσι προσδεχθῆναι.'''

|align="left"|Ἤρεσε τοίνυν πᾶσιν, ἐπειδὴ τοῖς ἀνωτέροις τῶν συνόδων ψηφίσματι περὶ προσώπων κληρικῶν, τῶν ὀφειλόντων εἰς κατηγορίαν προσδεχθῆναι, ὡρίσθη καὶ οὐκ ἐπεξειργάσθη, ποῖα πρόσωπα μὴ προσδεχθῶσι, διὰ τοῦτο ὁρίζομεν τοῦτον ὀρθῶς πρὸς κατηγορίαν μὴ εἰσδέχεσθαι, ὅστις μετὰ τὸ ἀπὸ κοινωνίας γενέσθαι, ἐν αὐτῷ ἔτι τῷ ἀφορισμῷ ὑπάρχει, εἴτε κληρικὸς εἴη, εἴτε λαϊκὸς ὁ κατηγορῆσαι βουλόμενος.

|align="left"|Κανὼν ρκθ’:
'''Ὅτι δοῦλοι καὶ ἀπελεύθεροι, καὶ πάντα τὰ ἠτιμωμένα πρόσωπα, κατηγορεῖν οὐκ ὀφείλουσιν.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα πάντες οἰ δοῦλοι καὶ οἱ ἴδιοι ἀπελεύθεροι εἰς κατηγορίαν μὴ προσδεχθῶσι, καὶ πάντες οὓς πρὸς κατηγορητέα ἐγκλήματα οἱ δημόσιοι νόμοι οὐ προσδέχονται· πάντες ἔτι μὴν οἱ τοῖς τῆς ἀτιμίας σπίλοις ἐῤῥαντισμένοι, τουτέστι μίμοι, καὶ ὅσα ταῖς αἰχρότησιν ὑποβέβληνται πρόσωπα· αἱρετικοὶ ἔτι μήν, εἴτε ῞Ελληνες, εἴτε ᾽Ιουδαῖοι· πλὴν ὅμως πᾶσιν, οἷς ἡ τοιαύτη κατηγορία ἀρνεῖται, ἐν ταῖς ἰδίαις αἰτίαις τὴν τοῦ κατηγορεῖν ἄδειαν μὴ ὀφείλειν ἀρνεῖσθαι.

|align="left"|Κανὼν ρλ’ (130):
'''Ἵνα ὁ περὶ ἑνὸς ἐγκλήματος ἀποδεῖξαι μὴ δυνάμενος πρὸς ἕτερον μὴ εἰσδεχθῇ.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα ὁσακισδήποτε κληρικοῖς ἀπὸ κατηγόρων πολλά λήματα ὑποβάλλονται καὶ ἓν ἐξ αὐτῶν, περὶ οὗ πρῶτον ἐπράχθη, ἀποδειχθῆναι οὐκ ἠδυνήθη, πρὸς τὰ λοιπὰ μετὰ ταῦτα μὴ προσδεχθῶσι.

|align="left"|Κανὼν ρλα’:
'''Τίνας δεῖ προσδέχεσθαι εἰς μαρτυρίαν.'''

|align="left"|Μάρτυρας δὲ εἰς μαρτυρίαν μὴ εἰσδέχεσθαι τοὺς μηδὲ πρὸς κατηγορίαν εἰσδεχθῆναι παραγγελθέντας ἢ ἔτι μὴν οὓς αὐτὸς ὁ κατήγορος ἐκ τοῦ ἰδίου οἴκου προσκομίσει. Μαρτυρία δὲ ἐντὸς κείρας ἐνιαυτῶν δεκατεσσάρων μὴ προσδεχθείη.

|align="left"|Κανὼν ρλβ’:
'''Περὶ ἐπισκόπου τοῦ ἀπὸ κοινωνίας ποιοῦντος τὸν αὐτῷ μόνῳ τὸ ἴδιον ἔγκλημα ὁμολογήσαντα.'''

|align="left"|Ὁμοίως ἤρεσεν, ἵνα ἐάν ποτε ἐπίσκοπος λέγῃ τινὰ αὐτῷ μόνῳ τὸ ἴδιον ἐγκλημα ὁμολογῆσαι καὶ ἐκεῖνος ἀρνῆται, μὴ λογίσηται ὁ ἐπίσκοπος εἰς ἰδίαν ὕβριν συντείνειν, ὅτι αὐτὸς μόνος οὐ πιστεύεται, εἰ καὶ τῷ σκινδαλμῷ τῆς ἰδίας συνειδήσεως λέγει μὴ θέλειν ἑαυτὸν κοινωνεῖν τῷ αρνουμένῳ.

|align="left"|Κανὼν ρλγ’:
'''Ἵνα μὴ ὡς ἔτυχέ τινα στερήσῃ τῆς κοινωνίας ὁ ἐπίσκοπος.'''

|align="left"|Ἐφ’ ὅσον τῷ ἀφωρισμένῳ μὴ κοινωνεῖ ὁ ἴδιος ἐπίσκοπος, τῷ αὐτῷ ἐπισκόπῳ ἄλλοι μὴ συγκοινωνήσωσιν ἐπίσκοποι, ὥστε μᾶλλον παραφυλάττεσθαι τὸν ἐπίσκοπον μὴ λέγειν κατά τινος, ὅπερ ἀποδείξεσιν ἐλέγξαι παρ' ἑτέροις οὐ δύναται.

Αὐρήλιος ἐπίσκοπος εἶπε· Μετὰ τὰ ὁρισθέντα τῇ γνώμῃ πάσης τῆς συναθροισθείσης συνόδου καὶ τῆς ἐμῆς μετριότητος ἀρέσκει, πάντων τῶν πραγμάτων τοῦ προδηλωθέντος ὁλοτελοῦς τίτλου ποιῆσαι τὸ συμπέρασμα καὶ τὴν συζήτησιν τῆς διατυπώσεως, τῆς παρούσης ἡμέρας τὰ ἐκκλησιαστικὰ πεπραγμένα ἀναδέξωνται. Ἅτινα δὲ ἀκμὴν οὐκ ἐπεξεργάσθησαν, τῇ ἑξῆς ἡμέρᾳ διὰ τῶν ἀδελφῶν ἡμῶν Φαυστίνου τοῦ ἐπισκόπου, Φιλίππου καὶ ᾽Ασέλλου τῶν πρεσβυτέρων, τῷ προσκυνητῷ ἀδελφῷ καὶ συνεπισκόπῳ ἡμῶν Βονιφατίῳ ἀντιγράψωμεν. Καὶ ὑπέγραψαν·

Αὐρήλιος ἐπίσκοπος, τοῖς παροῦσι τῶν ὅρων πεπραγμένων τῆς παρ' ἡμῖν ἐχομένοις ὑπέγραψα. Βαλεντῖνος τῆς πρώτης καθέδρας ἐπίσκοπος τῆς Νουμιδικῆς χώρας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Φαυστῖνος ἐπίσκοπος τῆς Ποτεντινῆς ἐκκλησίας ἐπαρχίας Πικένου, τοποτηρητὴς τῆς Ῥωμαϊκῆς ἐκκλησίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ἀλύπιος ἐπίσκοπος Θυγατένσης, τοποτηρητὴς τῆς Νουμιδικῆς χώρας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Αὐγουστῖνος ἐπίσκοπος Ἱππώνης, τοποτηρητὴς τῆς Νουμιδικῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ποσείδιος ἐπίσκοπος Καλαμένσης, τοποτηρητὴς τῆς Νουμιδικῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Βικέντιος Κουλουσιτανὸς, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Φουρτουνατιανὸς Νεαπολίτης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Πεντάδιος Καρπετανός, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ρουφινιανὸς Μουζουενσιανὸς, τοῖς παροῦσι  πεπραγ μένοις ὑπέγραψα. Πραιτεξτάτος Σικηλιβένσης,  τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Κουοτβουλτδέος Βερίσης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Κάνδιδος Γερμανίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Γαλλώνιος Οὐτικένσης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Μαξιμιανὸς Ἀκυρεγενσιώτης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ἰουκοῦνδος Σουφφετουλένσης, τοποτηρητὴς τῆς Βυζακηνῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Μαξιμιανὸς τοποτηρητὴς τῆς Βυζακηνῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ἱλαριανὸς Ὀρρεσκίλης, τοποτηρητὴς τῆς Βυζακηνῆς χώρας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Νοβάτος Σιτιφενσιώτης, τοποτηρητὴς τῆς Βυζακηνῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Νινέλλος Ῥουσουρρηανίτης, τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Λαυρέντιος Ἰκοσιτανός, τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Νουμεριανὸς Ρουσουγουριώτης τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Λέων ἀπὸ Μόκτης, τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ἄλλος Λέων, τῆς Σιτιφένσης ἐπαρχίας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Καὶ οἱ λοιποὶ ἐπίσκοποι διακόσιοι δέκα ἑπτά, ὀμοίως ὑπέγραψαν. Φίλιππος πρεσβύτερος, τοποτηρητὴς τῆς Ῥωμαϊκῆς ἐκκλησίας, τοῖς παροῦσι πεπραγμένοις ἀφ’ ἡμῶν ἀναγνωσθεῖσιν ὑπέγραψα. Ἄσελλος πρεσβύτερος, τοποτηρητὴς τῆς Ῥωμαϊκῆς ἐκκλησίας τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα, τοῖς δι᾽ ἡμῶν ἀποσταλεῖσι.

[[Κατηγορία:Ιεροί Κανόνες]]

Τελευταία αναθεώρηση της 19:12, 18 Αυγούστου 2008

Η Σύνοδος της Καρθαγένης συνήλθε το έτος 419 μ.Χ. και εξέδωσε 12 νέους κανόνες, ενώ συγχρόνως συμπεριέλαβε και 121 κανόνες προγενεστέρων Συνόδων, οι οποίες συνήλθαν στην Αφρική. Έτσι, ο αριθμός των κανόνων της Συνόδου αυτής ανέρχεται στους 133. Ο αριθμός όμως αυτός ποικίλλει από συλλογή σε συλλογή, γεγονός που οφείλεται στο ότι πολλοί κανόνες διαιρέθηκαν σε δύο ή και περισσότερα τμήματα (βλέπε κύριο άρθρο Σύνοδος Καρθαγένης):

Κανόνες 1-49

Κανόνες της Συνόδου της Καρθαγένης - Περίληψη Κείμενο
Κανὼν α’:
Ὥστε τὰ ἐν τῇ Νικαέων συνόδῳ ὁρισθέντα, παντὶ τρόπῳ παραφυλαχθῶσι.
Αὐρήλιος ἐπίσκοπος εἶπε· Ταῦτα οὕτω παρ' ἡμῖν ἔχοντα, τὰ ἴσα τῶν ὁρισθέντων, ἅπερ τότε οἱ Πατέρες ἡμῶν ἐκ τῆς ἐν Νικαίᾳ συνόδου μεθ' ἑαυτῶν κατήγαγον, ἦς τὸν τύπον φυλάττοντα τὰ ἑπόμενα καὶ ὁρισθέντα παρ' ἡμῶν, βεβαιωθέντα φυλαχθῶσι.
Κανὼν β’:
Περὶ κηρυκτέας τῆς ἁγίας Τριάδος.
Σύμπασα ἡ σύνοδος εἶπε Θέλοντος τοῦ Θεοῦ, ἴσῃ ὁμολογίᾳ ἡ Ἐκκλησιαστική πίστις, ἡ δι' ἡμῶν παραδιδομένη, ἐν ταύτῃ τῇ ἐνδόξῳ συνελεύσει πρωτοτύπως ὁμολογητέα εστίν, ἔπειτα ἡ ἐκκλησιαστικὴ τάξις, μετὰ συναινέσεως ἑκάστου καὶ ὁμοῦ πάντων, φυλακτέα ἐστί. Πρὸς βεβαιωτέας δὲ τὰς τῶν ἀδελφῶν καὶ συνεπισκόπων ἡμῶν τῶν ἔναγχος χειροτονηθέντων διανοίας, ταῦτα δεῖ προσθεῖναι, ἃ παρὰ τῶν Πατέρων βεβαίρᾳ διατυπώσει παρελάβομεν· ὥστε τῆς Τριάδος, τουτέστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τὴν ἑνότητα, τὴν μηδεμίαν ἔχειν διαφορὰν γινωσκομένην, ἣν ταῖς ἡμετέραις διανοίαις ἐγκαθιερωθεῖσαν κατέχομεν καί, καθὼς ἐμάθομεν, οὕτω τοὺς λαοὺς τοῦ Θεοῦ διδάξομεν. Ὁμοίως ἀπὸ πάντων τῶν ἐπισκόπων τῶν ἐναγχος προαχθέντων ἐλέχθη φανερῶς· Οὕτω δεχόμεθα, οὕτω κατέχομεν, οὕτω διδάσκομεν, τῇ πίστει τῇ εὐαγγελικῇ ἅμα τῇ ὑμετέρᾳ διδασκαλίᾳ ἑπόμενοι.
Κανὼν γ’:
Περὶ ἐγκρατείας.
Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐν τῇ προλαβούσῃ συνόδῳ, ὡς περὶ ρυθμοῦ ἐγκρατείας καὶ ἁγνείας ἐζητεῖτο, ἤρεσεν ὥστε τοὺς τρεῖς βαθμοὺς τούτους, τοὺς συνδέσμῳ τινὶ τῆς ἁγνείας διὰ τῆς καθιερώσεως συμπεπλεγμένους, φημὶ δὲ ἐπισκόποις καὶ ἱερεύσι Θεοῦ καὶ λευίταις καὶ ὑπουργοῦσι θείοις καθιερώμασιν, ἐγκρατεῖς εἶναι ἐν πᾶσιν, ὅπως δυνηθῶσιν, ὃ παρὰ τοῦ Θεοῦ ἁπλῶς αἰτοῦσιν, ἐπιτυχεῖν, ἵνα καὶ τὸ διὰ τῶν ἀποστόλων παραδοθὲν καὶ ἐξ αὐτῆς τῆς ἀρχαιότητος κρατηθὲν καί ἡμεῖς ὁμοίως φυλάξωμεν.
Κανὼν δ’:
Περὶ διαφόρων τάξεων ὀφειλουσῶν ἀπέχεσθαι γυναικῶν.
Φαυστῖνος ἐπίσκοπος Πικένου τῆς Ποτεντινῆς χώρας, τοποτηρητὴς τῆς ἐκκλησίας Ῥώμης, εἶπεν· Ἀρέσκει, ἳνα ἐπίσκοπος καὶ πρεσβύτερος καὶ διάκονος καὶ πάντες οἱ τὰ ἱερὰ ψηλαφῶντες, τῆς σωφροσύνης φύλακες, γυναικῶν ἀπέχωνται. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέγχθη· Ἀρέσκει, ὥστε πάντας σωφροσύνην τηρεῖν τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας, ἤτοι δουλεύοντας.
Κανὼν ε’:
Περὶ ἀπληστίας.
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὴν τῆς ἀπληστίας ἐπιθυμίαν, ἣν πάντων τῶν κακῶν μητέρα εἶναι οὐδεὶς ἀμφιβάλλει, δέον ἐπέχειν, ἵνα μή τις τοῖς ἀλλοτρίοις κατακέχρηται, μηδὲ ἵνα διὰ κέρδος τοὺς τῶν Πατέρων ὅρους τις ὑπερβαίνῃ, μηδὲ ἵνα παντοίως τινὶ κληρικῷ ἐξὸν εἴη ἀπὸ οἱουδήποτε πράγματος τόκον λαβεῖν. Καὶ τὰ μὲν νεωστὶ ἀνενεχθέντα, ἀμαυρὰ ὄντα καὶ καθόλου λανθάνοντα, σκοπούμενα παρ' ἡμῶν, τυπωθήσονται. Περὶ δὲ ὧν φανερώτατα ἡ θεία Γραφὴ ἐθέσπισεν, οὐ δεῖ ψηφίζεσθαι, ἀλλὰ μᾶλλον ἒπεσθαι. Ἀκολούθως γὰρ τὸ ἐν λαϊκοῖς ἐπιλήψιμον, πολλῷ μᾶλλον ἐν κληρικοῖς ὀφείλει καταδικάζεσθαι. Σύμπασα ἡ σύνοδος εἶπεν· Οὐδεὶς κατὰ τῶν Προφητῶν, οὐδεὶς κατά τῶν Εὐαγγελίων χωρὶς κινδύνου ἐποίησε.
Κανὼν ς’:
Ὥστε χρίσμα (καὶ κορῶν καθιέρωσιν) ἀπό πρεσβυτέρων μὴ γίνεσθαι.
Φορτουνάτος ἐπίσκοπος εἶπεν· Ἐν ταῖς προλαβούσαις συνόδοις μεμνήμεθα ὁρισθέντα, ὥστε χρῖσμα, ἢ καταλλαγὴν μετανοούντων, ἢ κορῶν καὶ τόπων καὶ ναῶν καθιέρωσιν ὑπὸ πρεσβυτέρων μὴ γίνεσθαι. Ἐὰν δέ τις ἀναφυῇ τοῦτο πράττων, τί δὲ περὶ τούτου ὁρίσαι;

Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὸ ὑμέτερον ἀξίωμα ἤκουσε τὸ ἀνενεχθὲν παρὰ τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Φορτουνάτου· τί πρὸς ταῦτα λέγετε; ᾽Απὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη, χρίσματος ποίησιν καὶ κορῶν καθιέρωσιν ὑπὸ πρεσβυτέρων μὴ γίνεσθαι, μήτε δὲ καταλλάξαι τινὰ εἰς δημοσίαν λειτουργίαν πρεσβυτέρῳ ἐξεῖναι. Τοῦτο πᾶσιν ἀρέσκει.

Κανὼν ζ':
Περί της τῶν ἐν κινδύνῳ καθεστώτων καταλλαγῆς.
Αὐρήλιος ἐπίσκοπος εἶπεν· ᾽Εάν τις ἐν κινδύνῳ καθεστὼς αἰτήσῃ ἑαυτὸν καταλλαγῆναι τοῖς ἱεροῖς θυσιαστηρίοις, τοῦ ἐπισκόπου ἀπόντος, ὀφείλει εἰκότως ὁ πρεσβύτερος ἐρωτῆσαι τὸν ἐπίσκοπον καὶ οὕτω τὸν ἐν κινδύνῳ καταλλάξαι κατὰ τὴν ἐκείνου παραγγελίαν· τοῦτο δὲ τὸ πρᾶγμα ὀφείλομεν σωτηριώδει βουλῇ κυρῶσαι. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἀρέσκει ὅπερ ἡ ὑμετέρα ἀγιωσύνη ἀναγκαίως ἡμᾶς ὠφελῆσαι κατηξίωσεν.
Κανὼν η’:
Περὶ τῶν τούς πατέρας αἰτιωμένων, καὶ ὥστε μηδενὶ διαβεβλημένων ἐξεῖναι ἐπισκόπου κατηγορεῖν.
Νουμίδιος ἐπίσκοπος Μαζουλιτάνος εἶπεν· Εἰσὶ πολλοὶ οὐκ ἀγαθῆς ἀναστροφῆς, οἵτινες ἡγοῦνται τοὺς πατέρας καὶ ἐπισκόπους, ὡς ἔτυχεν, ὀφείλειν ἐνάγεσθαι· τοὺς τοιούτους δεῖ προσδέχεσθαι ἢ μή; Αὐρήλιος ἐπίσκοπος εἶπεν. Ἀρέσκει τοίνυν τῇ ἀγάπῃ ὑμῶν, τοὺς εἴς τινα μύση ἐμπεπλεγμένους, κατὰ πατέρων φωνὴν κατηγορίας ἀποτίθεσθαι; Ἐκ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἐὰν διαβέβληται ὁ τοιοῦτος, μὴ προσδεχθῇ.
Κανὼν θ’:
Περὶ τῶν κατ' ἀξίαν τῶν οἰκείων ἀτοπημάτων ἐκ τοῦ ἐκκλησιαστικοῦ συλλόγου ἐκβαλλομένων.
Αὐγουστῖνος ἐπίσκοπος, τοποτηρητής τῆς Νουμιδικῆς χώρας, εἶπε· Τοῦτο ὁρίσαι καταξιώσατε, ὥστε τοὺς ἀξίως τῶν οἰκείων ἐγκλημάτων ἀπὸ τῆς Ἐκκλησίας διωχθέντας, ἐάν τις ἐπίσκοπος ἢ πρεσβύτερος δέξηται εἰς κοινωνίαν, καὶ αὐτὸς ἔτι μὴν τῷ ἴσῳ ἐγκλήματι ὑπεύθυνος φανῇ, ἅμα τοῖς τοῦ οἰκείου ἐπισκόπου τὴν κανονικὴν ψῆφον ἀποφεύγουσιν. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πᾶσιν ἀρέσκει.
Κανὼν ι’ (10):
Περὶ πρεσβυτέρων τῶν ἀπὸ τῶν οἰκείων καταγινωσκομένων ἐπισκόπων.
Ἀλύπιος ἐπίσκοπος, τοποτηρητὴς τῆς Νουμιδικῆς χώρας, εἶπεν· Οὐδ' ἐκεῖνο δεῖ παρεᾶσαι, ἳνα, ἐάν τις τυχὸν πρεσβύτερος ἀπὸ τοῦ ἰδίου ἐπισκόπου καταγνωσθεὶς, φυσιότητί τινι καὶ ὑπερηφανίᾳ ἐπαρθείς, ἡγήσηται ὀφείλειν κεχωρισμένως ἅγια τῷ Θεῷ προσφέρειν, ἢ ἄλλο ἀνορθοῦν θυσιαστήριον οἰηθείη κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως καὶ καταστάσεως, ὁ τοιοῦτος ἀτιμώρητος μὴ ἐξέλθῃ. Βαλεντῖνος ἐπίσκοπος τῆς πρώτης καθέδρας τῆς Νουμιδικῆς χώρας εἶπεν· Ἀναγκαίως τῇ ἐκκλησιαστικῇ πίστει καὶ τάξει σύμφωνά εἰσι τὰ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν Ἀλυπίου προενεχθέντα· Λοιπόν, τί δοκεῖ τῇ ὑμετέρᾳ ἀγάπη, εἴπατε.
Κανὼν ια’:
Ἐάν τις πρεσβύτερος, κατά του ἰδίου ἐπισκόπου φυσιωθεὶς, σχίσμα ποιήση, ἀνάθεμα ἔστω.
Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἐάν τις πρεσβύτερος ἐν τῇ διαγωγῇ αὐτοῦ καταγνωσθῇ, ὀφείλει ὁ τοιοῦτος τοῖς γειτνιῶσιν ἐπισκόποις προσαγγεῖλαι, ἵνα αὐτοὶ τοῦ πράγματος ἀκροάσωνται καὶ δι' αὐτῶν τῷ ἰδίῳ ἐπισκόπῳ καταλλαγῇ. Τοῦτο δὲ ἐὰν μὴ ποιήσῃ, ἀλλ' ὅπερ ἀπείη, ὑπεροψίᾳ φυσιούμενος, ἐκ τῆς τοῦ ἰδίου ἐπισκόπου κοινωνίας ἑαυτὸν χωρίσῃ, καὶ παρὰ μίαν μετά τινων σχίσμα ποιῶν ἁγίασμα τῷ Θεῷ προσενέγκῃ, ὁ τοιοῦτος ἀνάθεμα λογισθήτω καὶ τὸν ἴδιον τόπον ἀπολεσάτω, σκοπουμένου, μήποτε κατὰ τοῦ ἐπισκόπου μέμψιν ἔχοι δικαίαν.
Κανὼν ιβ’:
Ἐάν τις ἐπίσκοπος χωρὶς καιρού συνόδου ἐγκλήματι περιβληθῇ, ὁ τοιοῦτος ἀκουσθῇ ἀπὸ δώδεκα ἐπισκόπων.
Φῆλιξ ἐπίσκοπος εἶπεν· Ἀναφέρω κατὰ τὰ ὁρισθέντα ἐκ τῶν παλαιῶν συνόδων, ἵνα, ἐάν τις ἐπίσκοπος, ὃπερ ἀπείη, ἐν τινι ἐγκλήματι περιπέσῃ καὶ γένηται πολλὴ ἀνάγκη τοῦ μὴ δύνασθαι πολλοὺς συνελθεῖν, διὰ τὸ μὴ ἀπομεῖναι αὐτὸν ἐν τῷ ἐγκλήματι, ἀπὸ δώδεκα ἐπισκόπων ἀκουσθῇ, καὶ ὁ πρεσβύτερος ἀπὸ ἓξ ἐπισκόπων καὶ τοῦ ἰδίου, καὶ ὁ διάκονος ἀπὸ τριῶν.
Κανὼν ιγ’:
Περὶ τοῦ μὴ ἐξεῖναι ἐπίσκοπον, εἰ μὴ ἀπὸ πολλῶν χειροτονείσθαι• εἰ δὲ ἀνάγκη γένηται, κἂν ἀπὸ τριῶν ὁ ἐπίσκοπος χειροτονηθείη.
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τί πρὸς ταῦτα λέγει ἡ ὑμετέρα ἁγιωσύνη; ᾽Απὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη. ᾽Οφείλει παρ᾽ ἡμῶν τὰ ὁρισθέντα ἐκ τῶν πρὸ ἡμῶν φυλαχθῆναι, ὧν τινων ὡς ἔτυχεν ἀβούλως οἱ πρωτεύοντες τῆς οἱασδήποτε ἐπαρχίας ἀμελεῖν κατατολμῶσι. Πολλοὶ οὖν ἐπίσκοποι συναχθέντες ἐπίσκοπον χειροτονήσουσιν. Εἰ δὲ ἀνάγκη γένηται, τρεῖς ἐπίσκοποι, ἐν οἱῳδήποτε ἄν τόπῳ ὦσι, τῷ τοῦ πρωτεύοντος παραγγέλματι χειροτονήσουσι τὸν ἐπίσκοπον. Καὶ ἐάν τις ἔν τινι ἐναντιωθῇ τῇ ἰδίᾳ ὁμολογίᾳ ἢ τῇ ὑπογραφῇ, αὐτὸς ἑαυτὸν ἀποστερήσει τῆς τιμῆς.
Κανὼν ιδ’:
Ὥστε ἀπὸ Τριπόλεως ἕνα ἐπίσκοπον εἰς τοποτηρησίαν ἐλθεῖν∙ καὶ ὥστε τὸν πρεσβύτερον ἐκεῖσε ἀπὸ πέντε ἀκούεσθαι ἐπισκόπων.
Ὁμοίως ἤρεσεν ἀπὸ Τριπόλεως, διὰ τὴν τῆς χώρας ἔνδειαν, ἕνα ἐπίσκοπον εἰς τοποτηρησίαν ἐλθεῖν, καὶ ἵνα ὁ πρεσβύτερος ἐκεῖσε ἀπό πέντε ἀκούηται ἐπισκόπων, καὶ ὁ διάκονος ἀπὸ τριῶν, ὡς ἀνωτέρω εἴρηται, τοῦ ἰδίου αὐτοῦ δηλονότι ἐπισκόπου προκαθημένου.
Κανὼν ιε’:
Περὶ διαφόρων τάξεων τῇ ἐκκλησίᾳ δουλευουσῶν∙ ὥστε, ἐάν τις εἰς ἐγκληματικὸν πρᾶγμα περιπέσῃ, καὶ παραιτήσηται τὸ ἐκκλησιαστικὸν δικαστήριον, ὀφείλειν τὸν τοιοῦτον κινδυνεύειν• καὶ ὥστε τὰ τέκνα τῶν ἱερέων κοσμικοῖς θεωρίοις μὴ προσιέναι.
Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε τῶν ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων ἢ κληρικῶν, πράγματος αὐτῷ ἐγκληματικοῦ ἢ πολιτικοῦ ἐν τῇ ἐκκλησίᾳ κινουμένου, ἐὰν παραιτούμενος τὸ ἐκκλησιαστικὸν δικαστήριον δημοσίοις θελήσῃ καθαρθῆναι δικαστηρίοις, κἄν ὑπέρ αὐτοῦ ἡ ψῆφος ἐκφωνηθῇ, ὅμως τὸν ίδιον τόπον ἀπολέσῃ. Καὶ τοῦτο μὲν ἐπὶ τοῦ ἐγκληματικοῦ, ἐπὶ δὲ τοῦ πολιτικοῦ, ἀπολέσῃ τὸ εἰς ὃ ἐνίκησεν, ἐὰν τὸν ἴδιον τόπον θελήσῃ κατέχειν. Καὶ τοῦτό γε μὴν ἤρεσεν, ὥστε, ἐὰν ἀπὸ οἱωνδήποτε δικαστῶν ἐκκλησιαστικῶν ἐπὶ ἄλλους δικαστὰς ἐκκλησιαστικούς, ἔχοντας μείζονα τὴν αὐθεντίαν, ἔκκλητος γένηται, μηδὲν βλάπτειν τούτους ὧν ἡ ψῆφος λύεται, ἐάν ἐλεγχθῆναι μὴ δυνηθῶσιν ἢ κατ' ἔχθραν ἢ κατὰ προσπάθειαν δεδικακέναι ἤ τινι χάριτι ὑποφθαρῆναι. Ἐὰν δὲ κατὰ συναίνεσιν τῶν μερῶν ἐπιλεγέντες ὦσι δικασταί, εἰ καὶ ὀλιγώτεροι ἔσονται τῶν ὁρισθέντων, μὴ ἐξεῖναι ἐκκαλεῖσθαι. Καὶ ὥστε τὰ τέκνα τῶν ἱερέων θεώρια κοσμικὰ μὴ ἐκτελεῖν, μηδὲ θεωρεῖν· τοῦτο δὲ καὶ πᾶσιν τοῖς χριστιανοῖς ἀεὶ κεκήρυκται, ὥστε τούτων ἀπέχεσθαι, καὶ ὅπου βλασφημία εἰσί μὴ προσιέναι.
Κανὼν ις’:
Ὥστε μηδένα ἐπίσκοπον, ἤ πρεσβύτερον, ἢ διάκονον, ἔκληψίν τινα λαμβάνειν· καὶ ὥστε τοὺς ἀναγνώστας γαμετὰς λαμβάνειν· καὶ ἵνα οἱ κληρικοὶ γυναικῶν (καὶ τόκων) ἀπέχωνται, καὶ ποίῳ δεῖ καιρῷ ἤ αὐτοὺς, ἢ τὰς παρθένους καθιεροῦσθαι· (καὶ περὶ τοῦ μὴ προσκυνεῖν τὸν δῆμον).
Ὁμοίως ἤρεσεν, ἵνα ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι ἐκλήπτορες μὴ γίνωνται ἢ προκουράτορες, μηδὲ ἔκ τινος αἰσχροῦ ἢ ἀτίμου πράγματος τροφὴν πορίζωνται. Ὀφείλουσι γὰρ ἀποβλέψαι εἰς τὸ γεγραμμένον· Οὐδεὶς στρατευόμενος τῷ Θεῷ, ἐμπλέκει ἑαυτὸν πράγμασι κοσμικοῖς. Καὶ ὥστε τοὺς ἀναγνώστας, εἰς τὸν καιρὸν τῆς ἥβης ἐρχομένους, ἀναγκάζεσθαι ἢ συμβίους ἀγαγέσθαι ἢ ἐγκράτειαν ὁμολογεῖν. Ὁμοίως ἤρεσεν, ἵνα κληρικός, ἐὰν χρήματα δῷ ἐν χρήσει, τὰ χρήματα λάβῃ, ἐὰν δὲ εἶδος, ὅσον δέδωκε λάβῃ. Καὶ ἵνα πρὸ τῶν εἰκοσιπέντε ἐνιαυτῶν, μήτε διάκονοι χειροτονῶνται· ἀλλὰ καὶ οἱ ἀναγνῶσται τὸν δῆμον μὴ προσκυνῶσι.
Κανὼν ιζ’:
Ὥστε ἑκάστην ἐπαρχίαν, διὰ τὸ μακροδαπές, πρωτεύοντα ἔχειν ἴδιον.
Ἢρεσεν, ἵνα ἡ Μαυριτανία Σιτιφένσης, ὡς ᾔτησε, τὸν πρωτεύοντα τῆς Νουμιδικῆς χώρας, ἧς τινος ἐκ τῆς συνόδου κεχώρισται, ἴδιον ἔχῃ πρωτεύοντα. Συναινέσει οὖν πάντων τῶν πρωτευόντων τῶν Ἀφρικανῶν ἐπαρχιῶν καὶ πάντων τῶν ἐπισκόπων, διὰ τὸ μακροδαπές, ἔχειν ἐπετράπη.
Κανὼν ιη’:
Ἐάν τις κληρικὸς χειροτονῆται, ὀφείλει ὑπομιμνήσκεσθαι τοὺς ὅρους φυλάττειν· καὶ ἵνα τοῖς σώμασι τῶν ἀποθανόντων εὐχαριστία μὴ δίδωται, μηδὲ βάπτισμα· καὶ ἵνα καθ’ ἕκαστον ἐνιαυτὸν εἰς πάσας τὰς ἐπαρχίας πρὸς σύνοδον οἱ μητροπολῖται ἔρχωνται.
Ὁμοίως ἤρεσεν, ὥστε, χειροτονουμένου ἐπισκόπου ἤ κληρικοῦ, πρότερον ἀπὸ τῶν χειροτονούντων αὐτοὺς τὰ δεδογμένα τοῖς συνόδοις εἰς τὰς ἀκοὰς αὐτῶν ἐντίθεσθαι, ἵνα μὴ ποιοῦντες κατὰ τῶν ὅρων τῆς συνόδου μεταμεληθῶσιν. Ὁμοίως ἤρεσεν, ἵνα τοῖς σώμασι τῶν τελευτώντων εὐχαριστία μὴ δοθῇ. Γέγραπται γάρ· Λάβετε, φάγετε· τὰ δὲ τῶν νεκρῶν σώματα οὐδὲ λαβεῖν δύνανται, οὐδὲ φαγεῖν. Καί, ἳνα μὴ τοὺς ἤδη τελευτῶντας βαπτισθῆναι ποιήσῃ ἡ τῶν πρεσβυτέρων ἄγνοια. Διὸ βεβαιωτέον ἐστὶν ἐν ταύτῃ τῇ ἁγίᾳ συνόδῳ, ὥστε, κατὰ τοὺς ἐν Νικαίᾳ ὅρους, διὰ τὰς ἐκκλησιαστικὰς αἰτίας, αἵτινες πολλάκις πρὸς ὄλεθρον τοῦ λαοῦ παλαιοῦνται, καθ' ἕκαστον ἐνιαυτὸν σύνοδον συγκαλεῖσθαι, πρὸς ἣν πάντες οἱ τῶν ἐπαρχιῶν τὰς πρώτας καθέδρας ἐπέχοντες ἐκ τῶν οἰκείων συνόδων δύο ἤ καὶ ὃσους ἐπιλέξωνται ἐπισκόπους τοποτηρητὰς ἀποστείλωσιν, ἵνα ἐν τῇ συναχθείσῃ συνελεύσει πλήρης εἶναι δυνηθῇ ἡ αὐθεντία.
Κανὼν ιθ’:
Ὥστε, ἐπισκόπου κατηγορουμένου, πρὸς τὸν πρωτεύοντα τῆς αὐτοῦ ἐπαρχίας τὸ πρᾶγμα ἀνενεχθῆναι.
Αὐρήλιος ἐπίσκοπος εἶπεν· ᾽Εάν τις τῶν ἐπισκόπων κατηγορῆται, παρὰ τοῖς τῆς αὐτοῦ χώρας πρωτεύουσιν ὁ κατήγορος ἀναγάγῃ τὸ πρᾶγμα· καὶ μηδὲ ἀπὸ τῆς κοινωνίας κωλυθῇ ὁ κατηγορούμενος, εἰ μὴ δ' ἂν πρὸς ἀπολογίαν ἐν τῷ δικαστηρίῳ τῶν ἐπιλεγέντων δικάζειν γράμμασι προσκληθείς, τῇ ὡρισμένῃ ἡμέρᾳ οὐδαμῶς ἀπαντήσοι, τουτέστιν ἐντὸς προσθεσμίας μηνός, ἀφ’ ἧς ἡμέρας φανείη τὰ γράμματα δεξάμενος. Ἐὰν δὲ ἀληθεῖς τινας καὶ ἀναγκαστικὰς αἰτίας ἀποδείξῃ, τὰς αὐτὸν κωλυσάσας ἀπαντῆσαι πρὸς ἀπολογίαν τῶν κατ' αὐτοῦ προτεθέντων, ἐντὸς ἑτέρου μηνὸς ἀκεραίαν ἐχέτω εὐχέρειαν, μετὰ δὲ τὸν δεύτερον μῆνα μὴ κοινωνήσῃ, ἕως οὗ καθαρὸς αποδειχθείη. Εἰ δὲ πρὸς σύμπασαν τὴν ἐτησίαν σύνοδον ἀπαντῆσαι μὴ βουληθείη, ἵνα κἂν ἐκεῖ τὸ πρᾶγμα αὐτοῦ περαιωθῇ, αὐτὸς καθ' ἑαυτοῦ τῆς καταδίκης τὴν ψῆφον ἐκπεφωνηκέναι κριθήσεται. Ἐν δὲ τῷ καιρῷ, ᾧ οὐ κοινωνεῖ, μηδὲ ἐν τῇ Ἐκκλησίᾳ, μηδὲ ἐν παροικίᾳ κοινωνήσῃ. Ὁ δὲ τούτου κατήγορος, ἐὰν μηδαμοῦ ἀπολειφθείη, ἐν αἷς ἡμέραις γυμνάζεται τὰ τοῦ πράγματος, μηδαμῶς κωλυθῇ ἀπὸ τῆς κοινωνίας· Ἐὰν δέ ποτε ἐλλείψῃ ἑαυτὸν ὑποσύρας, ἀποκαθισταμένου τῇ κοινωνίᾳ τοῦ ἐπισκόπου, αὐτὸς ἀπὸ τῆς κοινωνίας ἐκβληθῇ ὁ κατήγορος, οὕτω μέντοι, ὡς μηδὲ τὴν εὐχέρειαν αὐτῷ ἀφαιρεῖσθαι τῆς κατηγορίας τοῦ πράγματος, ἐὰν δυνηθῇ ἀποδεῖξαι κατὰ τὴν προθεσμίαν, οὐχὶ μὴ τεθεληκέναι, ἀλλὰ μὴ δεδυνῆσθαι ἀπαντῆσαι. Ἐκείνου δήλου ὄντος, ὡς ἐν τῷ κινεῖσθαι τὰ τοῦ πράγματος ἐν τῷ τῶν ἐπισκόπων δικαστηρίῳ, μὴ προσδεχθῇ εἰς κατηγορίαν, εἰ μηδ' ἄν ὑπὲρ ἰδίου πράγματος, μὴ μέντοι περὶ ἐκκλησιαστικοῦ θελήσῃ ἐπιβαλέσθαι.
Κανὼν κ’ (20):
Περὶ πρεσβυτέρων, καὶ κληρικῶν κατηγορουμένων.
Ἐὰν δὲ πρεσβύτεροι ἢ διάκονοι κατηγορηθῶσι, προσζευγνυμένου τοῦ νομίμου ἀριθμοῦ τῶν ἐκ τῆς πλησιαζούσης τοποθεσίας αἱρετικῶν ἐπισκόπων, οὓς οἱ κατηγορούμενοι αἰτήσονται, τοὐτέστιν ἐπ' ὀνόματι τοῦ πρεσβυτέρου ἓξ καὶ τοῦ διακόνου τριῶν, σὺν τούτοις αὐτὸς ὁ ἴδιος τῶν κατηγορουμένων ἐπίσκοπος τὰς αἰτίας αυτῶν ἐξετάσει, τοῦ αὐτοῦ τῶν ἡμερῶν καὶ ὑπερθέσεων καὶ ἐξετάσεων καὶ προσώπων μεταξὺ τῶν κατηγορούντων καὶ κατηγορουμένων τύπου φυλαττομένου, τῶν δὲ λοιπῶν κληρικῶν τὰς αἰτίας καὶ μόνος ὁ ἐντόπιος ἐπίσκοπος διαγνῷ καὶ περατώσῃ.
Κανὼν κα’:
Ὥστε τὰ τέκνα τῶν κληρικῶν ἐν συνοικεσίῳ μὴ συνάπτεσθαι αἱρετικοῖς.
Ὁμοίως ἤρεσεν, ὥστε τέκνα τῶν κληρικῶν ἐθνικοῖς ἢ αἱρετικοῖς γαμικῶς μὴ συνάπτεσθαι.
Κανὼν κβ’:
Ὥστε τοὺς ἐπισκόπους καὶ τοὺς κληρικοὺς μηδένα συνεισάγειν τοῖς μὴ ὀρθοδόξοις Χριστιανοῖς, εἰ καὶ συγγενεῖς ἔτι μὴν ὦσιν.
Μηδὲ διὰ δωρεᾶς τῶν οἰκείων πραγμάτων, ὡς εἴρηται, τοὺς ἐπισκόπους ἢ κληρικοὺς τούτοις συνεισάγειν.
Κανὼν κγ’:
Ὥστε τοὺς ἐπισκόπους πέραν θαλάσσης μὴ ἀποδημεῖν.
Ὁμοίως ἐπίσκοποι πέραν θαλάσσης μὴ ἀποδημείτωσαν, εἰ μὴ μετὰ ψηφίσματος τῆς πρώτης καθέδρας τοῦ ἰδίου ἑκάστης χώρας ἐπισκόπου, τουτέστιν εἰμὴ ἀπ' αυτοῦ τοῦ πρωτεύοντος κατ' ἐξαίρετον λάβῃ τήν, ἥτις λέγεται ἀπολυτική, τετυπωμένην, ἤτοι παράθεσιν.
Κανὼν κδ’:
Ὥστε ἐκτὸς τῶν κανονικῶν Γραφῶν, μηδὲν ἐν τῇ ἐκκλησίᾳ ἀναγινώσκεσθαι.
Ὁμοίως ἤρεσεν, ἵνα ἐκτὸς τῶν κανονικῶν Γραφῶν, μηδὲν ἐν τῇ ἐκκλησίᾳ ἀναγινώσκηται ἐπ' ὀνόματι θείων Γραφῶν. Εἰσὶ δὲ αἱ κανονικαὶ Γραφαὶ αὗται· Γένεσις, ῎Εξοδος, Λευϊτικόν, ᾽Αριθμοί, Δευτερονόμιον, ᾽Ιησοῦς ὁ τοῦ Ναυῆ, Κριταί, Ρούθ, τῶν Βασιλειῶν βίβλοι τέσσαρες, τῶν Παραλειπομένων βίβλοι δύο, ᾽Ιώβ, Ψαλτήριον, Σολομῶντος βίβλοι πέντε, τῶν Προφητῶν βίβλοι δώδεκα, ῾Ησαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, Δανιήλ, Τωβίας, Ἰουδήθ, Ἐσθήρ, Ἒσδρα βίβλοι δύο. Τῆς Νέας Διαθήκης· Εὐαγγέλια τέσσαρα, Πράξεων τῶν Ἀποστόλων βίβλος μία, ἐπιστολαί Παύλου δεκατέσσαρες, Πέτρου Ἀποστόλου δύο, Ἰωάννου Ἀποστόλου τρεῖς, Ἰακώβου Ἀποστόλου μία, Ἰούδα Ἀποστόλου μία, Ἀποκαλύψεως Ἰωάννου βίβλος μία. Τοῦτο δὲ τῷ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν Βονιφατίῳ καὶ τοῖς ἄλλοις τῶν αὐτῶν μερῶν ἐπισκόποις πρὸς βεβαίωσιν τοῦ προκειμένου κανόνος γνωρισθῇ, ἐπειδὴ παρὰ τῶν Πατέρων ἐν τῇ ἐκκλησίᾳ ταῦτα ἀναγνωστέα παρελάβομεν.
Κανὼν κε’:
Περὶ ἐπισκόπων καὶ τῶν ἑπομένων τάξεων τῶν τὰ ἅγια μυστήρια ψηλαφωσῶν, ἤρεσεν ἀπὸ γυναικῶν ἐγκρατεύεσθαι.
Αὐρήλιος ἐπίσκοπος εἶπε· Προστίθημι, ἀδελφοί τιμιώτατοι, πρὸς τούτοις, ἐν τῷ ἀναφέρεσθαι ἕνεκεν ἐγκρατείας τῆς περὶ τὰς ίδίας γυναῖκάς τινων τῶν κληρικῶν, ἐξαιρέτως ἀναγνωστῶν, τὸ ἐν διαφόροις συνόδοις βεβαιωθέν, ὥστε τοὺς ὑποδιακόνους τούς τε τὰ ἱερὰ μυστήρια ψηλαφῶντας καὶ τοὺς διακόνους καὶ πρεσβυτέρους, ἀλλὰ καὶ ἐπισκόπους, κατὰ τοὺς ἰδίους ὅρους καὶ ἐκ τῶν συμβίων ἐγκρατεύεσθαι, ἵνα ὡς μὴ ἔχοντες ὦσιν· ὅπερ εἰ μὴ ποιήσωσι, τοῦ ἐκκλησιαστικοῦ ἀποκινηθῶσι καθήκοντος. Τοὺς δὲ λοιποὺς κληρικοὺς πρὸς τοῦτο μὴ ἀναγκάζεσθαι, εἰμὴ ἐν προβεβηκυίᾳ κείρᾳ. ᾽Απὸ πάσης ἐλέχθη τῆς συνόδου· Ἅπερ ἡ ὑμετέρα ἀγιωσύνη δικαίως ἐῤῥύθμισεν, ἱεροπρεπῆ ὄντα καὶ θεάρεστα, βεβαιοῦμεν.
Κανὼν κς’:
Ὥστε μὴ ὑπό τινος διασπᾶσθαι τὰ τῆς ἐκκλησίας πράγματα.
Ὁμοίως ἤρεσεν, ἵνα πρᾶγμα ἐκκλησιαστικὸν μηδεὶς πιπράσκῃ. ῞Οπερ πρᾶγμα, ἐὰν προσόδους μὴ ἔχῃ, καὶ πολλή τις ἐπείγῃ ἀνάγκῃ, τοῦτο ἐμφανίζεσθαι τῷ πρωτεύοντι τῆς αὐτῆς ἐπαρχίας καὶ μετὰ τοῦ ὡρισμένου ἀριθμοῦ τῶν ἐπισκόπων βουλεύεσθαι, τί δεῖ πρᾶξαι. Εἰ δὲ τοσαύτη ἐπείγοι ἀνάγκη τῆς ἐκκλησίας, ὡς μὴ δύνασθαι πρὸ τοῦ πωλεῖν βουλεύεσθαι, κἂν τοὺς γειτνιῶντας πρὸς μαρτυρίαν καλέσῃ ὁ ἐπίσκοπος φροντίδα ποιούμενος τοῦ ἀποδείξαι τῇ συνόδῳ πάσας τὰς συμβάσας τῇ ἐκκλησίᾳ αὐτοῦ περιστάσεις· ὅπερ εἰ μὴ ποιήσει, ὑπεύθυνος τῷ Θεῷ καὶ τῇ συνόδῳ φανῇ ὁ πιπράσκων, καί ἀλλότριος τῆς οἰκείας τιμῆς.
Κανὼν κζ’:
Πρεσβύτεροι, καὶ διάκονοι, ἐπὶ βαρυτέρῳ ἁμαρτήματι ἐλεγχθέντες, χειροθεσίαν, ὡς λαϊκοί, μηδαμῶς ὑποδέξωνται.
Ὁμοίως ἐβεβαιώθη ὡς, ἐάν ποτε πρεσβύτεροι, ἢ διάκονοι ἐπί τινι βαρυτέρᾳ ἁμαρτίᾳ ἐλεγχθῶσι, τῇ ἀναγκαίως αὐτοὺς τῆς λειτουργίας ἀποκινούσῃ, μὴ ἐπιτίθεσθαι αὐτοῖς χεῖρας ὡς μετανοοῦσιν ἢ ὡς πιστοῖς λαϊκοῖς, μηδὲ ἐπιτρέπεσθαι αὐτοῖς, ὥστε ἀναβαπτιζομένους πρὸς τὸν τοῦ κλήρου βαθμὸν προκόπτειν.
Κανὼν κη’:
Πρεσβύτεροι, καὶ διάκονοι, καὶ κληρικοί, οἱ ἐν τῷ ἰδίῳ πράγματι ἔκκλητον παρέχοντες ἐπὶ τὰ πέραν τῆς θαλάσσης, εἰς κοινωνίαν μηδαμῶς δεχθῶσι.
Ὁμοίως ἤρεσεν, ἵνα οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ οἱ λοιποὶ κατώτεροι κληρικοί, ἐν αἷς ἔχουσιν αἰτίαις, ἐὰν τὰ δικαστήρια μέμφωνται τῶν ἰδίων ἐπισκόπων, οἱ γείτονες ἐπίσκοποι ἀκροάσωνται αὐτῶν καί, μετὰ συναινέσεως τοῦ ἰδίου ἐπισκόπου, τὰ μεταξὺ αὐτῶν διαθῶσιν οἱ προσκαλούμενοι παρ' αὐτῶν ἐπίσκοποι. Διό, εἰ καὶ περὶ αὐτῶν ἔκκλητον παρέχειν νομίσωσι, μὴ ἐκκαλέσωνται εἰς τὰ πέραν τῆς θαλάσσης δικαστήρια, ἀλλὰ πρὸς τοὺς πρωτεύοντας τῶν ἰδίων ἐπαρχιῶν, ὡς καὶ περὶ τῶν ἐπισκόπων πολλάκις ὥρισται. Οἱ δὲ πρὸς περαματικὰ δικαστήρια διεκκαλούμενοι, παρ᾽ οὐδενὸς ἐν τῇ Ἀφρικῇ δεχθῶσιν κοινωνίαν.
Κανὼν κθ’:
Εἴ τις ἀπὸ κοινωνίας ὢν, πρὸ τοῦ ἀκουσθῆναι κοινωνῆσαι τολμήσοι, αὐτὸς καθ' ἑαυτοῦ τὴν καταδίκην προήγαγεν.
Ὁμοίως ἤρεσε συμπάσῃ τῇ συνόδῳ, ἵνα ὁ διὰ ρᾳθυμίαν αὐτοῦ ἀπὸ κοινωνίας γενόμενος, εἴτε επίσκοπος εἴτε οἱοσδήποτε κληρικός, ἐὰν ἐν τῷ καιρῷ τῆς ἀκοινωνησίας αυτοῦ, πρὸ τοῦ ἀκουσθῆναι, εἰς κοινωνίαν τολμήσῃ, αὐτὸς καθ' ἑαυτοῦ τῆς καταδίκης τὴν ψῆφον ἐξενηνοχέναι κριθῇ.
Κανὼν λ’ (30):
Περὶ κατηγοροῦντος καὶ κατηγορουμένου.
Ὁμοίως ἤρεσεν, ἵνα ὁ κατηγορούμενος ἢ ὁ κατηγορῶν ἐν τῷ τόπῳ, ὅθεν ἐστὶν ὁ κατηγορούμενος, ἐὰν φοβῆταί τινα βίαν προπετοῦς πολυπληθείας, τόπον ἑαυτῷ ἐπιλέξηται ἔγγιστα, ἐν ᾧ οὐκ ἔστιν αὐτῷ δυσχέρεια μάρτυρας προκομίσαι, ἔνθα τὸ πρᾶγμα περατοῦται.
Κανὼν λα’:
Ἐάν τινες κληρικοὶ ἐκ τῶν ἰδίων ἐπισκόπων προβισαζόμενοι καταφρονῶσι, μηδὲ ἐκεῖ μείνωσι, ὅθεν ἀναχωρῆσαι οὐκ ἠθέλησαν.
Ὁμοίως ἤρεσεν, ἵνα οἱοιδήποτε κληρικοὶ καὶ διάκονοι, ἐὰν μὴ πειθαρχῶσι τοῖς ἐπισκόποις αὐτῶν, βουλομένοις διά τινας ἀναγκαστικὰς αἰτίας τῶν ἐκκλησιῶν αὐτῶν τούτους πρὸς μείζονας ἀναβιβάζειν τιμὰς ἐν τῇ ἐκκλησίᾳ αὐτῶν, μηδὲ ἐν ἐκείνῳ τῷ βαθμῷ διακονήσωσιν, ἐξ οὗ ἀναχωρῆσαι οὐκ ἠθέλησαν.
Κανὼν λβ’:
Ἐάν τις τῶν κληρικῶν πενιχρός, προκόψας εἴς τινα τάξιν, κτήσοιτό τι ποτε, ὑποκεῖσθαι τῇ ἐξουσίᾳ τῶν ἐπισκόπων.
Ὁμοίως ἤρεσεν, ἵνα ἐπίσκοποι πρεσβύτεροι διάκονοι ἢ καὶ οἱοιδήποτε κληρικοί, οἱ μηδὲν ἔχοντες, ἐὰν προκόψαντες τῷ καιρῷ τῆς ἐπισκοπῆς ἢ τῆς κληρώσεως αὐτῶν ἀγρούς ἢ οἱαδήποτε χωρία ἐπ' ὀνόματι αὐτῶν ἀγοράσωσιν, ἵνα ὡς κατὰ δεσποτικῶν πραγμάτων ἔφοδον πεποιηκότες ἐνέχωνται, εἰ μὴ ἄρα λοιπὸν ὑπομνησθέντες τῇ ἐκκλησίᾳ ταῦτα εἰσκομίσουσιν. Ἐὰν δὲ εἰς αὐτοὺς κυρίως φιλοτιμίᾳ τινὸς ἢ διαδοχῇ συγγενείας περιέλθῃ, ἐξ αὐτοῦ ποιήσωσιν ὃ ἔχει ἡ πρόθεσις αὐτῶν. Εἰ δὲ καὶ μετὰ τὸ προθέσθαι εἰς τοὐπίσω μετατραπῶσι, τῆς ἐκκλησιαστικῆς τιμῆς ἀνάξιοι, ὡς ἀδόκιμοι, κριθῶσιν.
Κανὼν λγ’:
Ὥστε πρεσβυτέρους πρᾶγμα τῆς ἐκκλησίας, ἐν ᾗ καθιέρωνται, μὴ πιπράσκειν• καὶ ὥστε μηδενὶ ἐπισκόπῳ ἐξεῖναι πράγματι καταχρήσασθαι τοῦ τίτλου τῆς ἐκκλησιαστικῆς μάτρικος.
Ὁμοίως ἤρεσεν, ὥστε τοὺς πρεσβυτέρους παρὰ γνώμην τῶν ἰδίων αὐτῶν ἐπισκόπων πρᾶγμα μὴ πιπράσκειν τῆς ἐκκλησίας, ἐν ᾗ καθιέρωνται, ὃν τρόπον καὶ τοῖς ἐπισκόποις οὐκ ἔξεστι πιπράσκειν χωρία τῆς ἐκκλησίας, ἀγνοούσης τῆς συνόδου ἢ τῶν ἰδίων πρεσβυτέρων. Μὴ οὔσης τοίνυν ἀνάγκης, μηδὲ ἐπισκόπῳ ἐξεῖναι καταχρήσασθαι πράγματι ἐκ τοῦ τίτλου τῆς ἐκκλησιαστικῆς μάτρικος.
Κανὼν λδ’:
Ὅτι οὐδὲν ἐκ τῆς ἐν Ἱππῶνι συνόδου εἴη διορθωτέον.
Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· ᾽Εν τούτῳ τῷ βρεβίῳ, τῷ ἀποδρεφθέντι ἐκ τῆς ἐν Ἱππῶνι συνόδου, οὐδὲν νομίζομεν εἶναι διορθωτέον ἢ προσθετέον, εἰ μή, ἵνα ἡ ἡμέρα τοῦ ἁγίου Πάσχα ἐν τῷ καιρῷ τῆς συνόδου γνωρισθείη.
Κανὼν λε’:
Περὶ τοῦ, τοὺς ἐπισκόπους καὶ τοὺς κληρικοὺς μὴ εὐχερῶς τὰ τέκνα αὐτῶν ποιεῖν ἐμαγκίπατα.
Ὥστε τοὺς ἐπισκόπους καὶ τοὺς κληρικοὺς τὰ τέκνα αὐτῶν μὴ ἐᾷν αὐτεξουσίως ἀπιέναι διὰ ἐμαγκιπατίωνος, εἰ μὴ δ᾽ ἂν είς τοὺς τρόπους καὶ είς τὴν ἡλικίαν αὐτῶν πληροφορηθῶσιν· ὡς λοιπὸν τὰ ἁμαρτήματα αὐτῶν εἰς αὐτοὺς συντείνειν.
Κανὼν λς’:
Περὶ τοῦ, τοὺς ἐπισκόπους καὶ κληρικοὺς μὴ χειροτονεῖσθαι, εἰ μὴ πάντας τοὺς ἰδίους, Χριστιανοὺς ποιήσωσιν.
Ὥστε ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους μὴ χειροτονεῖσθαι, πρὶν ἢ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτῶν χριστιανοὺς ὀρθοδόξους ποιήσωσιν.
Κανὼν λζ’:
Περὶ τοῦ, μὴ ἐξεῖναι περαιτέρω ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου τί ποτε ἐν τοῖς ἁγίοις προσφέρειν.
Ἵνα ἐν τοῖς ἁγίοις μηδὲν πλέον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου προσενεχθείη, ὡς καὶ αὐτὸς ὁ Κύριος παρέδωκε, τουτέστιν ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου. Ἀπαρχὴ δέ, εἴτε μέλι, εἴτε γάλα, ὡς εἴωθε, προσφερέσθω ἐν μιᾷ ἡμέρᾳ ἐθίμῳ εἰς τὸ τῶν νηπίων μυστήριον· εἰ καὶ τὰ μάλιστα γὰρ ἐν θυσιαστηρίῳ προσφέρεται, ὅμως ἰδίαν ἐχέτω κυρίως εὐλογίαν, ὡς ἐκ τοῦ ἁγιάσματος τοῦ Κυριακοῦ σώματος καὶ αἵματος διΐστασθαι. Μηδὲν δὲ πλέον ἐν ταῖς ἀπαρχαῖς προσφερέσθω ἢ ἀπὸ σταφυλῶν καὶ σίτου.
Κανὼν λη’:
Ὥστε κληρικοὺς ἢ ἐγκρατευομένους πρὸς παρθένους, ἤ χήρας μὴ εἰσιέναι.

Κληρικοὶ ἢ ἐγκρατευόμενοι, πρὸς χήρας ἢ παρθένους, εἰ μὴ κατ' ἐπιτροπὴν καὶ συναίνεσιν τοῦ ἰδίου ἐπισκόπου ἢ τῶν πρεσβυτέρων, μὴ εἰσίτωσαν· καὶ τοῦτο δὲ μὴ μόνοι ποιείτωσαν, ἀλλὰ μετὰ συγκληρικῶν ἢ μετὰ τούτων, μεθ' ὧν ὁ ἐπίσκοπος ἢ οἱ πρεσβύτεροι μόνοι ἔχουσι τὴν εἴσοδον πρὸς τὰς τοιουτοτρόπους γυναῖκας, ἢ ὅπου πάρεισι κληρικοὶ ἢ ἔντιμοί τινες χριστιανοί.
Κανὼν λθ’:
Περὶ τοῦ, τὸν πρῶτον ἐπίσκοπον μὴ προσαγορεύεσθαι ἔξαρχον τῶν ἱερέων.
῞Ωστε τὸν τῆς πρώτης καθέδρας ἐπίσκοπον μὴ λέγεσθαι ἔξαρχον τῶν ἱερέων ἢ ἄκρον ἱερέα ἢ τοιουτότροπον τίποτε, ἀλλὰ μόνον ἐπίσκοπον τῆς πρώτης καθέδρας.
Κανὼν μ’:
Περὶ τοῦ, μὴ καπηλεύεσθαι τοὺς κληρικούς, εἰ μὴ ἐπιξενουμένους.
Ὥστε τοὺς κληρικοὺς χάριν τοῦ τρώγειν ἢ πίνειν μὴ εἰσιέναι εἰς καπηλεῖα, εἰ μηδ' ἂν ξενίας ἀνάγκῃ συνωθουμένους.
Κανὼν μα’:
Περὶ τοῦ, ἀπὸ νηστικῶν τῷ Θεῷ προσάγεσθαι θυσίας.
Ὥστε ἅγια θυσιαστηρίου, εἰ μὴ ἀπὸ νηστικῶν ἀνθρώπων, μὴ επιτελεῖσθαι, ἐξῃρημένης μιᾶς ἐτησίας ἡμέρας, ἐν ᾗ τὸ Κυριακόν δεῖπνον ἐπιτελεῖται. ᾽Εὰν δέ τινων κατὰ τὸν δειλινὸν καιρὸν τελευτησάντων εἴτε ἐπισκόπων, εἴτε τῶν λοιπῶν, παράθεσις γένηται, μόναις εὐχαῖς ἐκτελεσθῇ, ἐὰν οἱ ταύτην ποιοῦντες ἀριστήσαντες εὑρεθῶσιν.
Κανὼν μβ’:
Περὶ τοῦ, μηδαμῶς συμπόσια ἐν ταῖς ἐκκλησίαις ἐπιτελεῖσθαι.
Ὥστε ἐπισκόπους ἢ κληρικοὺς ἐν τῇ ἐκκλησίᾳ μὴ συμποσιάζεσθαι, εἰ μηδ' ἂν τυχὸν ἀνάγκῃ ξενίας διαβάντες ἐκεῖ καταλύσωσι. Καὶ οἱ λαοὶ δὲ ἀπὸ τοιουτοτρόπων συμποσίων ὅσον δυνατόν ἐστι κωλυθῶσι.
Κανὼν μγ’:
Περὶ τῶν μετανοούντων.
Ὥστε τοῖς μετανοοῦσι κατὰ τὴν τῶν ἁμαρτημάτων διαφοράν, τῇ τῶν ἐπισκόπων κρίσει, τὰς μετανοίας ἐν καιρῷ ψηφίζεσθαι· πρεσβύτερος δὲ παρὰ τὴν γνώμην τοῦ ἐπισκόπου μὴ καταλλάσσῃ μετανοοῦντα, εἰ μηδ' ἂν ἀνάγκης συνωθούσης ἐν τῇ ἀπουσίᾳ τοῦ ἐπισκόπου· οὗ τινος δήποτε δὲ μετανοοῦντος, εἰ πούβλικον καὶ τεθρυλλημένον ἐστὶ τὸ ἔγκλημα, τὸ σύμπασαν τὴν ἐκκλησίαν κινοῦν, πρὸ τῆς ἀψῖδος τούτῳ ἡ χείρ ἐπιτεθῇ.
Κανὼν μδ’:
Περὶ παρθένων.
Ὥστε τὰς ἱερὰς παρθένους, ὅτε τῶν πατέρων χωρίζονται, ἐξ ὧν ἐφυλάττοντο, τῇ τοῦ ἐπισκόπου, ἢ αὐτοῦ ἀπόντος τῇ τοῦ πρεσβυτέρου, προνοίᾳ ταῖς τιμιωτέραις γυναιξὶ παρατίθεσθαι ἢ ἅμα κατοικούσας ἀλλήλας φυλάττειν, ἵνα μὴ πανταχοῦ πλαζόμεναι, τὴν ὑπόληψιν βλάψωσι τῆς ἐκκλησίας.
Κανὼν με’:
Περὶ τῶν ἀσθενούντων, καὶ ὑπὲρ ἑαυτῶν ἀποκρίνεσθαι μὴ δυναμένων· (καὶ περὶ σκηνικῶν μετανοούντων καὶ ἐπιστρεφόντων πρὸς τὸν Κύριον).
Ὥστε τοὺς ἀσθενοῦντας, οἵτινες ὑπὲρ ἑαυτῶν ἀποκρίνεσθαι οὐ δύνανται, τότε βαπτίζεσθαι, ὅτε τῇ αὐτῶν προαιρέσει τὴν περὶ αυτῶν μαρτυρίαν κινδύνῳ ἰδίῳ εἴπωσιν. Ὥστε τοῖς σκηνικοῖς καὶ μίμοις καὶ τοῖς λοιποῖς τοιουτοτρόποις προσώποις ἢ ἀποστάταις, μετανοοῦσι καὶ ἐπιστρέφουσι πρὸς Θεόν, χάριν ἢ καταλλαγὴν μὴ ἀρνεῖσθαι.
Κανὼν μς’:
Περὶ τῶν παθῶν τῶν μαρτύρων.
Ἐξέστω ἔτι μὴν ἀναγινώσκεσθαι τὰ πάθη τῶν μαρτύρων, ἡνίκα αἱ ἐτήσιαι αὐτῶν ἡμέραι ἐπιτελοῦνται.
Κανὼν μζ’:
Περὶ Δονατιστῶν, καὶ παιδίων τῶν παρὰ τοῖς Δονατισταῖς βαπτιζομένων.
Ἤρεσεν, ἵνα ἐρωτήσωμεν τοὺς ἀδελφοὺς καὶ συνιερεῖς ἡμῶν Σιρίκιον καὶ Σιμπλικιανόν, περὶ μόνων τῶν νηπίων τῶν παρὰ τοῖς Δονατισταῖς βαπτιζομένων, μήπως τοῦτο, ὅπερ οἰκείᾳ προθέσει οὐκ ἐποίησαν, τῇ τῶν γονέων πλάνῃ ἐμποδίσῃ αὐτοῖς πρὸς τὸ μὴ προκόπτειν εἰς ὑπουργίαν τοῦ ἁγίου θυσιαστηρίου, ὅταν πρὸς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν σωτηριώδει προθέσει ἐπιστρέψωσι. Τούτων δὲ ἐναρχθέντων, Ὁνωράτος καὶ Οὐρβανός, οἱ ἐπίσκοποι τῆς Μαυριτανίας Σιτιφένσης χώρας, εἶπον· Ἐκ πολλοῦ, ὅτε πρὸς τὴν ὑμετέραν ἁγιωσύνην ἀπεστελλόμεθα, τὰ γραφέντα ὑπερεθέμεθα ταύτῃ τῇ κατανοήσει, ὅτι προσεδοκῶμεν ἀδελφοὺς ἡμῶν παραγενέσθαι τοποτηρητὰς Νουμιδίας· ἀλλ' ἐπειδὴ οὐκ ὀλίγαι ἡμέραι εἰσίν, ἀφοῦ οἱ προσδοκώμενοι οὐδαμῶς κατέλαβον, περαιτέρω παριδεῖν τὰ ἐνταλέντα ἡμῖν ἀπὸ τῶν συνεπισκόπων οὐ δεῖ. Καὶ διὰ τοῦτο, ἀδελφοί, τὴν ἀναφορὰν ἡμῶν προθύμως εἰσδέξασθε, περὶ τῆς πίστεως γὰρ τοῦ ἐν Νικαίᾳ τρακτάτου ἠκούσαμεν· ἀληθές ἐστι περὶ τῶν γινομένων μετὰ τὸ ἄριστον ἁγίων, ἵνα ἀπὸ νηστικῶν, ὡς ἔστιν ἄξιον, προσφέρωνται, καὶ τότε ἐβεβαιώθη.
Κανὼν μη’:
Περὶ ἀναβαπτισμάτων, καὶ ἀναχειροτονιῶν, ἢ μεταβάσεων ἐπισκόπων.
Ἐκεῖνο δὲ ἀναφέρομεν ἐνταλὲν ἡμῖν, τὸ καὶ ἐν τῇ συνόδω τῇ ἐν Καπούῃ ὁρισθέν, ὥστε μὴ ἐξεῖναι γίνεσθαι ἀναβαπτίσεις ἢ ἀναχειροτονήσεις ἢ μετακινήσεις ἐπισκόπων. Κρεσκώνιος, οὖν τοῦ Ῥεκένσης ἀγροῦ ἐπίσκοπος, καταφρονήσας τοῦ ἰδίου λαοῦ, τῇ Τουβηκένῃ ἐπέβη ἐκκλησίᾳ καὶ ἕως τῆς σήμερον, πολλάκις ὑπομνησθεὶς κατὰ τὸ ὁρισθὲν καταλιπεῖν τὴν αὐτὴν ἐκκλησίαν, ᾗ τινι ἐπῆλθεν, οὐχ εἵλετο. Περὶ τούτου δὲ τὰ προαναγγελθέντα βέβαια ἠκούσαμεν καὶ αἰτοῦμεν κατὰ τὸ ἐνταλὲν ἡμῖν, ἵνα καταξιώσητε δοῦναι παρρησίαν ἐπ' ἀδείας ἡμῖν γενέσθαι, ὅτι αὕτη ἡ ἀνάγκη παρασκευάζει τῷ ἄρχοντι τῆς χώρας κατ' ἐκείνου προσελθεῖν, κατὰ τὰς διατάξεις τῶν ἐνδοξοτάτων βασιλέων, ίνα ὁ τῇ πράῳ ὑπομνήσει τῆς ὑμετέρας ἁγιωσύνης πειθαρχῆσαι μὴ θελήσας καὶ διορθώσασθαι τὸ ἀσυγχώρητον, αὐθεντίᾳ ἀρχοντικῇ παραχρῆμα κωλυθῇ. Αὐρήλιος ἐπίσκοπος εἶπε· Φυλαχθέντος τοῦ τύπου τῆς καταστάσεως, μὴ κριθῇ τῆς συνόδου ὑπάρχων, ἐὰν ἐπιεικῶς αἰτηθεὶς παρὰ τῆς ὑμετέρας ἀγάπης ἀποστῆναι παρῃτήσατο, ἐπειδὴ ἐκ τῆς οἰκείας καταφρονήσεως καὶ μονοτονίας περιῆλθεν εἰς ἀρχοντικὴν ἐξουσίαν. Ὁνωράτος καὶ Οὐρβανός, οἱ ἐπίσκοποι εἶπον· Τοῦτο οὖν πᾶσιν ἀρέσκει; ᾽Απὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Δίκαιόν ἐστιν, ἀρέσκει.
Κανὼν μθ’:
Πόσοι ἐπίσκοποι ἐπίσκοπον χειροτονεῖν ὀφείλουσι.
Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Κἀκεῖνο ἡμῖν ἐνετάλη, ἐπειδὴ ἐκ τοῦ πλησίον ἀδελφοὶ ἡμῶν δύο ἐπίσκοποι τῆς Νουμιδίας χειροτονῆσαι ἐτόλμησαν ἱερέα, κρίνατε μὴ γενέσθαι χειροτονίας ἐπισκόπων, εἰ μὴ ἀπὸ δώδεκα. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ὁ ἀρχαῖος τύπος φυλαχθήσεται, ἵνα μὴ ἥττονες τριῶν τῶν ὁρισθέντων εἰς χειροτονίαν ἐπισκόπων ἀρκέσωσι, διότι ἐν Τριπόλει τυχὸν καὶ ἐν Ἀρζουΐη δῆλον ὡς παρέγκεινται βάρβαρα ἔθνη, ἐν Τριπόλει δὲ πέντε καὶ μόνοι εἰσίν, ὡς γινώσκετε, ἐπίσκοποι καὶ δυνατὸν ἐξ αὐτοῦ πολλάκις τοῦ ἀριθμοῦ τοὺς δύο ἀνάγκη τινὶ κατέχεσθαι. Δυσχερὲς γάρ ἐστιν ἐξ οἱουδήποτε ἀριθμοῦ πάντας δύνασθαι ἀπαντῆσαι, μὴ ὀφείλει τοῦτο αὐτὸ παρεμποδὼν εἶναι τῷ χρησίμῳ τῆς ἐκκλησίας· καὶ γὰρ εἰς ταύτην τὴν ἐκκλησίαν, εἰς ἣν κατηξίωσεν ἡ ὑμετέρα συνελθεῖν ἀγιωσύνη, συχνῶς καὶ σχεδὸν κατὰ Κυριακὴν χειροτονουμένους ἔχομεν. Μὴ ἄρα δύναμαι συνεχῶς δώδεκα ἢ δέκα ἢ οὐχὶ πολὺ ἐλάττους συγκαλεῖν ἐπισκόπους; Δύο δὲ γείτονας προσζεῦξαι εὐχερές ἐστι τῇ ἐμῇ βραχύτητι. Διὸ ὁρᾷ σὺν ἐμοὶ ἡ ὑμετέρα ἀγάπη, τοῦτο αὐτὸ μὴ δύνασθαι παραφυλαχθῆναι.

Κανόνες 50-79

Κανόνες της Συνόδου της Καρθαγένης - Περίληψη Κείμενο
Κανὼν ν’ (50):
Πόσοι ἐπίσκοποι προστεθῆναι ὀφείλουσι τῷ ἀριθμῷ τῶν χειροτονούντων, ἐὰν περὶ τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου ἀντιλογία γένηται.
Ἐκεῖνο δὲ ὁρίσαι δεῖ, ὥστε, ἐάν ποτε πρὸς ἐπιλογὴν ἐπισκόπου προέλθωμεν καὶ ἀναφυῇ τις ἀντιλογία, ἐπειδὴ τὰ τοιαῦτα παρ' ἡμῖν ἐτρακταΐσθησαν, τολμηρὸν εἶναι λοιπὸν τρεῖς μόνους πρὸς τὸ καθᾶραι τὸν χειροτονηθησόμενον εὑρεθῆναι, ἀλλὰ τῷ προλεχθέντι ἀριθμῷ προστεθῇ εἷς καὶ δύο, καὶ ἐπὶ αὐτοῦ τοῦ λαοῦ, οὗ μέλλει χειροτονεῖσθαι, ἐξετασθῶσι πρῶτον τὰ πρόσωπα τῶν ἀντιλεγόντων, εἰς ὕστερον γὰρ καὶ τὰ προτεθειμένα συζευχθῶσι· καὶ ὅτε φανείη ἐπὶ δημοσίας προσόψεως, εἶθ' οὕτω χειροτονηθείη. Ἐὰν τοῦτο καταδέχηται ἡ ὑμετέρα ἁγιωσύνη, τῇ ὁμονοητικῇ ἀποκρίσει τοῦ ὑμετέρου ἀξιώματος βεβαιωθείη. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πάνυ ἀρέσκει.
Κανὼν να’:
Ὥστε ἀπὸ τῆς ἐκκλησίας Καρχηδόνος ἀγγέλλεσθαι τὴν ἡμέραν τοῦ Πάσχα.
Ὁνωράτος καὶ Οὐρβανὸς οἱ ἐπίσκοποι εἶπον· ᾽Επειδὴ τὰ ἐν τῷ κομμονιτωρίῳ ἡμῶν πάντα δεῖ συζεῦξαι, προστίθεμεν ἔτι μὴν ἐνταλὲν ἡμῖν περὶ τῆς ἡμέρας τοῦ Πάσχα, ἵνα κατὰ τὸ εἰωθὸς ἀπὸ τῆς ἐκκλησίας Καρχηδόνος ἀεὶ παρασκευαζώμεθα καὶ μὴ ἐν στενῷ τοῦ χρόνου διαστήματι. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐὰν δοκῇ τῇ ἁγιωσύνῃ ὑμῶν, ἐπειδὴ μεμνήμεθα ἤδη ἐκ πολλοῦ ὑμᾶς ἐπαγγειλαμένους, ὥστε ἐν ἑκάστοις ἐνιαυτοῖς συνέρχεσθαι πρὸς τὸ συζητεῖν, ὅταν εἰς ἕν συνέλθωμεν, τότε διαδοθήσεται τοῦ ἁγίου Πάσχα ἡ ἡμέρα διὰ τῶν εὑρεθησομένων ἐν τῇ συνόδῳ τοποτηρητῶν. Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Νῦν διὰ τῆς παρούσης συνελεύσεως αἰτοῦμεν, ἵνα γράμμασι τυπῶσαι τὰς ἡμετέρας ἐπαρχίας καταξιώσητε. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἀναγκαῖόν ἐστι οὕτω γενέσθαι.
Κανὼν νβ’:
Περὶ τοῦ, τὰς ἐπαρχίας ἐπισκέπτεσθαι.
Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Κἀκεῖνο ἡμῖν διὰ λόγου ἐντέταλται, ὥστε καὶ ἡμᾶς καταξιῶσαι τὸ ὁρισθὲν ὑπὸ τῆς ἐν ἱππῶνι συνόδου ὀφείλειν ἑκάστην ἐπαρχίαν ἐν τῷ καιρῷ τῆς συνόδου ἐπισκέπτεσθαι, καὶ ὅτι ἐν τούτῳ καὶ τῷ ἄλλῳ ἐνιαυτῷ ὑπερέθεσθε κατὰ τάξιν ἐπισκέψασθαι τὴν Μαυριτανίαν. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Τότε περὶ τῆς τῶν Μαυριτανῶν χώρας οὐδὲν ὡρίσαμεν, διὰ τὸ εἰς τὰ τέλη τῆς Ἀφρικῆς κεῖσθαι αὐτήν, καὶ ὅτι τῷ βαρβαρικῷ παράκειται· ὁ Θεὸς παράσχοι ἐκ περιουσίας δύνασθαι ἡμᾶς καὶ μὴ ἐπαγγειλαμένους τοῦτο ποιεῖν καὶ παραγίνεσθαι εἰς τὴν χώραν ὑμῶν. Ὀφείλετε γὰρ ἐννοεῖν, ἀδελφοί, ὅτι ἐὰν λογισμὸς ἀπαιτῇ τοῦτο, περὶ ἑαυτῶν διεξελθεῖν ἠδύνατο καὶ οἱ Τριπολιτανοὶ καὶ οἱ Ἀρζουϊτανοὶ ἀδελφοί.
Κανὼν νγ’:
Ὥστε τάς διοικήσεις, εἰ μὴ κατὰ συναίνεσιν τοῦ ἰδίου ἐπισκόπου, ἐπίσκοπον ἕτερον μὴ δέχεσθαι.
Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· ᾽Εν πολλαῖς συνόδοις ὥρισται συνεδρίῳ ἱερατικῷ, ἵνα τὰ πλήθη τὰ ἐν ταῖς παροικίαις ἀπὸ τῶν ἐπισκόπων κατεχόμενα, τὰ ἴδιον ἐπίσκοπον μηδέποτε ἐσχηκότα, εἰ μὴ κατὰ συναίνεσιν τοῦ ἐπισκόπου, παρ' οὗ ἐξ ἀρχῆς κατέχονται, μὴ λαμβάνοιεν ἰθυντὰς ἰδίους, τουτέστιν ἐπισκόπους. Ἐπειδή τινες δηλαδή, τυραννίδος τινὸς ἐπιτετυχηκότες, τὴν τῶν αδελφῶν κοινωνίαν ἀποστρέφονται καὶ ὅταν ἀποφαυλισθῶσιν, ὡσανεί τινι παλαιᾷ τυραννίδι δεσποτείας ἑαυτοῖς ἐκδικοῦσι. Πολλοὶ δὲ καὶ ἐκ τῶν πρεσβυτέρων φυσιούμενοι καὶ μωροὶ τοὺς αὐχένας ἐπανιστῶσι κατὰ τῶν οἰκείων ἐπισκόπων, τὸ πλῆθος συμποσίοις καὶ κακοθελέσι συμβουλίοις διεγείροντες, ὡς ἀτάκτῳ εὐνοίᾳ τούτους ἑαυτοῖς ἰθυντὰς καθιστάνειν. Τοῦτο δὲ ἐπισήμως εὐκταῖον παρὰ τῆς ὑμετέρας κατέχομεν διανοίας, πιστότατε ἀδελφὲ Αὐρήλιε, ὅτι πολλάκις τὰς τοιαύτας ὁρμὰς μὴ προσδεχόμενος ἐκώλυσας. Διὰ δὲ τὰς τῶν τοιούτων κακοθελεῖς ἐννοίας καὶ τὰ φαύλως συμφρονούμενα βουλεύματα τοῦτο λέγω· μὴ ὀφείλειν ἰδιον καθηγητὴν δέξασθαι τὸ πλῆθος τὸ ἐν τῇ λεγομένῃ παροικίᾳ ὑποκείμενον ἀρχαίῳ ἐπισκόπῳ καὶ μηδέποτε ἴδιον ἐπίσκοπον ἐσχηκώς. Διό, ἐὰν συμπάσῃ τῇ ἁγιωτάτῃ συνόδῳ ἀρέσκῃ τὸ παρ' ἐμοῦ, βεβαιωθῇ. Αὐρήλιος ἐπίσκοπος εἶπε· Τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν τῇ ἐξακολουθήσει οὐκ ἀνθίσταμαι, ἀλλὰ τοῦτο ἐμὲ καὶ πεποιηκότα καὶ ποιήσοντα ὁμολογῶ, δηλαδὴ περὶ τοὺς ὁμονοοῦντας, οὐ μόνον τῇ ἐν Καρχηδόνι ἐκκλησίᾳ, ἀλλὰ καὶ ἐν πάσῃ τῇ ἱερατικῇ συγκληρώσει. Εἰσὶ γὰρ πλεῖστοι συμπνέοντες τοῖς οἰκείοις πλήθεσιν, ἅτινα, ὡς λέλεκται, ἀπατῶσι κνήθοντες τὰς ἀκοὰς αὐτῶν καὶ κολακεύοντες πρὸς ἑαυτοὺς ἀνθρώπους κατεγνωσμένου βίου· μᾶλλον δὲ φυσιούμενοι καὶ ἐκ τῆς συγκληρώσεως ταύτης ἑαυτοὺς χωρίζοντες, οἵτινες τῷ ἰδίῳ πλήθει ἐπερειδόμενοι, πολλάκις συγκληθέντες ἐλθεῖν εἰς σύνοδον παραιτοῦνται, ὡς φοβούμενοι μήπως τὰ τούτων ἀτοπήματα φανερωθῶσι. Λέγω οὖν, ἐὰν δοκῇ, ὀφείλομεν παντὶ τρόπῳ ἀγωνίσασθαι, τούτοις μὴ μόνον τὰς τοιαύτας διοικήσεις μὴ φυλάττεσθαι, ἀλλὰ μηδὲ τὰς οἰκείας ἐκκλησίας τὰς κακῶς εἰς αὐτοὺς περιελθούσας, καί ἵνα αὐθεντικῶς δημοσίᾳ ἐκβάλλωνται, καὶ αὐτῇ τῇ τῶν πρωτευόντων καθέδρᾳ ἀποκινῶνται. Χρὴ γὰρ τοὺς σύμπασι τοῖς ἀδελφοῖς καὶ ὅλῃ τῇ συνόδῳ προσκολλωμένους μὴ μόνον τὴν οἰκείαν κατέχειν δικαίως καθέδραν, ἀλλ' ἔτι μὴν τὰς τοιαύτας διοικήσεις κεκτῆσθαι, τοὺς δὲ δοκοῦντας τοῖς ἰδίοις ὄχλοις ἀρκεῖσθαι καὶ τῆς ἀδελφικῆς ἀγάπης καταφρονοῦντας, μὴ μόνον τὰς διοικήσεις ἀπολλύειν, ἀλλ' ἔτι μήν, ὡς εἶπον, καὶ τῶν οἰκείων τόπων ἀρχοντικῇ στερεῖσθαι ὡς ἀντάρτας δυναστείᾳ. Ὀνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Ἡ μεγίστη πρόνοια τῆς ὑμετέρας ἁγιωσύνης ταῖς πάντων διανοίαις ἐνεκαθέσθη καὶ λογιζόμεθα ὀφείλειν τῇ πάντων ἀποκρίσει βεβαιωθῆναι τὴν ὑμετέραν ἐξακολούθησιν. Σύμπαντες οἱ ἐπίσκοποι εἶπον· Ἀρέσκει, ἀρέσκει.
Κανὼν νδ’:
Περὶ τοῦ, ἀλλοτρίους κληρικοὺς μηδαμῶς παρ' ἑτέρων ὑποδέχεσθαι ἐπισκόπων.
Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἐν πολλαῖς συνόδοις τοῦτο ὁρισθέν, καὶ νῦν ἔτι μὴν ἐκ τῆς ὑμετέρας ἐβεβαιώθη συνέσεως, μακαριώτατοι ἀδελφοί, ὥστε μηδένα ἐπίσκοπον ἰδιοποιεῖσθαι ἀλλότριον κληρικόν. παρὰ τὴν κρίσιν τοῦ προτέρου αὐτοῦ ἐπισκόπου. Ἀναφέρω δὲ Ἰουλιανὸν ἀχαρίστως ἐνεχθέντα περὶ τὰς διὰ τῆς ἐμῆς βραχύτητος εἰς αὐτὸν σωρευθείσας τοσαύτας τοῦ Θεοῦ εὐεργεσίας, καὶ οὕτω προπετῶς καὶ τολμηρῶς διαγενόμενον, ὥστε τὸν ἀπὸ νηπίας ἡλικίας ὑπ' ἐμοῦ βαπτισθέντα, τὸν καὶ διὰ πολλὴν ἔνδειαν ἐξ αὐτοῦ παρατεθέντα μοι καὶ ἐπὶ πολλὰ ἔτη ἐξ ἐμοῦ τραφέντα καὶ αὐξηθέντα, τόν, ὡς εἶπον, ἐν τῇ ἐμῇ ἐκκλησίᾳ τῇ χειρὶ τῆς ἐμῆς μετριότητος βαπτισθέντα καὶ δεικνύμενον ἐν τῇ τῶν Μαπαλιτῶν παροικίᾳ ἀναγνώστην γενόμενον, καὶ ἐπὶ δύο ἔτη ἐκεῖσε ἀναγινώσκοντα, τοῦτον, οὐκ οἶδα ποίᾳ καταφρονήσει τῆς ἐμῆς μετριότητος, ἀφαρπάσαι τὸν αὐτὸν Ἰουλιανόν, καὶ λέγειν πολίτην τοῦ διαφέροντος αὐτῷ Βαζαριτανοῦ τόπου, καὶ παρά τὴν ἐμὴν γνώμην τοῦτο κατακεχρῆσθαι· καὶ γὰρ καὶ διάκονον τοῦτον ἐχειροτόνησε. Τοῦτο, εἰ ἔξεστι, γνωσθῇ ἡμῖν ἡ τοιαύτη ἄδεια, μακαριώτατοι ἀδελφοί, εἰ δὲ μή γε, τὸ οὕτως ἀναιδὲς κωλυθῆ, ἵνα μὴ ὁ λεχθεὶς Ἰουλιανὸς ἐπικοινωνῇ ἀλλοτρίοις. Νουμίδιος ἐπίσκοπος εἶπεν· Ἐὰν μὴ ἐρωτηθείσης, μηδὲ αἰτηθείσης τῆς σῆς ἀξίας, φανείη τοῦτο πράξας Ἰουλιανός, κρίνομεν πάντες ἀδίκως γινόμενον καὶ μὴ ἀξίως. Διὸ εἰ μὴ ὁ αὐτὸς Ἰουλιανὸς διορθώσηται τὴν οἰκείαν πλάνην καὶ μετ' ἀποθεραπεύσεως τῷ ὑμετέρῳ λαῷ τὸν αὐτὸν ἀποκαταστήσῃ κληρικόν, ὃν ἐτόλμησε χειροτονῆσαι κατὰ τῶν ὁρισθέντων τῇ συνόδῳ πράττων καὶ χωρισθεὶς ἀφ’ ἡμῶν, τῆς οἰκείας μονοτονίας ἀπενέγκοι τὴν κρίσιν. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ὁ κατὰ τὴν κεῖραν πατήρ καὶ αὐτῇ τῇ προκοπῇ ἀρχαιότατος καὶ ἐπαινετὸς ἀνὴρ, ὁ ἀδελφὸς καὶ συλλειτουργός ἡμῶν Βίκτωρ, τὴν αἴτησιν ταύτην γενικὴν βούλεται ἐπὶ πᾶσιν ἐκτελεσθῆναι.
Κανὼν νε’:
Περὶ τοῦ ἐξεῖναι τῷ ἐπισκόπω Καρχηδόνος, ὅθεν θέλει, κληρικὸν χειροτονεῖν.
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὸν λόγον μου προσδέξασθε, ἀδελφοί. Συνέβη πολλάκις αἰτηθῆναί με ἀπὸ ἐκκλησιαστικῶν ἐνδεομένων διακόνων ἢ πρεσβυτέρων ἢ ἐπισκόπων καὶ ὅμως, μεμνημένος τῶν ὁρισθέντων, τούτοις ἕπομαι, ὥστε συνελθεῖν με τῷ ἐπισκόπῳ αὐτοῦ τοῦ ζητουμένου κληρικοῦ καὶ ταῦτα αὐτῷ ἐμφανίσαι, ὅτι κληρικὸν αὐτοῦ αἰτοῦνται οἱ τῆς οἱασδήποτε ἐκκλησίας. ᾽Ιδοὺ οὖν ἐπὶ τοῦ παρόντος οὐκ ἀντιλέγουσι, διὰ δὲ τὸ μήτε μετὰ ταῦτα συμβῆναι, τουτέστιν ἐναντιωθῆναί μοι τοὺς ἐν τούτῳ τῷ πράγματι παρ' ἐμοῦ αἰτουμένους, ἐπειδὴ οἴδατε πολλῶν ἐκκλησιῶν καὶ χειροτονιῶν φροντίδα με βαστάζειν, ᾡτινιδήποτε τῶν συνιερέων συνέλθω μετὰ δύο ἢ τριῶν μαρτύρων τῆς ὑμετέρας συγκληρώσεως, ἐὰν ἀκαθοσίωτος εὑρεθείη, δίκαιόν ἐστι κρῖναι τὴν ὑμετέραν ἀγάπην, τί δεῖ ποιῆσαι. Ἐγὼ γάρ, ὡς ἴστε ἀδελφοί, καί συγχώρησιν Θεοῦ, πολλῶν ἐκκλησιῶν φροντίδος ἀντέχομαι. Νουμίδιος ἐπίσκοπος εἶπεν· Ἀεὶ ὑπῆρξεν ἡ αὐθεντία αὕτη τῷ θρόνῳ τούτῳ, ἵνα ὅθεν θέλει καὶ περὶ οἰουδήποτε προετράπη ὀνόματος, κατὰ τὴν ἐπιθυμίαν ἑκάστης ἐκκλησίας, ἐχειροτόνει ἐπίσκοπον. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἡ ἀγαθοθέλεια μεσάζει τὴν ἐξουσίαν, ἧττον γὰρ τολμᾷς, ἥπερ δύνῃ, ἀδελφέ, ἐν τῷ πᾶσιν ἑαυτὸν ἀποδεικνύειν ἀγαθὸν καὶ φιλάνθρωπον, ἔχεις γὰρ τοῦτο ἐν τῇ κρίσει σου, τὸ ἀποθεραπεῦσαι ἑνὸς ἐκάστου ἐπισκόπου τὸ πρόσωπον· ἐν πρώτῃ δὲ καὶ μόνῃ συνελεύσει, εἰ συνίδῃς, τὸ ἐπ' ἐξουσίας ταύτῃ τῇ καθέδρᾳ εἶναι ἐκδικητέον, ἐπειδὴ ἀνάγκην ἔχεις αὐτὸς πάσας τὰς ἐκκλησίας ὑποστηρίζειν. Ὃθεν ἐξουσίαν σοι ἡμεῖς οὐ δίδομεν, ἀλλ' ἐπισφραγίζομεν ταύτην τῇ σῇ προαιρέσει, ὥστε ἐξεῖναι ἀεὶ κρατεῖν ὃν ἂν θέλῃς καὶ προχειρίζεσθαι προεστῶτας ταῖς ἐκκλησίαις καὶ ταῖς λοιπαῖς τοὺς ζητουμένους, καὶ ὅθεν συνίδοις. Ποστουμετιανὸς ἐπίσκοπος εἶπεν· Εἶτα, ἐάν τις ἕνα καὶ μόνον ἔχῃ πρεσβύτερον, μὴ ὀφείλει καὶ αὐτὸς ὁ εἷς ἐξ αὐτοῦ ἀφαιρεθῆναι; Αὐρήλιος ἐπίσκοπος εἶπε. Κατὰ συγχώρησιν Θεοῦ δύναται ὁ εἷς ἐπίσκοπος πολλοὺς χειροτονεῖν πρεσβυτέρους, πρεσβύτερος δὲ πρὸς ἐπισκοπὴν ἐπιτήδειος δυσχερῶς εὑρίσκεται· διὸ ἐάν τις εὑρεθῇ ἔχων ἕνα μόνον πρεσβύτερον καὶ αὐτὸν τῇ ἐπισκοπῇ ἐπιτήδειον, καὶ αὐτὸν τὸν ἕνα ὀφείλει δοῦναι πρὸς χειροτονίαν, Ποστουμετιανὸς ἐπίσκοπος εἶπεν· Οὐκοῦν ἐὰν ἄλλος ἐπίσκοπος ἔχῃ πλῆθος κληρικῶν, ὀφείλει μοι τὸ ἕτερον πλῆθος συνελθεῖν. Αὐρήλιος ἐπίσκοπος εἶπε· Δηλαδὴ ὃν τρόπον σὺ τῇ ἑτέρᾳ ἐκκλησίᾳ συνῆλθες, συνωθηθήσεται καὶ ὁ τοὺς πλείονας ἔχων κληρικούς, ἕνα ἐξ αὐτῶν εἰς χειροτονίαν σοι δαψιλεύσασθαι.
Κανὼν νς’:
Περὶ τοῦ, τοὺς ἐν ταῖς παροικίαις χειροτονουμένους ἐπισκόπους μή τινα ἑαυτοῖς ἐκδικεῖν διοίκησιν.
Ὁνωράτος καὶ Οὐρβανὸς οἱ ἐπίσκοποι εἶπον· Ἠκούσαμεν ὁρισθέν, ἵνα αἱ παροικίαι μὴ ἀξιῶνται λαμβάνειν ἐπισκόπους, εἰ μὴ κατὰ συναίνεσιν τούτου, ὑφ’ ὃν καθίσταντο. ᾽Εν δὲ τῇ χώρᾳ ἡμῶν, κατὰ συγχώρησιν τοῦ ἐξ ἀρχῆς κατέχοντος τὰς διοικήσεις ἐπισκόπου, τινὲς εἰς τὰς αὐτὰς παροικίας χειροτονηθέντες ἐπίσκοποι, ἑαυτοῖς ἔτι μὴν ἑτέρας διεκδικοῦσι. Τοῦτο καὶ κωλυθῆναι τῇ ἀπὸ τῆς ὑμετέρας ἀγάπης κρίσει καὶ ἀναρτηθῆναι τοῦ λοιποῦ ὀφείλει. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἑκάστῳ ἐπισκόπῳ τὸ πρέπον ἐφυλάχθη, ἵνα ἐκ τῆς συγκτησίας τῶν παροικιῶν μηδὲν ἀποδρεφθείη πρὸς τὸ ἴδιον κτήσασθαι ἐπίσκοπον, εἰ μὴ κατὰ συναίνεσιν τοῦ τὴν ἐξουσίαν ἔχοντος. Ἐὰν δὲ αὐτὸς παραχωρήσῃ, ὥστε τὴν αὐτὴν διοίκησιν ἐπιτραπεῖσαν ἴδιον κτήσασθαι ἐπίσκοπον, εἰς τὰς λοιπὰς τὸν προχειρισθέντα μὴ ἐπιβαλέσθαι διοικήσεις, διότι μία ἐκ τοῦ σώματος τῶν πολλῶν ἀφαιρεθεῖσα, αὐτὴ καὶ μόνη ἠξιώθη τιμὴν ἰδίας ἐπισκοπῆς ἀναδέξασθαι. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Οὐκ ἀμφιβάλλω τῇ πάντων ὑμῶν ἀγάπῃ ἀρέσκειν, ὥστε τὸν κατὰ τὴν συγχώρησιν τοῦ προτέρου ἐπισκόπου ἐν τῇ διοικήσει προχειρισθέντα ἐπίσκοπον, μόνον αὐτὸν κατέχειν τὸν λαὸν εἰς ὃν ἐχειροτονήθη. Ἐπειδὴ οὖν πάντα νομίζω εἶναι τετρακταϊσμένα, ἐὰν πάντα στοιχῇ τῷ λογισμῷ ὑμῶν, πάντα βεβαιώσατε τῇ ἡμετέρᾳ ἐκφωνήσει. Πάντες οἱ ἐπίσκοποι εἶπον· Πᾶσιν ἡμῖν ταῦτα ἤρεσε καὶ τῇ ἡμετέρα ὑπογραφῇ ταῦτα βεβαιοῦμεν· καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς ἐκκλησίας Καρχηδόνος τῷ παρόντι δεκρέτῳ συνήνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.
Κανὼν νζ’:
Ὥστε τοὺς μικροὺς παρὰ τοῖς Δονατισταῖς βαπτιζομένους, ἐν τῇ καθολικῇ ἐκκλησίᾳ κληρικοὺς χειροτονεῖσθαι.
Διὸ ἐπειδὴ ἐν τῇ ἀνωτέρω συνόδῳ ὁρισθὲν μέμνηται ἅμα ἐμοὶ ἡ ὑμετέρα ὁμοψυχία, ὥστε τοὺς παρὰ τοῖς Δονατισταῖς μικροὺς βαπτιζομένους καὶ μηδέπω δυναμένους γινώσκειν τῆς πλάνης αὐτῶν τὸν ὄλεθρον, μετὰ τὸ εἰς κεῖραν λογισμοῦ δεκτικὴν παραγενέσθαι, ἐπιγνωσθείσης τῆς ἀληθείας, τὴν φαυλότητα ἐκείνων βδελυττομένους πρὸς τὴν καθολικὴν τοῦ Θεοῦ Ἐκκλησίαν, τὴν ἀνὰ πάντα τὸν κόσμον διακεχυμένην, τάξει ἀρχαίᾳ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἀναδεχθῆναι τοὺς τοιούτους ἐκ τοῦ τῆς πλάνης ὀνόματος μὴ ὀφείλειν ἐμποδίζεσθαι εἰς τάξιν κληρώσεως, ὁπόταν τὴν ἀληθινὴν ἐκκλησίαν ἰδίαν ἑαυτῶν ἐλογίσαντο τῇ πίστει προσερχόμενοι καὶ ἐν αὐτῇ, τῷ Χριστῷ πιστεύσαντες, τῆς Τριάδος τὰ ἁγιάσματα ὑπεδέξαντο, ἅτινα πάντα ἀληθῆ καὶ ἅγια καὶ θεῖα εἶναι δῆλόν ἐστι καὶ ἐν τούτοις πᾶσαν τὴν τῆς ψυχῆς ἐλπίδα ὑπάρχειν. Κἄν εἰ τὰ μάλιστα οὖν καὶ ἡ τῶν αἱρετικῶν προληφθεῖσα τόλμα, τῷ ὀνόματι τῆς ἀληθείας ἐναντιούμενά τινα παραδιδόναι προπετεύεται, ταῦτα ἐπειδὴ ἁπλᾶ εἰσιν, ὡς διδάσκει ὁ ἅγιος ἀπόστολος λέγων· Εἷς Θεός, μία πίστις, ἕν βάπτισμα· καὶ τὸ ὀφεῖλον προσάπαξ δίδοσθαι, ἐπαναληφθῆναι οὐκ ἔξεστιν, ἀναθεματιζομένου τοῦ τῆς πλάνης ὀνόματος, διὰ τῆς ἐπιθέσεως τῆς χειρὸς ἀναδεχθῶσιν εἰς τὴν μίαν Ἐκκλησίαν, τήν, ὡς εἴρηται, περιστερὰν καὶ μόνην μητέρα τῶν χριστιανῶν, ἐν ᾗ τὰ ἁγιάσματα σωτηριωδῶς αἰώνια καὶ ζωτικὰ περιλαμβάνονται· ἅτινα τοῖς ἐπιμένουσιν ἐν τῇ αἱρέσει μεγάλην τῆς καταδίκης τὴν τιμωρίαν πορίζουσιν, ἵνα, ὅπερ ἦν αὐτοῖς ἐν τῇ ἀληθείᾳ πρὸς τὴν αἰώνιον ζωὴν ἀκολουθητέον φωτεινότερον, τοῦτο γένηται αὐτοῖς ἐν τῇ πλάνῃ σκοτεινότερον καὶ πλέον καταδεδικασμένον, Ὅπερ τινὲς ἔφυγον καὶ τῆς Ἐκκλησίας τῆς καθολικῆς μητρὸς τὰ εὐθύτατα ἐπιγνόντες, πάντα ἐκεῖνα τὰ ἅγια μυστήρια φίλτρῳ τῆς ἀληθείας ἐπίστευσαν καὶ ὑπεδέξαντο. Τοῖς οὖν τοιούτοις, ὅταν δοκιμὴ χρηστοῦ βίου προσέλθῃ, ἀναμφιβόλως καὶ κλῆρος πρὸς ὑπουργίαν τῶν ἁγίων προσκυρωθήσεται· καὶ μάλιστα ἐν τῇ τοσαύτῃ τῶν πραγμάτων ἀνάγκῃ, οὐδείς ἐστι ὁ μὴ τοῦτο παραχωρῶν. Εἰ δέ τινες τοῦ αὐτοῦ δόγματος κληρικοί, μετὰ τοῦ πλήθους καὶ τῶν τιμῶν αὐτῶν πρὸς ἡμᾶς ἐλθεῖν ποθήσουσιν, οἵτινες τῷ ἔρωτι τῆς τιμῆς συμβουλεύουσι πρὸς ζωὴν καὶ κατέχουσι πρὸς σωτηρίαν, ἀλλὰ τοῦτο καταλειπτέον κρίνω τῃ μείζονι κατανοήσει, ψηφισομένων τῶν προλεχθέντων ἀδελφὡν, ἵνα τῇ συνετωτέρᾳ αὐτῶν βουλῇ τῆς ἡμετέρας αναφορᾶς τὸν λόγον διαγνῶσι καὶ ἡμᾶς βεβαιῶσαι καταξιώσωσιν εἰς τὸ ὀφεῖλον περὶ τούτου τοῦ πράγματος παρ' ἡμῶν τυπωθῆναι. Μόνον δὲ περὶ τῶν ἐν νηπιότητι βαπτισθέντων ἀρκούμεθα, ἵνα, εἰ ἀρέσκει αὐτοῖς, τῇ ἡμετέρᾳ συναινέσωσι προαιρέσει περὶ τοῦ χειροτονεῖσθαι τούτους. Πάντα τοίνυν, ἅ ἀνωτέρω συνηγάγομεν παρὰ τοῖς ἀγιωτάτοις ἐπισκόποις, πρακτέα εἶναι δικαιοῖ ἅμα ἐμοὶ ἡ ἔντιμος ὑμῶν ἀδελφότης.
Κανὼν νη’:
Περὶ τῶν ἐγκαταλειμμάτων τῶν εἰδώλων καὶ ναῶν τῶν ὀφειλόντων ἐξαλειφθῆναι.
Ὧν χάριν αἰτῆσαι δεῖ τοὺς θρησκευτικωτάτους βασιλεῖς, ὥστε τὰ ἐγκαταλείμματα τῶν εἰδώλων τὰ κατὰ πᾶσαν τὴν Ἀφρικὴν κελεῦσαι παντελῶς ἀνακοπῆναι, καὶ γὰρ ἐν πολλοῖς τόποις παραθαλασσίοις καὶ διαφόροις κτήσεσιν ἀκμάζει ἔτι τῆς πλάνης ταύτης ἡ ἀδικία, ἵνα παραγγελθῶσι καὶ αὐτὰ ἀπαλειφθῆναι, καὶ οἱ ναοὶ αὐτῶν, οἱ ἐν τοῖς ἀγροῖς καὶ ἀποκεκρυμμένοις τόποις χωρίς τινος εὐκοσμίας καθεστῶτες, παντὶ τρόπῳ κελευσθῶσι καταστραφῆναι.
Κανὼν νθ’:
Περὶ τοῦ, κληρικοὺς χάριν διαγνώσεως τῆς οἰκείας αὐτῶν κρίσεως μὴ ἀναγκάζεσθαι δημοσίως μαρτυρεῖν.
Δεῖ αἰτῆσαι ἔτι μήν, ἵνα ὁρίσαι καταξιώσωσιν, ὥστε, ἐάν τινες ἐν ἐκκλησίᾳ οἱανδήποτε αἰτίαν ἀποστολικῷ δικαίῳ τῷ ταῖς Ἐκκλησίαις ἐπικειμένῳ γυμνάσαι θελήσωσι, καὶ ἴσως ἡ τομὴ τῶν κληρικῶν τῷ ἑνὶ μέρει ἀπαρέσοι, μὴ ἐξεῖναι πρὸς δικαστήριον εἰς μαρτυρίαν προκαλεῖσθαι τὸν κληρικὸν ἐκεῖνον, τὸν πρότερον τὸ αὐτὸ πρᾶγμα σκοπήσαντα ἢ καὶ σκοπουμένῳ παρατυχόντα· καὶ ἵνα μηδὲ προσώπῳ τις προσήκων ἐκκλησιαστικῷ ἐναχθῇ περὶ τοῦ ὀφείλειν μαρτυρεῖν.
Κανὼν ξ’ (60):
Περὶ τοῦ ἀφελέσθαι τὰ τῶν Ἑλλήνων συμπόσια.
Κἀκεῖνο ἔτι μὴν δεῖ αἰτῆσαι παρὰ τῶν χριστιανῶν βασιλέων, ἐπειδὴ παρὰ τὰ θεῖα παραγγέλματα ἐν πολλοῖς τόποις συμπόσια οὕτως ἐπιτελοῦνται, ἐκ τῆς ἐθνικῆς πλάνης προενεχθέντα, ὡς καὶ χριστιανοὺς τοῖς Ἕλλησι λάθρα προσυνάγεσθαι ἐπὶ τῇ τούτων τελετῇ, ἵνα κελεύσωσι τὰ τοιαῦτα κωλυθῆναι καὶ ἐκ τῶν πόλεων καὶ ἐκ τῶν κτήσεων, μάλιστα ὅτι καὶ ἐν αὐτοῖς τοῖς γενεσίοις τῶν μακαρίων μαρτύρων ἀνά τινας πόλεις καὶ εἰς αὐτοὺς τοὺς ἱεροὺς τόπους τὰ τοιαῦτα πλημμελεῖν οὐχ ὑφορῶνται· ἐν αἷς ἡμέραις, ὅπερ καὶ λέγειν αἰσχύνη ἐστίν, ἐκτελοῦσιν, ὥστε τῇ τῶν οἰκοδεσποινῶν τιμῇ καὶ ἄλλων ἀναριθμήτων γυναικῶν τῇ αἰδοῖ, τῶν εὐλαβῶς εἰς τὴν ἁγίαν ἡμέραν παραγενομένων, λάγναις ὕβρεσιν ἐφορμᾶν, ὡς καὶ αὐτῆς τῆς ἁγίας πίστεως σχεδὸν φεύγεσθαι τὴν προσέλευσιν.
Κανὼν ξα’:
Περὶ θεωριῶν ἵνα ἐν τῇ Κυριακῇ καὶ ἐν ταῖς λοιπαῖς τῶν ἁγίων ἑορταῖς μηδαμῶς ἐπιτελῶνται.
Κἀκεῖνο ἔτι μὴν δεῖ αἰτῆσαι, ἵνα τὰ θεώρια τῶν θεατρικῶν παιγνίων ἐν τῇ Κυριακῇ καὶ ἐν ταῖς λοιπαῖς φαιδραῖς τῆς τῶν χριστιανῶν πίστεως ἡμέραις κωλύωνται· μάλιστα, ὅτι ἐν τῇ ὁγδοάδι τοῦ ἁγίου Πάσχα, οἱ ὄχλοι μᾶλλον εἰς τὸ ἱπποδρόμιον ἥπερ εἰς τὴν ἐκκλησίαν συνέρχονται, ὀφείλειν μετενεχθῆναι τὰς ὡρισμένας αὐτῶν ἡμέρας, ὅτε ἀπαντήσει, καὶ μὴ ὀφείλειν τινὰ τῶν χριστιανῶν πρὸς τὰ θεῖα ταῦτα ἀναγκάζεσθαι.
Κανὼν ξβ’:
Περὶ τῶν καταδικαζομένων κληρικῶν.
Κἀκεῖνο δεῖ αίτῆσαι, ἵνα ὁρίσαι κατᾳξιώσωσιν, ὥστε κληρικὸν οἱασδήποτε τιμῆς τυγχάνοντα, ἐφ’ οἱῳδήποτε ἐγκλήματι τῇ τῶν ἐπισκόπων κρίσει καταδικασθέντα, μὴ εξεῖναι τὸν αυτόν, εἴτε παρὰ τῆς ἐκκλησίας, ἧς ὑπῆρχεν, εἴτε παρ' οἱουδήποτε ἀνθρώπου διεκδικεῖσθαι, ποινῆς ἐπὶ τούτῳ παρεντεθείσης ζημίας χρημάτων τε καὶ τιμῆς, ὅπως μηδὲ κεῖραν, μηδὲ φύσιν ἀπολογητέαν εἶναι κελεύσωσι.
Κανὼν ξγ’:
Περὶ τῶν μίμων τῶν γινομένων Χριστιανῶν.
Περὶ τῶν τοιούτων ἔτι μὴν αἰτῆσαι δεῖ, ἵνα, ἐάν τις ἐξ οἱουδήποτε παιγνιώδους ἐπιτηδεύματος πρὸς τὴν τοῦ Χριστιανισμοῦ χάριν ἐλθεῖν θελήσοι καὶ ἐλεύθερος ἀπ' ἐκείνων τῶν σπιλάδων διαμεῖναι, μὴ ἐξὸν εἴη τινί τόν τοιοῦτον πρός τά αὐτά γυμνάσματα πάλιν προτρέπεσθαι ἢ καταναγκάζειν.
Κανὼν ξδ’:
Περὶ τῶν ἐλευθεριῶν τῶν ἐν τῇ ἐκκλησίᾳ γινομένων, αἰτητέον ἀπὸ τοῦ βασιλέως.
Περὶ ἐλευθεριῶν δηλαδὴ ἐν τῇ ἐκκλησίᾳ κηρυκτέων, ἐὰν τοῦτο οἱ ἡμέτεροι συνιερεῖς φαίνωνται ποιοῦντες ἀνὰ τὴν ᾽Ιταλίαν, καὶ ἡ ἡμετέρα δῆλον πεποίθησις τῇ τούτων τάξει ἔπηται, δοθείσης φανερῶς ἀδείας πεμπομένου τοποτηρητοῦ, ἵνα οἱαδήποτε ἄξια πίστεως ὑπὲρ τῆς ἐκκλησιαστικῆς καταστάσεως καὶ τῆς τῶν ψυχῶν σωτηρίας ἐκτελέσαι δυνηθείη, καὶ ἡμεῖς ἐπαινετῶς ἐνώπιον τοῦ Κυρίου ὑποδεξώμεθα. Ταῦτα πάντα, ἐὰν τῇ ὑμετέρᾳ ἁγιωσύνῃ ἀρέσκῃ, ἐξείπατε, ἵνα καὶ τὴν ἐμὴν ἀναφορὰν βεβαίαν οὖσαν ὑμῖν ἐπιδείξω, καὶ τὰ παρὰ τῆς πάντων ἡμῶν συναινέσεως ἡ αὐτῶν εἰλικρινότης ἡδέως προσδέξηται. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πᾶσιν ἀρέσκει τὰ προτεθέντα, καὶ συνεπῶς ἀπὸ τῆς σῆς ἁγιωσύνης ἐξηγηθέντα ὀφείλει ἐκτελεσθῆναι.
Κανὼν ξε’:
Περὶ Αἰκυτίου ἐπισκόπου τοῦ καταδικασθέντος.
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τοῦ Αἰκυτίου ἔτι μήν, τοῦ ἔκπαλαι κατὰ τὴν ἰδίαν ἀξίαν τῇ τῶν ἐπισκόπων γνώμῃ καταδικασθέντος, τὸ πρᾶγμα οὐκ οἶμαι παρεατέον τῇ πρεσβείᾳ, ἵνα, ἐὰν τυχὸν τοῦτον εὕρῃ ἐν ἐκείνοις τοῖς μέρεσιν, ἔστω πρὸς φροντίδος τῷ αὐτῷ ἡμῶν ἀδελφῷ ὑπὲρ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ὡς χρὴ καὶ ὅπου ἐξὸν εἴη, κατ' ἐκείνου διαπράξασθαι. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πολὺ ἀρέσκει καὶ αὕτη ἡ ἐξακολούθησις· μάλιστα, ὅτι ἔκπαλαι καταδεδίκασται ὁ αὐτὸς Αἰκύτιος καὶ ἡ τούτου ἀναίσχυντος ἀνησυχία, ὑπὲρ τῆς καταστάσεως καὶ σωτηρίας τῆς ἐκκλησίας μᾶλλον καὶ μᾶλλον πανταχοῦ καταμαχητέα ἐστί. Καὶ ὑπέγραψαν· Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.
Κανὼν ξς’:
Περὶ τοῦ μετὰ τῶν Δονατιστῶν πράως διαπράξασθαι.
Μετὰ ταῦτα ψηλαφηθέντων καὶ κατανοηθέντων πάντων τῶν ἐν τῇ ἐκκλησιαστικῇ χρησιμότητι συντρέχειν δοκούντων, ἐπινεύσαντος καὶ ἐνηχήσαντος τοῦ Πνεύματος τοῦ Θεοῦ, ἐπελεξάμεθα ἠπίως καὶ εἰρηνικῶς διαπράξασθαι μετὰ τῶν μνημονευθέντων ἀνθρώπων, κἂν εἰ τὰ μάλιστα ἐκ τῆς τοῦ Κυριακοῦ σώματος ἑνώσεως ἀνησυχάστῳ διχονοίᾳ ἀποσχίζωσιν, ἵνα, ὅσον τὸ ἐν ἡμῖν, πᾶσι καθόλου γνωσθῇ τοῖς τῇ ἐκείνων κοινωνίᾳ (καὶ ἐταιρίᾳ) σαγηνευθεῖσιν, ἀνὰ πάσας τῆς Ἀφρικῆς ἐπαρχίας, πῶς ἐλεεινῆ πλάνῃ κατεδέθησαν· ἴσως, καθὼς λέγειν ὁ Ἀπόστολος, ἡμῶν ἐν ἡμερότητι συναγόντων τοὺς τὰ διάφορα φρονοῦντας, δώσει αὐτοῖς ὁ Θεὸς μετάνοιαν πρὸς τὸ ἐπιγνῶναι τὴν αλήθειαν, καὶ ἵνα ἀνασφήλωσιν οἱ ἐκ τῶν τοῦ διαβόλου βρόχων αἰχμαλωτισθέντες αυτῷ εἰς τὸ αὐτοῦ θέλημα.
Κανὼν ξζ’:
Περὶ γραμμάτων ὀφειλόντων τοῖς ἄρχουσιν ἀποσταλῆναι, ὥστε κατάδηλα γενέσθαι τὰ μεταξὺ τῶν Δονατιστῶν καὶ Μαξιμιανιστῶν πραχθέντα.
Ἤρεσε, τοίνυν, ἵνα ἐκ τῆς ἡμετέρας συνόδου γράμματα πρὸς τοὺς τῆς Ἀφρικῆς ἄρχοντας δοθῶσιν, ἀφ’ ὧν αἰτῆσαι ἀρμόδιον ἔδοξε, περὶ τοῦ βοηθῆσαι τῇ κοινῇ μητρὶ τῇ καθολικῇ Ἐκκλησίᾳ, ἐν οἷς ἡ τῶν ἐπισκόπων αυθεντία ἐν ταῖς πόλεσι καταφρονεῖται. Τουτέστιν, ἵνα ἀρχοντικῇ δυναστείᾳ καὶ ἐπιμελείᾳ καὶ χριστιανικῇ πίστει ἀναζητήσωσι τὰ γενόμενα ἐν ὅλοις τοῖς τόποις, ἐν οἷς οἱ Μαξιμιανισταὶ τὰς ἐκκλησίας κατέσχον, ἔτι δὲ καὶ τοὺς ἀπ' αὐτῶν ἀποσχίσαντας, καὶ δημοσίοις πεπραγμένοις τὴν περὶ τούτων γνῶσιν βεβαίαν πᾶσιν ἀναγκαίως ποιήσωσιν ἐντεθῆναι.
Κανὼν ξη’:
Περὶ τοῦ, τοὺς κληρικοὺς τῶν Δονατιστῶν ἐν τῷ κλήρῳ τῆς καθολικῆς Ἐκκλησίας ἀναδέχεσθαι.
Ἐς ὕστερον ἤρεσεν, ἵνα γράμματα πεμφθῶσι πρὸς τοὺς ἀδελφοὺς καὶ συνεπισκόπους ἡμῶν, καὶ μάλιστα πρὸς τὴν ἀποστολικὴν καθέδραν, ἐν ᾗ προκάθηται ὁ μνημονευθεὶς προσκυνητὸς ἀδελφὸς καὶ συλλειτουργὸς ἡμῶν Ἀναστάσιος· ἐπειδὴ γινώσκει τὴν ᾽Αφρικὴν μεγάλην ἔχει ἀνάγκην, ὥστε, διὰ τὴν τῆς ἐκκλησίας εἰρήνην καὶ χρησιμότητα, καὶ αυτῶν τῶν Δονατιστῶν οἱτινεσδήποτε κληρικοί, διορθουμένης τῆς κατὰ τὴν ἑνὸς ἑκάστου καθολικοῦ ἐπισκόπου προαίρεσιν καὶ βουλὴν τοῦ ἐν τῷ αὐτῷ τόπῳ κυβερνῶντος τὴν ἐκκλησίαν, ἐὰν τοῦτο συμβάλλεσθαι τῇ τῶν χριστιανῶν εἰρήνῃ φανείη, ἐν ταῖς ἰδίαις τιμαῖς αὐτοὺς ἀναδεχθῆναι, καθὼς καὶ ἐν τοῖς προλαβοῦσι χρόνοις περὶ τῆς αὐτῆς διαστάσεως γενέσθαι φανερόν ἐστιν. Ὅπερ πολλῶν καὶ σχεδὸν πασῶν τῶν ἐν τῇ Ἀφρικῇ ἐκκλησιῶν, ἐν αἷς ἡ τοιαύτη πλάνη ἀνεφύη, τὰ παραδείγματα μαρτύρονται, οὐχ ἵνα ἡ σύνοδος ἡ ἐν τοῖς περαματικοῖς μέρεσι περὶ τούτου τοῦ πράγματος γενομένη διαλυθῇ, ἀλλ' ἵνα ἐκεῖνο μείνῃ περὶ τοὺς οὕτω μετελθεῖν πρὸς τὴν καθολικὴν Ἐκκλησίαν βουλομένους, ὥστε μηδεμίαν ἐπὶ τούτου τῆς ἑνότητος συντομίαν περιεργάζεσθαι. Δι᾽ ὧν δὲ παντὶ τρόπῳ ἐκτελεσθῆναι καὶ προσβοηθηθῆναι ἡ καθολικὴ ἑνότης φανερῷ κέρδει τῶν ἀδελφικῶν ψυχῶν φανείη ἐν τοῖς τόποις, οἷς διάγουσι, μὴ ἐμποδίσῃ τούτοις τὸ ὁρισθὲν κατὰ τῶν τιμῶν αὐτῶν ἐν τῇ περαματικῇ συνόδῳ, ὀπόταν τὸ σωθῆναι οὐδενὶ προσώπῳ ἀποκέκλεισται. Τουτέστιν, ἵνα οἰ χειροτονηθέντες ἐν τῷ τῶν Δονατιστῶν μέρει, ἐὰν πρὸς τὴν καθολικὴν πίστιν διορθωθέντες μετελθεῖν θελήσοιεν, μὴ κατὰ τὴν περαματικὴν σύνοδον μὴ δεχθῶσιν εν ταῖς οἰκείαις τιμαῖς, ἀλλὰ μᾶλλον οὗτοι προσδεχθῶσι, δι' ὧν τῇ καθολικῇ ἑνότητι γίνεται πρόνοια.
Κανὼν ξθ’:
Περὶ τοῦ, πρεσβείαν πρὸς τοὺς Δονατιστὰς ἀποσταλῆναι χάριν τοῦ τὴν εἰρήνην συνθεῖναι.
Ἤρεσεν ἔπειτα, ὥστε τούτων πραχθέντων, τοποτηρητὰς περὶ τοῦ κηρῦξαι εἰρήνην καὶ ἑνότητα, ἧς τινος χωρὶς ἡ τῶν χριστιανῶν σωτηρία καθίστασθαι οὐ δύναται, πεμφθῆναι ἐκ τοῦ ἡμετέρου ἀριθμοῦ πρὸς τοὺς τῶν αὐτῶν Δονατιστῶν, εἴτε τινὰς ἔχουσιν ἐπισκόπους, εἴτε λαϊκούς. Δι' ὧν τοποτηρητῶν πᾶσιν ἐν γνώσει γένηται, πῶς οὐδὲν ἔχουσιν εὔλογον κατὰ τῆς καθολικῆς ἐκκλησίας, μάλιστα, ἵνα φανερὸν πᾶσι γένηται διὰ τῶν πολιχνιωτικῶν πεπραγμένων, πρὸς πίστωσιν τῆς ἀποδείξεως, ὅπερ αὐτοὶ περὶ τῶν Μαξιμιανιστῶν τῶν ἰδίων σχισματικῶν ἔπραξαν. Ἔνθα αὐτοῖς θεόθεν ἀποδείκνυται, ἐὰν ἐπισκῆψαι θελήσοιεν, οὕτως ἀδίκως τότε αὐτοὺς ἀπὸ τῆς ἐκκλησιαστικῆς ἑνώσεως ἀποσχίσαντας, ὥσπερ κράζουσιν ἀδίκως ἀπ' αὐτῶν τοὺς Μαξιμιανιστὰς νῦν ἀποσχίσαι· ἐκ δὲ τοῦ ἀριθμοῦ τούτων, οὕστινας φανερᾷ τῆς οἰκείας βουλῆς αὐθεντίᾳ κατεδίκασαν, μετὰ ταῦτα ἐν ταῖς ἰδίαις τιμαῖς ἀνεδέξαντο καὶ τὸ βάπτισμα, ὅ οἱ παρ' αὐτοῖς καταδεδικασμένοι καὶ ἐκβεβλημένοι δεδώκασι. προσεδέξαντο πρὸς τὸ δειχθῆναι, πῶς μωρᾷ καρδίᾳ ἀντιτάσσονται τῇ εἰρήνῃ τῆς Ἐκκλησίας τῆς ἐν παντὶ τῷ κόσμῳ διακεχυμένης. Ταῦτα ποιοῦντες ὑπὲρ τοῦ μέρους τοῦ Δονάτου, καὶ μὴ λέγοντες ἑαυτοὺς μολύνεσθαι τῇ κοινωνίᾳ τῶν παρ᾽ αὐτοῖς οὕτω διὰ τὸ ἀκούσιον τῆς ειρήνης ἀναδεχθέντων, ἡμῖν δὲ φιλονεικοῦντες, τουτέστι τῇ καθολικῇ Ἐκκλησίᾳ, ἔτι μὴν καὶ τῇ ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς γῆς καθεστώσῃ, διὰ τῆς μεμιασμένης τούτων κοινωνίας, ὧν τινων πρῴην κατῃτιῶντο πάντες, ἐλέγξαι αὐτοὺς οὐκ ἠδυνήθησαν.
Κανὼν ο’ (70):
Περὶ τοῦ ποῖοι, ὀφείλουσι κληρικοὶ γαμετῶν ἀπέχεσθαι.
Πρὸς ἐπὶ τούτοις ἐν τῷ περὶ ἐγκρατείας τῆς περὶ τὰς οἰκείας γαμετάς τινων μνημονεύεσθαι κληρικῶν ἤρεσεν, ὥστε τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους, κατὰ τοὺς ἰδίους ὅρους, καὶ ἐκ τῶν ἰδίων ἔτι μὴν ἀπέχεσθαι γαμετῶν. ῞Οπερ εἰ μὴ ποιήσαιεν, ἀπὸ τῆς ἐκκλησιαστικῆς ἀποκινηθῶσι τάξεως· τοὺς δὲ λοιποὺς κληρικοὺς πρὸς τοῦτο μὴ ἀναγκάζεσθαι, ἀλλ' ὀφείλειν κατὰ τὴν ἑκάστης ἐκκλησίας συνήθειαν παραφυλάττεσθαι.
Κανὼν οα’:
Περὶ τῶν τοὺς ἰδίους λαοὺς ἐγκαταλιμπανόντων.
Πάλιν ἤρεσεν, ὥστε μηδενὶ ἐξεῖναι ἐπισκόπῳ, καταλειφθείσης τῆς αὐθεντικῆς αὐτοῦ καθέδρας, πρός τινα ἐκκλησίαν ἐν διοικήσει καθεστῶσαν ἑαυτὸν ἀποφέρειν ἢ ἐν οἰκείῳ πράγματι, ὑπὲρ ὃ χρὴ ἐπὶ πολὺ ἀπασχολουμένῳ ἀμελεῖν τῆς φροντίδος καὶ τῆς συνεχείας τοῦ ἰδίου θρόνου.
Κανὼν οβ’:
Περὶ νηπίων ὀφειλόντων βαπτίζεσθαι, ὁσάκις ἀμφιβάλλεται περὶ αὐτῶν, εἰ ἄρα ἐβαπτίσθησαν.
Ὁμοίως ἤρεσε περὶ τῶν νηπίων, ὁσάκις μὴ εὑρίσκωνται βέβαιοι μάρτυρες, οἱ ταῦτα ἀναμφιβόλως βαπτισθέντα εἶναι λέγοντες καὶ οὐδὲ αὐτὰ διὰ τὴν κεῖραν περὶ τῆς παραδοθείσης αὐτοῖς μυσταγωγίας ἀποκρίνεσθαι ἐπιτηδείως ἔχουσι, χωρίς τινος προσκόμματος ὀφείλειν ταῦτα βαπτίζεσθαι, μήποτε ὁ τοιοῦτος δισταγμὸς ἀποστερήσῃ αὐτὰ τῆς τοιαύτης τοῦ ἀγιασμοῦ καθάρσεως. Ἐκ τούτου γὰρ οἱ τοποτηρηταὶ τῶν Μαύρων ἀδελφοὶ ἡμῶν τοῦτο ἐβουλεύσαντο, ὅτι πολλοὺς τοιούτους ἀπὸ τῶν βαρβάρων ἐξαγοράζονται.
Κανὼν ογ’:
Περὶ τοῦ τὴν ἡμέραν τοῦ Πάσχα ἐν τῇ ἡμέρᾳ τῆς συνόδου ἀγγέλλεσθαι.
Ὁμοίως ἤρεσεν, ὥστε τὴν ἡμέραν τοῦ προσκυνητοῦ Πάσχα διὰ τῆς τῶν τετυπωμένων ὑπογραφῆς πᾶσιν ἐμφανίζεσθαι. Ἡ δὲ τῆς συνόδου ἡμέρα ἡ αὐτὴ φυλαχθῇ, ἥτις ὡρίσθη ἐν τῇ ἐν Ἱππῶνι συνόδω, τουτέστιν ἡ πρὸ δέκα καλανδῶν Σεπτεμβρίων. Ὀφείλει γὰρ καὶ γραφῆναι πρὸς τοὺς πρωτεύοντας πασῶν τῶν ἐπαρχιῶν, ἵνα, ὅτε παρ' ἑαυτοῖς σύνοδον προσκαλοῦνται, ταύτην τὴν ἡμέραν φυλάττωσιν.
Κανὼν οδ’:
Περὶ τοῦ, μὴ ὀφείλειν ἐπίσκοπον ἐπιξενούμενον καθέζεσθαι ἐν ᾗ καθέδρᾳ ἐπιξενοῦται.
Ὁμοίως ὡρίσθη, ὥστε μηδενὶ ἐξεῖναι μεσίτῃ τὴν καθέδραν κατέχειν, ᾗ τινι μεσίτης δέδοται, διὰ οἱασδήποτε τῶν λαῶν σπουδὰς ἢ διχοστασίας, ἀλλὰ σπουδάζειν ἐντὸς ἐνιαυτοῦ τοῖς αὐτοῖς προνοεῖσθαι ἐπίσκοπον· εἰ δὲ περὶ τοῦτο ἀμελήσοι, μετὰ τὴν περαίωσιν τοῦ ἐνιαυτοῦ ἕτερος ψηφισθῇ μεσίτης.
Κανὼν οε’:
Περὶ ἐκδίκων τῶν ἐκκλησιῶν τῶν ὀφειλόντων ἀπὸ τοῦ βασιλέως αἰτηθῆναι.
Σύμπασιν ἔδοξεν αἰτῆσαι ἀπὸ τῶν βασιλέων διὰ τὴν τῶν πενήτων κάκωσιν, ὧν ταῖς ἐπαχθείαις ἀπαύστως ἡ ἐκκλησία παρενοχλεῖται, ὥστε ἐκδίκους τούτοις μετὰ τῆς τῶν ἐπισκόπων προνοίας ἐπιλεγῆναι κατὰ τῆς τῶν πλουσίων τυραννίδος.
Κανὼν ος’:
Περὶ τῶν μὴ ἀπαντώντων ἐν ταῖς συνόδοις ἐπισκόπων.
Ὁμοίως ἤρεσεν, ἵνα, ὁσάκις δήποτε σύνοδον δεῖ συναχθῆναι, οἱ ἐπίσκοποι, οἵτινες οὔτε κείρᾳ, οὔτε ἀσθενείᾳ, οὔτε τινὶ βαρυτέρᾳ ἀνάγκῃ ἐμποδίζονται, ἁρμοδίως ἀπαντῶσι καὶ τοῖς πρωτεύουσιν ἑκάστης ἰδίας αυτῶν ἐπαρχίας ἐμφανισθείη περὶ πάντων τῶν ἐπισκόπων, εἴτε δύο, εἴτε τρεῖς συναθροίσεις γένωνται· καὶ ἀπὸ ἑκάστου δὲ ἀθροισμοῦ εἰς ἀμοιβὴν ὁσοιδήποτε ἐπιλεγῶσι πρὸς τὴν ἡμέραν τῆς συνόδου ἐνστατικῶς ἀπαντήσωσιν. Ἐὰν δὲ μὴ δυνηθῶσιν ἀπαντῆσαι, ἀθρόον τινῶν ἀναγκῶν ὡς εἰκὸς ἀναφυομένων, εἰ μή τόν λόγον τοῦ οἰκείου ἐμποδισμοῦ παρὰ τῷ οἰκείῳ πρωτεύοντι ἀποδώσωσιν, ὀφείλειν τοὺς τοιούτους τῇ κοινωνίᾳ τῆς ἰδίας αυτῶν ἀρκεῖσθαι ἐκκλησίας.
Κανὼν οζ’:
Περὶ Κρεσκωνίου.
Περὶ Κρεσκωνίου τοῦ Βιλλαρεκεντισίου τοῦτο πᾶσιν ἔδοξεν, ἵνα ἐντεῦθεν ὁμοίως ἐμφανισθείη τῷ πρωτεύοντι τῆς Νουμιδίας πρὸς τὸ εἰδέναι αὐτὸν ὀφείλειν γράμμασιν οἰκείοις πρὸς συνέλευσιν προτρέψασθαι τὸν μνημονευθέντα Κρεσκώνιον, ὥστε μὴ ὑπερθέσθαι τὴν παρουσίαν αὐτοῦ τῇ πλησιαζούσῃ συμπάσῃ Ἀφρικανῇ συνόδῳ παρασχεῖν. Ἐὰν δὲ τοῦ ἐλθεῖν καταφρονήσῃ, ἔσται εἰδὼς κατ' αὐτοῦ ψῆφον νομοθετηθησομένην.
Κανὼν οη’:
Περὶ τῶν ἐν Ἱππῶνι φροντιστῶν τῆς ἐκκλησίας.
Πάλιν ἤρεσεν, ἵνα, ἐπειδὴ τῆς ἐκκλησίας τῶν ἐν Ἱππῶνι φροντιστῶν ἡ ἐγκατάλειψις οὐκ ὀφείλει ἐπὶ πολὺ ἀμεληθῆναι, καὶ επειδὴ αἱ ἐκεῖ ἐκκλησίαι κατέχονται παρὰ τῶν τὴν ἄτυπον τοῦ Αἰκυτίου κοινωνίαν παραιτησαμένων, πεμφθέντων ἐκ τῆς παρούσης συνόδου ἐπισκόπων Ῥηγίνου, Ἀλυπίου, Αὐγουστίνου, Ματέρνου, Θεασίου, Εὐοδίου, Πλακιανοῦ, Οὐρβανοῦ, Βαλερίου, Ἀμβιβίου, Φουρτουνάτου, Κουοδβουλτδέου, Ὁνωράτου, Ἰαννουαρίου, Ἄπτου, Ὁνωράτου, Ἀμπελίου, Βικτοριανοῦ, Εὐαγγέλου καὶ Ῥογατιανοῦ, καὶ συναχθέντων καὶ διορθωθέντων τῶν ἐπιψόγῳ μονοτονίᾳ τὴν φυγὴν τοῦ αὐτοῦ Αἰκυτίου προσδοκητέαν λογισαμένων, μετὰ τῆς πάντων εὐχῆς, επίσκοπος τούτοις χειροτονηθῇ. Ἐὰν δὲ μὴ θελήσωσιν ἐκεῖνοι τὴν εἰρήνην κατανοῆσαι, μὴ ἐμποδίσωσι τῇ ἐπιλογῇ τοῦ προέδρου πρὸς τὸ χειροτονηθῆναι εἰς χρησιμότητα τῆς ἐπὶ τοσοῦτον χρόνον ἐγκαταλειφθείσης ἐκκλησίας.
Κανὼν οθ’:
Περὶ τῶν μὴ φροντιζόντων κληρικῶν ἐντὸς ἐνιαυτοῦ πρᾶξαι τὸ ἴδιον πρᾶγμα.
Πάλιν ὡρίσθη, ἵνα, ὁσάκις κληρικῶν ἐλεγχθέντων καὶ καταθεμένων τινὰ ἐγκλήματα, εἴτε διὰ τὸ τῆς ἐκκλησίας ὄνειδος, εἴτε διὰ τὴν αἰδεσιμότητα, ὧν χάριν τούτοις φειδὼ γίνεται, εἴτε διὰ τὴν ἀλαζόνα τῶν αἱρετικῶν καὶ ἐθνικῶν ἐπιγαυρίασιν, ἐὰν ὡς εἰκὸς ἐπαγωνίσασθαι τῷ ἰδίῳ πράγματι καὶ τῆς ἰδίας ἀβλαβείας φροντίσαι θελήσωσιν, ἐντὸς ἀκοινωνησίας ἐνιαυτοῦ ποιήσωσιν. Ἐὰν δὲ ἐντὸς ἐνιαυτοῦ τὸ πρᾶγμα αὐτῶν καθᾶραι καταφρονήσωσι, μηδεμία τούτων τοῦ λοιποῦ φωνὴ παντελῶς προσδεχθείη.

Κανόνες 80-109

Κανόνες της Συνόδου της Καρθαγένης - Περίληψη Κείμενο
Κανὼν π’ (80):
Ὥστε τοὺς ἀπὸ ἀλλοτρίου μοναστηρίου ὑποδεχθέντας, μηδὲ ἡγουμένους τῶν μοναστηρίων, μηδὲ κληρικοὺς ἐξεῖναι χειροτονεῖν.
Ὁμοίως ἤρεσεν, ἵνα, ἐάν τις ἀπὸ ἀλλοτρίου μοναστηρίου ὑποδέξηταί τινα καὶ πρὸς κλήρωσιν προαγαγεῖν ἐθελήσοι ἢ τοῦ ίδίου μοναστηρίου ἡγούμενον καταστήσοι, ὁ τοῦτο ποιῶν ἐπίσκοπος, ἀπὸ τῆς τῶν λοιπῶν κοινωνίας χωριζόμενος, τῇ τοῦ ἰδίου λαοῦ κοινωνίᾳ ἀρκεσθῇ μόνῃ· ἐκεῖνος δέ, μηδὲ κληρικός, μηδὲ ἡγούμενος ἐπιμείνῃ.
Κανὼν πα’:
Περὶ ἐπισκόπων τῶν αἱρετικοὺς ἢ ἕλληνας κληρονόμους καταλιμπανόντων.
Ὁμοίως ὡρίσθη, ἵνα, ἐάν τις ἐπίσκοπος κληρονόμους συγγενεῖς ἢ ἐκτὸς τῆς ἰδίας συγγενείας αἱρετικοὺς ἢ Ἕλληνας προτιμήσῃ τῆς ἐκκλησίας, καὶ μετὰ θάνατον ἀνάθεμα τῷ τοιούτῳ λεχθείη καὶ τὸ ὄνομα αὐτοῦ μηδαμῶς παρὰ τοῖς τοῦ Θεοῦ ἱερεῦσιν ἀνενεχθῇ, μηδὲ δυνηθῇ ἀπολογηθῆναι, ἐὰν ἀδιάθετος ἀπογένηται ἐπειδή γενόμενος ἐπίσκοπος εἰκότως ὀφείλει τῶν πραγμάτων αὐτοῦ τὴν διατύπωσιν ἀρμοδίαν τῷ ἑαυτῷ ἔπαγγέλματι ποιήσασθαι.
Κανὼν πβ’:
Περὶ ἐλευθεριῶν.
Ὁμοίως ἤρεσεν, ἵνα περὶ τῶν ἐν τῇ ἐκκλησίᾳ γινομένων ἐλευθεριῶν, ἀπὸ τοῦ βασιλέως αἴτησις γίνηται.
Κανὼν πγ’:
Περὶ τῶν πλαστῶν μνημείων τῶν μαρτύρων.
Ὁμοίως ἤρεσεν, ἵνα τὰ πανταχοῦ ἀνὰ τοὺς ἀγροὺς καὶ τοὺς ἀμπελῶνας θυσιαστήρια, ὡσανεὶ εἰς μνήμην μαρτύρων καθιστάμενα, ἐν οἷς οὐδὲ ἓν σῶμα ἢ λείψανον μαρτύρων ἀποκείμενα δείκνυνται, ἀπὸ τῶν εντοπίων ἐπισκόπων, εἰ ἔστι δυνατόν, καταστρέφωνται. Εἰ δὲ τοῦτο θορύβοις δημοτικοῖς οὐ συγχωρεῖται, ὅμως τὰ πλήθη νουθετηθῶσι μὴ ὀχλαγωγεῖν τοὺς τόπους ἐκείνους. Καὶ ἵνα οἱ τὰ ὀρθὰ φρονοῦντες μηδεμιᾷ δεισιδαιμονίᾳ τῶν τοιούτων τόπων καταδεσμῶνται καὶ παντελῶς μηδὲ μνήμη μαρτύρων ἐπιτελεσθῇ, εἰ μήπου ἢ σῶμα ἢ τινα λείψανα ὦσιν ἢ ἀρχαιογονία τινὸς οἰκήσεως ἢ κτήσεως ἢ πάθους πιστῇ ἀρχαιότητι παραδιδῶνται. Ὅσα γάρ δι' ἐνυπνίων καὶ ματαίων ἀποκαλύψεων ἀνθρώπων τινῶν ὁπουδήποτε καθίστανται θυσιαστήρια, παντὶ τρόπῳ τὰ τοιαῦτα ἀποδοκιμασθῶσιν.
Κανὼν πδ’:
Περὶ τοῦ τὰ λείψανα τῶν εἰδώλων ἐκριζωθῆναι.
Ὁμοίως ἤρεσεν αἰτηθῆναι ἀπὸ τῶν ἐνδοξοτάτων βασιλέων, ἵνα τὰ λείψανα τῆς εἰδωλολατρίας, μὴ μόνον τὰ ἐν ξοάνοις, ἀλλὰ καὶ ἐν οἱοισδήποτε τόποις ἢ ἄλσεσιν ἢ δένδροις, παντὶ τρόπῳ ἐξαλειφθῶσιν.
Κανὼν πε’:
Ὥστε γράφεσθαι καὶ ὑπογράφεσθαι, ὁσάκις γένηται χρεία, ἐκ τοῦ ἐν Καρχηδόνι ἐπισκόπου ἐπ' ὀνόματι πάντων τῶν ἐπισκόπων ἐπιστολάς.
Ἀπὸ συμπάντων τῶν επισκόπων ἐλέχθη, ἵνα, ἑὰν ἤρεσέ τινα γράμματα ὀφείλειν ὑπαγορευθῆναι ἐν τῇ συνόδῳ, ὁ προσκυνητὸς ἐπίσκοπος, ὁ ἐν τῷ θρόνῳ τούτῳ προκαθήμενος, καταξιοῖ ἐπ' ὀνόματι πάντων ὑπαγορεύειν καὶ ὑπογράφειν. ᾽Εν οἷς ἤρεσεν ἔτι μὴν τοῖς τοποτηρηταῖς ἐπισκόποις, τοῖς ὀφείλουσιν ἀποσταλῆναι εἰς τὰς τῆς Ἀφρικῆς ἐπαρχίας, ἕνεκεν τῶν Δονατιστῶν, γράμματα δοθῆναι, δύναμιν ἐντολικοῦ περιέχοντα, ἣν δύναμιν μὴ παρεξέλθωσι, Καὶ ὑπέγραψαν· Αὐρήλιος, ἐπίσκοπος τῆς Καρχηδονίων ἐκκλησίας, τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οί λοιποὶ επίσκοποι ὑπέγραψαν.
Κανὼν πς’:
Περὶ τάξεως ἐπισκόπων, ὥστε τοὺς μεταγενεστέρως χειροτονηθέντας μὴ τολμᾶν ἑαυτοὺς προτιμᾷν τῶν προτέρων.
Βαλεντῖνος ἐπίσκοπος εἶπε· Τὸ ἀγαθὸν τῆς ὑμετέρας ἀνεξικακίας ἐάν ἐπιτρέπει, ἀκολούθως ἐξηγήσομαι τὰ ἐν τῷ προλαβόντι χρόνῳ εἰς τὴν Καρχηδονίων ἐκκλησίαν πραχθέντα καὶ ταῖς τῶν ἀδελφῶν ὑπογραφαῖς φανερῶς κυρωθέντα, καὶ ἡμᾶς ἔτι μὴν φυλάξοντας ὁμολογήσω. Ἐκεῖνο τοίνυν ἐπιστάμεθα ἀμίαντον ἀεὶ τὴν ἐκκλησιαστικὴν φυλάττεσθαι κατάστασιν, οὕτως ὡς μηδένα τῶν ἀδελφῶν τολμᾶν ἐαυτὸν προτιμᾶν προπεπῶς τῶν πρὸ αυτοῦ, ἀλλὰ ταῖς τῆς ἀγάπης τάξεσιν ἀεὶ παρεσχέθη τοῖς προτέροις, ὅπερ οἱ ἐπακολουθοῦντες χαριέντως κατεδέξαντο. Ταύτην οὖν τὴν τάξιν κελεύσει ἡ ὑμετέρα ἁγιωσύνη κρειττόνως ταῖς ὑμετέραις διαλαλιαῖς βεβαιῶσαι. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Οὐκ ἐχρῆν μὲν ταῦτα ἡμᾶς ἐπαναλαμβάνειν, εἰ μὴ ἐὰν τυχὸν ἀκατανόητοι διάνοιαί τινων ἀνεφύησαν, αἱ πρὸς τοὺς ὅρους τούτους τὰς ἡμετέρας αἰσθήσεις ὀξύνουσαι. Ἀλλ' ἐπειδὴ αὕτη κοινή ἐστιν αἰτία, ἣν νῦν ἐνεφάνισεν ὁ ἀδελφὸς καὶ συλλειτουργὸς ἡμῶν, ὥστε ἕκαστον ἡμῶν ἐπιγινώσκειν τὴν παρὰ τοῦ Θεοῦ ψηφισθεῖσαν αὐτῷ τάξιν καὶ ἵνα οἱ μεταγενέστεροι τοῖς πρότεροις ἀναφέρωσι καὶ μὴ τολμήσωσι παρὰ γνώμην τούτων τίποτε πράττειν, διὰ τοῦτο λέγω, καθὼς τὸν ἐμὸν ὑποτρέχει λογισμόν, τοὺς καταφρονοῦντας τῶν πρὸ αὐτῶν καί τινα ἀποτολμῶντας, κωλυτέους ἁρμοδίως εἶναι ἀπὸ πάσης τῆς συνόδου, Σάγκτιππος ἐπίσκοπος τῆς πρώτης καθέδρας τῆς Νουμιδίας εἶπεν· Ἤκουσεν ἡ πάντων τῶν ἀδελφῶν παρουσία τὴν ἐξακολούθησιν τοῦ ἀδελφοῦ καὶ συνιερέως ἡμῶν Αὐρηλίου, τί πρὸς ταῦτα ἀποκρίνεται; Διατίμιος ἐπίσκοπος εἶπε· Τὰ παρὰ τῆς ψήφου τῶν ἀρχαίων ὁρισθέντα τῇ ὑμετέρᾳ συναινέσει ἐκδοθήσονται, ἵνα τὰ περιεχόμενα τοῖς πεπραγμένοις τῶν προτέρων συνόδων ἐν τῇ ἐν Καρχηδόνι ἐκκλησίᾳ κατὰ τὴν ἡμετέραν συναίνεσιν πεπληρωμένως βέβαια παρὰ πᾶσι φυλαχθῶσι. Σύμπαντες οἱ ἐπίσκοποι εἶπον· Ἡ τάξις αὕτη καὶ ἀπὸ τῶν Πατέρων καὶ ἀπὸ τῶν ἀρχαίων ἐφυλάχθη καὶ ἀφ’ ἡμῶν κατὰ συγχώρησιν Θεοῦ φυλαχθήσεται, σωζομένου ἔτι μὴν τοῦ δικαίου τῶν πρωτευόντων τῆς Νουμιδίας καὶ Μαυριτανίας. Ἔπειτα ἤρεσε πᾶσι τοῖς ἐπισκόποις τοῖς ἐν ταύτῃ τῇ συνόδῳ ὑπογράψασιν, ἵνα τὸ ματρίκιον καὶ ἀρχαιότυπον τῆς Νουμιδίας καὶ εἰς τὴν πρώτην καθέδραν ᾖ, καὶ εἰς τὴν μητρόπολιν Κωνσταντίναν.
Κανὼν πζ’:
Περὶ Κουοδβουλτδέου ἐπισκόπου.
Περὶ Κουοδβουλτδέου ἔτι μὴν τοῦ Κεντυριάτου, ἐπειδὴ τοῦ ἐναντίου αὐτοῦ αἰτήσαντος παρὰ τῇ ἡμετέρᾳ εἰσενεχθῆναι συνόδῳ, ἐρωτηθείς, εἰ ἄρα βούλεται μετ' αὐτοῦ παρὰ τοῖς ἐπισκόποις ἀποπειραθῆναι, πρῶτον μὲν ὑπέσχετο, τῇ δὲ ἄλλῃ ἡμέρᾳ τοῦτο μὴ ἀρέσκειν αὐτῷ ἀπεκρίνατο καὶ ἀνεχώρησεν, ἤρεσε πᾶσι τοῖς ἐπισκόποις, ἵνα μηδεὶς τῷ αὐτῷ Κουοδβουλτδέῳ κοινωνήσῃ, ἕως οὗ τὸ κατ' αὐτὸν πρᾶγμα περατωθῇ. Τὴν γὰρ ἐπισκοπὴν ἀπ᾽ αὐτοῦ ἀφαιρεθῆναι, πρὸ τῆς ἐκβάσεως τοῦ κατ' αὐτὸν πράγματος, οὐδενὶ χριστιανῷ δύναται δοκεῖν.
Κανὼν πη’:
Περὶ Μαξιμιανοῦ ἐπισκόπου.
Περὶ Μαξιμιανοῦ δὲ τοῦ Βαγενσίου, ἤρεσεν ἐκ τῆς συνόδου γράμματα δοθῆναι καὶ πρὸς αὐτὸν καὶ πρὸς τὸν λαόν, ἵνα κἀκεῖνος ἐκ τῆς ἐπισκοπῆς ἀναχωρήσῃ, κἀκεῖνοι ἑαυτοῖς ἄλλον ἀναζητήσωσιν.
Κανὼν πθ’:
Ὥστε τοὺς χειροτονουμένους ἐπισκόπους ἀπὸ τῶν χειροτονούντων αὐτοὺς ἐπιστολὰς λαμβάνειν, ἐν αἷς ἤ τε ἡμέρα καὶ ὁ ὕπατος προφέρεται.
Ἔπειτα ἤρεσεν, ἵνα οἱτινεσδήποτε μετὰ ταῦτα χειροτονῶνται ἀνὰ τὰς τῆς Ἀφρικῆς ἐπαρχίας, γράμματα λάβωσι παρὰ τῶν χειροτονούντων αὐτούς, τῇ χειρὶ αυτῶν ὑπογεγραμμένα, περιέχοντα τὸν ὕπατον καὶ τὴν ἡμέραν, ὥστε μηδεμίαν ἀμφισβήτησιν περὶ ὑστέρων ἢ προτέρων ἀναφυῆναι.
Κανὼν ϰ’ (90):
Περὶ τοῦ, τοὺς κἂν ἅπαξ ἐν τῇ ἐκκλησίᾳ ἀναγνόντας μὴ δύνασθαι ὑπὸ ἄλλων προχειρίζεσθαι.
Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε ἐν ἐκκλησίᾳ κἄν ἅπαξ ἀναγνῷ ἀπ' ἄλλης ἐκκλησίας πρὸς κλήρωσιν μὴ καταδέχηται. Καὶ ὑπέγραψαν· Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.
Κανὼν ϰα’:
Περὶ τοῦ, τοῖς Δονατισταῖς, συνελθεῖν.
Αὐρήλιος ἐπίσκοπος εἶπε: Τὸ εἰς ψηλάφησιν ἐλθὸν τῆς ὑμετέρας ἀγάπης λογίζομαι ὀφείλειν τοῖς ἐκκλησιαστικοῖς πεπραγμένοις βεβαιωθῆναι. Ἡ γὰρ ὑπόσχεσις πάντων ἡμῶν τοῦτο προεβάλετο, ὀφείλειν ἕνα ἕκαστον ἡμῶν ἐν τῇ ἰδίᾳ πόλει καθ᾽ ἐαυτὸν συνελθεῖν τοῖς ἀρχηγοῖς τῶν Δονατιστῶν ἢ προσζεῦξαι ἐαυτῷ γείτονα ἕτερον, ἵνα ὁμοίως τοῖς τοιούτοις ἐν ἑκάστῃ πόλει καὶ τόπῳ διὰ τῶν ἀρχόντων ἢ τῶν πρῶτα φερόντων ἐν τοῖς αὐτοῖς τόποις συνέλθωσι. Τοῦτο ἐὰν ἀρέσκῃ πᾶσι, παραγγελθείη. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πᾶσιν ἀρέσκει, καὶ πάντες τοῦτο τῇ ἡμετέρᾳ ὑπογραφῇ ἐκυρώσαμεν. Αἰτοῦμεν ἔτι μήν, ἵνα ταῖς ἐπιστολαῖς, ταῖς ὀφειλούσαις ἐκ τῆς συνόδου πρὸς τοὺς ἄρχοντας ἀποπεμφθῆναι, ὑπὲρ πάντων ἡ σὴ ὑπογράψῃ ἁγιωσύνη. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐὰν δοκῇ τῇ ὑμετέρᾳ ἀγάπῃ, ὁ τύπος τῆς πρὸς ἐκείνους συνελεύσεως ἀναγνωσθείη, ὅπως τοῦτον τὸν τόνον τῆς ἐπακολουθήσεως πάντες, ἐὰν ἀρέσκῃ, κρατήσωμεν. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἀναγνωσθείη. Λαϊτὸς νοτάριος ἀνέγνω.
Κανὼν ϰβ’:
Ὁ τύπος τῆς πρὸς τοὺς Δονατιστὰς συνελεύσεως.
Ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας εἶπε· Τὸ παρὰ τῆς αὐθεντίας ἐκείνης τῆς μεγίστης καθέδρας ἡμῖν ἐπιτραπὲν αἰτοῦμεν τὴν ἡμετέραν τιμιότητα ἀναγνωσθῆναι, καὶ εἰς πέρας ἀχθῆναι κελεῦσαι. Ἀναγνωσθείσης δὲ τῆς κελεύσεως καὶ τοῖς πεπραγμένοις ἐντιθεμένης, ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας εἶπε· Τὸ διὰ τῆς ὑμετέρας τιμιότητος πρὸς τοὺς Δονατιστὰς ὀφεῖλον ἀπενεχθῆναι ἐντολικὸν ἀκοῦσαι καὶ πεπραγμένοις ἐμβαλεῖν καὶ πρὸς αὐτοὺς ἀποκομίσαι καταξιώσατε καὶ τὴν τούτων ἀπόκρισιν πάλιν διὰ τῶν ὑμετέρων πεπραγμένων ἡμῖν ἐμφανίσαι. Συνερχόμεθα ὑμῖν, αὐθεντικῶς ἀποσταλέντες ἐκ τῆς ἡμετέρας καθολικῆς συνόδου, ἐπιθυμοῦντες χαρῆναι περὶ τῆς ὑμετέρας διορθώσεως. Ἐπιστάμεθα γὰρ τὴν ἀγάπην τοῦ Κυρίου εἰπόντος· Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται· ὑπέμνησε δὲ καὶ διὰ τοῦ Προφήτου, ὥστε ἔτι μὴν καὶ τοῖς μὴ βουλομένοις λέγεσθαι ἀδελφοῖς ἡμῶν, λέγειν ἡμᾶς· Ἀδελφοὶ ἡμῶν ἐστέ. Ταύτην τοίνυν τὴν ἐξ ἀγάπης εἰρηνικῆς ἐρχομένην ἠμετέραν ἀνάμνησιν ἐξουθενῆσαι οὐκ ὀφείλετε, ἵνα ἐάν τί ποτε ἀληθείας ἔχειν ἡμᾶς οἴεσθε, ἀντιλαβέσθαι τούτου μὴ ἀμφιβάλητε. Τουτέστιν, ἵνα συναχθείσης συνόδου ὑμῶν ἐπιλέξησθε ἐξ ὑμῶν αὐτῶν τοὺς ὀφείλοντας τὸ πρᾶγμα ἐμπιστευθῆναι τῆς τοιαύτης ὑμῶν δικαιολογίας, ὅπως καὶ ἡμεῖς δυνηθῶμεν τὸ αὐτὸ ποιῆσαι, τουτέστιν ἵνα ἐκ τῆς ὑμετέρας συνόδου ἐπιλεγῶσιν οἱ ὀφείλοντες μετὰ τῶν ἐξ ὑμῶν ἐπιλεγέντων ἐν ὡρισμένῳ τόπῳ καὶ καιρῷ πᾶν τὸ τῆς ζητήσεως ἐχόμενον, τὸ τὴν ὑμετέραν ἀφ’ ἡμῶν κοινωνίαν χωρίζον, εἰρηνικῶς ἐξετάσαι, καὶ κἂν ὀψέποτε, τῇ βοηθείᾳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, τέλος ἡ παλαιὰ δέξηται πλάνη, μή ποτε διὰ πεῖσμα ἀνθρώπων ἀσθενεῖς ψυχαὶ καὶ ἄπειροι λαοὶ ἱεροσύλῳ τινὶ χωρισμῷ ἀπόλωνται. ᾽Εὰν γὰρ τοῦτο ἀδελφικῶς καταδέξησθε, εὐχερῶς ἡ ἀλήθεια διαφανήσεται, εἰ δὲ τοῦτο ποιῆσαι μὴ θελήσετε, ἡ ἀπιστία ὑμῶν ευθέως γνωρισθήσεται. Καὶ ἀναγνωσθέντος τοῦ τοιούτου τύπου, ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πάνυ ἀρέσκει· τοῦτο γενήσεται. Καὶ ὑπέγραψαν· Αὐρήλιος ἐπίσκοπος τῆς Καρχηδονίων ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωρισθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.
Κανὼν ϰγ':
Τὸ κομμονιτόριον, ὅπερ ἔλαβον οἱ κατὰ τῶν Δονατιστῶν πρεσβευταί.
Κομμονιτόριον, τοῖς ἀδελφοῖς Θεασίῳ καὶ, Εὐοδίῳ, τοῖς πεμφθεῖσι πρεσβευταῖς ἐκ τῆς ἐν Καρχηδόνι συνόδου πρὸς τοὺς ἐνδοξοτάτους καὶ θρησκευτικωτάτους αὐτοκράτορας. Ἡνίκα τῇ τοῦ Κυρίου βοηθείᾳ τοῖς εὐσεβεστάτοις προσέλθωσι βασιλεῦσι, τούτοις ἐμφανίσουσι, ποίῳ τρόπῳ τελείᾳ τῇ παρρησία κατὰ τὴν τοῦ ἀνωτέρου ἐνιαυτοῦ σύνοδον οἱ πρωτεύοντες τῶν Δονατιστῶν τοῖς πολιχνιωτικοῖς πεπραγμένοις συνελθεῖν προετράπησαν. Ἵνα, εἰ ἐθάρρουν τοῦ οἰκείου δόγματος ἀντιλαβέσθαι, ἐπιλεγέντων τινῶν ἱκανῶν ἐκ τοῦ αὐτοῦ ἀριθμοῦ, μεθ' ἡμῶν εἰρηνικῶς ἀμφέβαλλον καὶ ἡμερότητι χριστιανικῇ ἀναμφιβόλως εἶχον ἐπιδεῖξαι, εἰ τίποτ' ἀληθείας μετεῖχον, ὅπως ἐκ τούτου ἡ καθολικὴ εἰλικρινότης, ἡ ἔκπαλαι τοῖς ἀνωτέρω διαλάμψασα χρόνοις, καὶ νῦν ὁμοίως διὰ τῆς ἀπειρίας καὶ μονοτονίας τῶν ἀντιλεγόντων ἐγνωρίζετο, ἀλλ' ἐπειδὴ τῷ μὴ θαρρεῖν συνείχοντο, σχεδὸν οὐδὲν ἐτόλμησαν ἀποκρίνασθαι. Διό, ἐπειδὴ ἐπισκοπικὴ καὶ εἰρηνικὴ τάξις περὶ τοὺς τοιούτους πεπλήρωται, κἀκεῖνοι τῇ ἀληθείᾳ μὴ δυνηθέντες ἀποκριθῆναι εἰς ἀτόπους βίας μετεστράφησαν, ὡς πολλοὺς ἐπισκόπους καὶ πολλοὺς κληρικούς, ἵνα τὸ περὶ τῶν λαϊκῶν σιωπήσωμεν, ἐπιβουλαῖς συσχεῖν, καί τισι δὲ ἔτι μὴν ἐκκλησίαις ἐπέβησαν καὶ ἄλλαις ἐπελθεῖν ὁμοίως ἐπειράθησαν, τῆς αὐτῶν φιλανθρωπίας λοιπόν ἐστι προνοήσασθαι, ἵνα ἠ καθολικὴ ἐκκλησία, ἡ αὐτοὺς θρησκευτικῇ γεννήσασα γαστρὶ καὶ τῇ βεβαιώσει τῆς πίστεως ἐκθρέψασα, τῇ αὐτῶν ἔτι προνοίᾳ ὀχυρωθῇ, μή ποτε προπετεῖς ἄνθρωποι ἐπὶ τῶν εὐσεβῶν αὐτῶν χρόνων φόβῳ τινὶ τῶν ἀσθενῶν λαῶν καταδυναστεύσωσιν, ἐπειδὴ ὑποπείθοντες τούτους ἀποφαυλίσαι οὐ δύνανται. Ἔγνωσται γάρ, καὶ πολλάκις τοῖς νόμοις ἐκβοᾶται, τῶν παρασυναγόντων ἡ βδελυκτὴ πληθὺς ποῖα διαπράττεται, ἅτινα καὶ πολλάκις τοῖς θεσπίσμασιν αὐτῶν τῶν προλεχθέντων εὐσεβεστάτων αὐτοκρατόρων κατεδικάσθησαν. Κατὰ οὖν τῆς ἐκείνων μανίας δυνάμεθα συμμαχίας θείας τυχεῖν, οὐκ ἀήθους δέ, οὐδέ ἀλλοτρίας ἀπὸ τῶν ἁγίων Γραφῶν, ὁπόταν Παῦλος ὁ ἀπόστολος, ὡς ταῖς ἀληθιναῖς Πράξεσι τῶν Ἀποστόλων δεδήλωται, τὴν σύμπνοιαν τῶν ἀτάκτων στρατιωτικῇ ἀπεκίνησε βοηθείᾳ. Ἡμεῖς τοίνυν τοῦτο αἰτοῦμεν, ἵνα ταῖς καθολικαῖς τάξεσι τῶν ἐκκλησιῶν, ἀνά ἑκάστην πόλιν καὶ ἀνὰ διαφόρους τόπους τῶν γειτονευουσῶν ἑκάστων κτήσεων, ἀνυπερθέτως παραφυλακὴ παρασχεθῇ. Ἅμα δὲ καὶ τοῦτο δεῖ αἰτῆσαι, ὥστε τὸν νόμον τὸν ἐκτεθέντα παρὰ τοῦ τῆς εὐσεβοῦς μνήμης πατρὸς αὐτῶν Θεοδοσίου, τὸν περὶ τῶν δέκα τοῦ χρυσίου λιτρῶν, τὸν κατὰ τῶν χειροτονούντων καὶ χειροτονουμένων αἱρετικῶν φυλάξωσιν, ἔτι μὴν καὶ κατὰ τῶν κτητόρων τῶν παρ' οἷς ἡ ἐκείνων εὑρεθῇ συναγωγή. Εἶθ' οὕτως βεβαιωθῆναι τὸν τοιοῦτον νόμον κελεύσωσιν, ὡς ἰσχύειν κατὰ τούτων, ὧν διὰ τὰς ἐπιβουλὰς οἱ τῆς καθολικῆς προτραπέντες διαμαρτυρίαν ἀπέθεντο, ἵνα κἂν τούτῳ τῷ φόβῳ ἐκ τοῦ ποιεῖν σχίσματα καὶ ἀπὸ τῆς τῶν αἱρετικῶν φαυλότητος παύσωνται, οἱ τῇ κατανοήσει τῆς αἰωνίας κολάσεως καθαρθῆναι καὶ διορθωθῆναι ὑπερτιθέμενοι. Κἀκεῖνο ἔτι μὴν αἰτῆσαι δεῖ, ἵνα τῇ αὐτῶν εὐσεβείᾳ ὁ μέχρι τοῦ παρόντος νόμος ἐπαναληφθείη, ὀ τὴν εὐχέρειαν τῶν αἱρετικῶν ἀφαιρούμενος τοῦ εἴτε ἀπὸ κληρονομιῶν, εἴτε ἀπὸ διαθηκῶν τούτους δύνασθαι λαμβάνειν τί ποτε ἢ καταλιμπάνειν καὶ ἁπλῶς εἰπεῖν τοῦ εἴτε τι καταλιμπάνειν, εἴτε λαμβάνειν τὰ δίκαια, καὶ ἀφέληται τῶν τὴν μανίᾳ τοῦ ἰδίου πείσματος τυφλωθέντων καὶ ἐν τῇ τῶν Δονατιστῶν πλάνῃ ἐπιμένειν βουλομένων. Τοῖς δὲ τῇ κατανοήσει τῆς ἑνότητος καὶ είρήνης ἐαυτοὺς διορθώσασθαι βουλομένοις, ὑπερκειμένου τοῦ τοιούτου νόμου, ἀνοιχθείη ἡ ἀκρόασις τοῦ λαμβάνειν κληρονομίαν, εἰ καὶ ἔτι τούτοις αὐτοῖς ἐν τῇ τῶν αἱρετικῶν πλάνῃ καθεστῶσι, προσαρμόζει τίποτε ἀπὸ δωρεᾶς ἢ κληρονομίας, ἐξῃρημένων, ἐκείνων δηλαδή, οἵτινες, μετὰ τὸ εἰς δίκην ἀναχθῆναι, ἐλογίσαντο ὀφείλειν πρὸς τὴν καθολικὴν μετελθεῖν. Περὶ γὰρ τῶν τοιούτων πιστευτέον ἐστί, μὴ τῷ φόβῳ τῆς οὐρανίου κρίσεως, ἀλλὰ τῇ ἀπληστίᾳ τῆς γηΐνης λυσιτελείας τὴν καθολικὴν ἑνότητα ἐπιποθῆσαι. Πρὸς τούτοις δὲ πᾶσι, τῆς βοηθείας χρεία ἐστὶ τῶν δυναστειῶν ἑκάστης ἐπαρχίας ἰδίας καὶ ἄλλο δὲ εἰτιδήποτε κατανοήσουσι τῇ ἐκκλησιαστικῇ χρησιμότητι λυσιτελοῦν, τοῦτο διαπράττεσθαι καὶ ἐξανύειν αὐτεξούσιον ψηφιζόμεθα τοποτηρησίαν. Κἀκεῖνο δὲ πρὸς τούτοις ἤρεσεν, ἵνα γράμματα ἐκ τῆς ἡμετέρας συνελεύσεως πρὸς τοὺς ἐνδοξοτάτους βασιλεῖς καὶ τὰς ὑπερεχούσας ἐξουσίας ἀποσταλῶσι, δι' ὧν πληροφοροῦνται ὡς τῇ συναινέσει πάντων ἡμῶν ἐπὶ τὸ εὐτυχέστατον κομιτάτον τοὺς τοποτηρητὰς παρ' ἡμῶν εἶναι ἀποσταλέντας. Ἀλλ' ἐπειδὴ τοῖς αὐτοῖς γράμμασι πάντας ἡμᾶς ὑπογράψαι βραδύτατόν ἐστιν, ἵνα μὴ ταῖς ἑκάστου ἡμῶν ὑπογραφαῖς τὰ αὐτὰ γράμματα φορτωθῶσιν, αἰτοῦμεν ἀδελφὲ Αὐρήλιε, ἵνα ἐν τούτοις ἡ σὴ ἀγάπη ὑπογράψαι ἐπ' ὀνόματι πάντων ἡμῶν καταξιώσῃ. Καὶ ὑπέγραψαν· Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ παραναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ὑπέγραψαν. Γράμματα ἔτι μὴν πρὸς τοὺς ἄρχοντας πέμψαι δεῖ, ἵνα ἕως οὗ ὁ Κύριος τοὺς τοποτηρητὰς ὑποστρέψαι πρὸς ἡμᾶς καταξιώσῃ, παραφυλακὴν ἀνὰ τὰς τῶν πόλεων τάξεις καὶ κτήτορας τῶν χωρίων τῇ καθολικῇ ἐκκλησίᾳ ἐπιμερίσωσιν. ῎Ετι μὴν δεῖ προσζεῦξαι καὶ περὶ τοῦ Αἰκυτίου, ἵνα ἡ ἀναίδεια αὐτοῦ ἐξωθηθῇ ἀπὸ τῶν διοικήσεων, ἅς ἐκ τῶν φροντιστῶν τῆς ἐν Ἰππῶνι ἐκκλησίας ἱερατικῶν δικαίων πρὸς ἑαυτὸν διεκδικεῖ. Καὶ γράμματα δὲ πρὸς τὸν ἐπίσκοπον τῆς Ῥωμαϊκῆς ἐκκλησίας περὶ τοῦ παραθέσθαι τοὺς τοποτηρητὰς πεμφθῆναι ὀφείλουσι, καὶ πρὸς τοὺς ἄλλους δέ, ὅπου ἐστὶν ὁ βασιλεύς. Καὶ ὑπέγραψαν∙ Ὁμοίως Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας, τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ παραναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ὑπέγραψαν.
Κανὼν ϰδ':
Τὸ βρέβιον τῶν κεφαλαίων.
Ἵνα ἐλευθέρα τοποτηρησία ἐκ πασῶν τῶν ἐπαρχιῶν εἰς τὴν σύνοδον ἀποσταλῇ. Πρὸς Μιζόνιον τοποτηρηταὶ καὶ γράμματα ἀποσταλῆναι παρηγγέλθησαν, διὰ τὸ ὀφείλειν ἐλευθέραν ἐκπέμψαι τοποτηρησίαν, ἵνα, ἐπειδὴ ἐν Καρχηδόνι μόνον ἕνωσις ἐγένετο, πεμφθῶσι γράμματα πρὸς τοὺς ἄρχοντας, ὅπως καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις καὶ πόλεσιν οἱ αὐτοὶ ἄρχοντες σπουδὴν ἐπιχορηγηθῆναι κελεύσωσι τῇ ἑνότητι, ἵνα ἐν Καρχηδόνι εὐχαριστίαι ἀπὸ τῆς ἐκκλησίας ὑπὲρ πάσης τῆς Ἀφρικῆς περὶ τοῦ ἀπελαθῆναι τοὺς Δονατιστάς μετὰ γραμμάτων τῶν ἐπισκόπων ἐπὶ τὸ κομιτάτον πεμφθῶσι. Γράμματα ἀνεγνώσθησαν Ἰννοκεντίου τοῦ πάπα, ἵνα οἱ ἐπίσκοποι ὡς ἔτυχε πρὸς τὰ περαματικὰ ἀπιέναι μὴ δύνανται· ὅπερ τοῦτο αὐτὸ ταῖς γνώμαις τῶν ἐπισκόπων βεβαιοῦται· ἵνα διὰ τὴν εὐχαριστίαν τὴν περὶ τοῦ διωχθῆναι τοὺς Δονατιστὰς δύο κληρικοὶ τῆς ἐν Καρχηδόνι ἐκκλησίας ἐπὶ τὸ κομιτάτον πεμφθῶσιν.
Κανὼν ϰε’:
Σύνοδον μὴ γίνεσθαι κοινήν τε καὶ ὁλοτελῆ, εἰ μὴ ἐξ ἀνάγκης.
Ἤρεσεν, ὥστε μὴ εἶναι περαιτέρω ἐνιαυσίαν ἀνάγκην τοῦ συντρίβεσθαι τοὺς ἀδελφούς, ἀλλ' ὁσάκις ἂν κοινὴ χρεία καλέσοι, τουτέστι πάσης τῆς Ἀφρικῆς, γραμμάτων διδομένων ὁθενδήποτε πρὸς ταύτην τὴν καθέδραν, σύνοδον ὀφείλειν συνάγεσθαι ἐν ταύτῃ τῇ ἐπαρχίᾳ, ἔνθα ἡ χρεία καὶ ἐπιτηδειότης συνωθήσει· αἱ δὲ αἰτίαι, αἱ μὴ οὖσαι κοιναί, ἐν ταῖς ἰδίαις ἐπαρχίαις κριθῶσι.
Κανὼν ϰς’:
Ἵνα αἱρετοὺς δικαστὰς μὴ ἐξὸν εἴη ἐκκαλεῖσθαι.
Ἐὰν δὲ γένηται ἔκκλητος καὶ ἐπιλέξηται ὁ ἐκκαλεσάμενος δικαστάς, καὶ μετ' αὐτοῦ κἀκεῖνος καθ' οὗ ἐξεκαλέσατο, τοῦ λοιποῦ ἀπὸ τούτων μηδενὶ ἐξέστω ἐκκαλεῖσθαι. Ὑφ’ ἓν τοποτηρησίαι διαφόρων ἐπαρχιῶν ἐμφανισθεῖσαι, χαριέντως προσεδέχθησαν, τουτέστι τῶν Νουμιδίων, τῶν Βυζακηνῶν, τῶν Μαύρων Σιτιφενσιῶν, ὁμοίως δὲ καὶ Καισαρειανῶν, ἀλλὰ καὶ τῶν ἀπὸ Τριπόλεως. Ἤρεσε πρὸς τούτοις, ὥστε ἐκβιβαστὰς ἐν πᾶσι τοῖς τῆς ἐκκλησίας χρειώδεσι πέντε ἐπιλεγῆναι αἰτηθῆναι, οἵτινες ἐν ταῖς διαφόροις ἐπιμερισθήσονται ἐπαρχίαις.
Κανὼν ϰζ’:
Ἵνα ἀπὸ τῶν βασιλέων αἰτηθῇ συνηγόρων ἀντίληψις ὑπὲρ τῶν κεφαλαίων τῆς Ἐκκλησίας.
Ἤρεσεν ἔτι μήν, ἵνα ἐξ ὀνόματος πασῶν τῶν ἐπαρχιῶν οἱ πορευθησόμενοι πρεσβευταὶ Βικέντιος καὶ Φορτουνατιανός, αἰτήσωσιν ἀπὸ τῶν ἐνδοξοτάτων βασιλέων, ὥστε δοθῆναι ἄδειαν τοῦ καταστῆσαι ἐκδίκους σχολαστικούς, οἵτινες αὐτὸ τοῦτο τὸ λειτούργημα, τοῦ ἐκδικεῖν τὰ πράγματα, ἐπιτήδευμα ἔχουσι· καὶ ἵνα ὡς ἱερεῖς τοῖς τῆς ἐπαρχίας οἱ αὐτοί, οἵ τὴν ἐκδίκησιν τῶν ἐκκλησιῶν ἀναδεξάμενοι, εὐχερῶς δυνηθῶσιν ὑπὲρ τῶν τῆς ἐκκλησίας πραγμάτων, ὁσάκις ἀνάγκη ἀπαιτήσει, πρὸς τὸ ἀντιστῆναι τοῖς ἀνακύπτουσι καὶ ἀναφέρειν τὰ αναγκαῖα καὶ εἰς τὰ σήκρητα τῶν δικαστηρίων εἰσιέναι. Ἤρεσεν, ὥστε αὐτεξούσιον τὴν τοποτηρησίαν ἔχειν τοὺς ἐπὶ τὸ κομιτάτον πεμφθέντας ἐπιλέκτους τοποτηρητάς. Προσεπιτούτοις δῆλόν ἐστι, προμαρτυρουμένους εἶναι γράμμασιν ἰδίοις τοὺς Μαυριτανοὺς Καισαρειανούς, Πρίμοσον διὰ τῶν ἐξεχόντων τῆς Θιγαβενσίας πόλεως περὶ τοῦ συνελθεῖν, ἵνα κατὰ τὰς βασιλικὰς διατυπώσεις ἐντελῶς παράσχῃ τὴν ἑαυτοῦ παρουσίαν. Καὶ ὡς ἐχρῆν, ἀναζητηθείς ὁ αὐτὸς Πρίμοσος οὐχ εὑρέθη, ὡς οἱ διάκονοι ἀνήγγειλαν, ἀλλ' ἐπειδὴ ᾔτησαν οι αὐτοὶ Μαῦροι ἐκ πάσης τῆς συνόδου ὀφείλειν γράμματα ἀποσταλῆναι τῷ προσκυνητῷ ἀδελφῷ γέροντι Ἰννοκεντίῳ, ἤρεσε πεμφθῆναι, ἵνα γνῷ ζητηθέντα τὸν Πρίμοσον ἐν τῇ συνόδῳ, καί μηδαμῶς εὑρεθέντα.
Κανὼν ϰη’:
Περὶ τῶν λαῶν τῶν μηδέποτε ἐπισκόπους ἐσχηκότων.
Ἤρεσε κἀκεῖνο, ἵνα οἱ ὄχλοι, οἱ μηδέποτε ἰδίους ἐσχηκότες ἐπισκόπους, εἰ μὴ ἐκ πάσης τῆς συνόδου ἑκάστης ἐπαρχίας καὶ τοῦ πρωτεύοντος ψήφισμα γένηται καὶ κατὰ συναίνεσιν ἐκείνου, οὗτινος ὑπὸ τὴν διοίκησιν καθίστατο ἡ αὐτὴ ἐκκλησία, μηδαμῶς δέξωνται.
Κανὼν ϰθ’:
Περὶ λαῶν καὶ διοικήσεων τῶν ἀπὸ Δονατιστῶν ἐπιστρεφόντων.
Ἵνα κἀκεῖνοι δηλαδή οἱ λαοί, οἱ ἀπό τῶν Δονατιστῶν ἐπιστρέφοντες καὶ ἐπισκόπους ἐσχηκότες παρὰ γνώμην τῆς συνόδου, τούτους ἀναμφιβόλως ἔχει ἀξιωθῶσιν. Οἵτινες δὲ λαοὶ ἐσχήκασιν ἐπίσκοπον, καὶ τούτου τελευτήσαντος οὐκ ἠθέλησαν ἴδιον ἐπίσκοπον ἔχειν, ἀλλὰ πρὸς ἄλλου τινὸς ἐπισκόπου διοίκησιν ἀναδραμεῖν ἀνήκειν, τοῦτο μὴ ὀφείλειν τούτοις ἀρνηθῆναι. Οὐ μὴν ἀλλὰ κἀκεῖνο ἀνηνέχθη, ὅτι οἱ ἐπίσκοποι οἱ πρὸ τοῦ βασιλικοῦ νόμου τοῦ περὶ ἑνότητος προκομιζομένου, οἱτινεσδήποτε πρὸς τὴν καθολικὴν ἐπιστρέψουσι τοὺς λαούς, οὓς εἶχον αὐτοί, τούτους κατέχειν ὀφείλουσι, μετὰ δὲ τὸν νόμον τῆς ἑνότητος καὶ ἐπέκεινα, χρὴ πάσας τὰς ἐκκλησίας καὶ τὰς διοικήσεις αὐτῶν, καὶ ἐάν τινα τυχὸν ὦσι δικαιώματα τοῖς δικαίοις ἀνήκοντα τῶν αὐτῶν ἐκκλησιῶν, διεκδικεῖσθαι ὑπὸ τῶν καθολικῶν ἐπισκόπων, τῶν ἐν τοῖς τόποις ἐκείνοις, ἐν οἷς κατείχοντο παρὰ τῶν αἱρετικῶν, εἴτε ἐπιστρεφόντων λοιπὸν πρὸς τὴν καθολικὴν, εἴτε μὴ ἐπιστρεφόντων. Καὶ ἐὰν τινές τισιν ἐκ τούτου κατεχρήσαντο μετὰ τὸν βασιλικὸν νόμον, ὀφείλει ταῦτα ἀποκαθίστασθαι.
Κανὼν ρ’ (100):
Περὶ τῆς ἀναφορᾶς Μαυρεντίου τοῦ ἐπισκόπου.
Κατὰ τὴν ἀναφορὰν καὶ αἴτησιν τοῦ ἐπισκόπου Μαυρεντίου, ἀναγνωσθέντος τοῦ σχεδαρίου, ὅπερ προσήνεγκε Πλακέντιος ὁ ἐπίσκοπος, ὁ τὸ πρόσωπον τοῦ τοποτηρητοῦ τῶν Νουμιδιῶν ἀναπληρῶν, ὅπερ κατὰ τὴν γνώμην τοῦ αὐτοῦ Πλακεντίου ἀνεγνώσθη ἐνώπιον τῶν ἐπισκόπων, καὶ ζητηθέντων πρὸ τῶν θυρῶν τῶν λεγομένων παρεστάναι διακόνων, τουτέστι τῶν γερόντων τῶν ἀπὸ τῆς νέας Γερμανοῦ, καὶ μηδαμῶς εὑρεθέντων, καὶ δεύτερον καὶ τρίτον ζητηθέντων, ἔκρινε διὰ τοῦτο ἡ ἁγία σύνοδος, ὥστε γράμματα πρὸς τὸν αὐτὸν γέροντα Σάγκτιππον ἐκπεμφθῆναι διὰ τὸ γνῶναι, ὅτι οὐ προαιρέσει τοῦ μνημονευθέντος λαοῦ ὕβρει ὑποπέπτωκεν ὁ ἐπίσκοπος. Μαυρέντιος ἐπίσκοπος εἶπεν· Ἐπειδή περ ἐζητήθησαν οἱ γέροντες οἱ ἀπὸ νέας Γερμανοῦ δεύτερον καὶ τρίτον καὶ οὐχ εὑρέθησαν, οἷς ἦν παραγγελθὲν ἀπὸ τοῦ πρωτεύοντος πρὸς τὴν νῦν ἐν ταῖς εἰδοῖς γινομένην προσκυνητὴν σύνοδον ἀπαντῆσαι, τῆς νηστείας ἑαυτῶν ἅπαντες ἐφρόντισαν. Καὶ διὰ τοῦτο κρίνῃ ἡ ὑμετέρα ἁγιωσύνη περὶ τούτου τοῦ πράγματος, ἀναιτίως μὴ συντριβῆναί μέ τῇ ἐπιμονῇ τῆς ἐκείνων συκοφαντίας. Ἡ ἁγία σύνοδος ὥρισεν ὀφείλειν μὲν κατὰ τὴν ἱερατικὴν κρίσιν ἐκ τῆς συνόδου ταύτης κατὰ τῶν μονοτονούντων ψῆφον ἐκφέρεσθαι, ἀλλ' ἐπειδὴ ἡμερότητα ἐκκλησιαστικὴν δεῖ φυλάττειν ἐν ὅλοις τοῖς πράγμασιν ἐπεσχέθησαν γράμματα πρὸς τὸν γέροντα Σάγκτιππον, ὅπως γνῷ κριτὰς ἐπιλεγέντας ἀπὸ τῆς συνόδου, τοὺς ὀφείλοντας ἀνυπερθέτως σκοπῆσαι ἐν Θουβουρσικένσῃ τῇ πόλει, πρὸς τὸ ἁρμοδίαν τῷ πράγματι παρασχεθῆναι διάγνωσιν. Μαυρέντιος ἐπίσκοπος εἶπε· Κριτὰς αἰτῶ τὸν ἁγιώτατον γέροντα Σάγκτιππον. Αὐγουστῖνον τὸν ἁγιώτατον, Φλωρεντῖνον, Θεάσιον, Σαμψύχιον, Σεκοῦνδον καὶ Ποσείδιον· τοῦτο ψηφισθῆναί μοι κελεύσατε. Ἡ ἁγία σύνοδος ἐπένευσε τοὺς αἰτηθέντας κριτάς, τοὺς λοιποὺς δὲ ἀναγκαίους δικαστὰς πρὸς ἀναπλήρωσιν τοῦ ἀριθμοῦ αὐτοῖς τοῖς ἀπὸ τῆς νέας Γερμανοῦ γέρουσιν ἐπιλέξασθαι ψηφίσεται ὁ γέρων Σάγκτιππος.
Κανὼν ρα’:
Περὶ τοῦ εἰρηνοποιηθῆναι τὰς ἐκκλησίας Ῥώμης καὶ Ἀλεξανδρείας.
Ἤρεσεν ἔτι μὴν, ὥστε περὶ τῆς διχονοίας τῆς Ῥωμαϊκῆς καὶ Ἀλεξανδρινῆς ἐκκλησίας πρὸς τὸν ἁγιώτατον πάπαν Ἰννοκέντιον γραφῆναι, ὅπως ἑκατέρα ἐκκλησία πρὸς ἀλλήλας εἰρήνην φυλάξωσιν, ἣν ὁ Κύριος παραγγέλλει.
Κανὼν ρβ’:
Περὶ τῶν τοὺς ἄνδρας ἢ τὰς γυναῖκας ἀπολυόντων, ἵνα οὕτω μείνωσιν.
Ἤρεσεν, ὥστε κατὰ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν ἐπιστήμην, μήτε ὁ ἀπὸ γυναικὸς ἐαθείς, μήτε ἡ ἀπὸ ἀνδρὸς καταληφθεῖσα, ἑτέρῳ συζευχθῇ, ἀλλ' ἢ οὕτω μείνωσιν ἤ ἑαυτοῖς καταλλαγῶσιν. Οὗπερ ἐὰν καταφρονήσωσι, πρὸς μετάνοιαν καταναγκασθῶσιν, ἐν ᾧ πράγματι νόμον βασιλικὸν ἐκτεθῆναι χρεὼν αἰτῆσαι.
Κανὼν ργ’:
Περὶ τῶν πρὸς τὸ θυσιαστήριον ὀφειλουσῶν λέγεσθαι ἱκεσιῶν.
Ἤρεσε καὶ τοῦτο, ὥστε τὰς κεκυρωμένας ἐν τῇ συνόδῳ ἱκεσίας, εἴτε προοίμια, εἴτε παραθέσεις, εἴτε τὰς τῆς χειρὸς ἐπιθέσεις ἀπὸ πάντων ἐπιτελεῖσθαι, καὶ παντελῶς ἄλλας κατὰ τῆς πίστεως μηδέποτε προενεχθῆναι, ἀλλ' αἱτινεσδήποτε ἀπὸ τῶν συνετωτέρων συνήχθησαν, λεχθήσονται.
Κανὼν ρδ’:
Περὶ τῶν τὴν διάγνωσιν τῶν δημοσίων δικαστηρίων ἀπὸ τοῦ βασιλέως αἰτούντων.
Ἤρεσεν, ἵνα ὁστισδήποτε ἀπὸ τοῦ βασιλέως διάγνωσιν δημοσίων δικαστηρίων αἰτήσοι, τῆς ἰδίας τιμῆς στερηθείη. ᾽Εὰν δὲ κρίσιν ἐπισκοπικὴν ἀπὸ τοῦ βασιλέως αἰτήσοι, μηδὲν αὐτῷ ἐμποδίσοι.
Κανὼν ρε’:
Περὶ τῶν ἐν Ἀφρικῇ μὴ κοινωνούντων, καὶ θελόντων πέραν τῆς θαλάσσης ὑποσυρῆναι.
Ὁστισδήποτε μὴ κοινωνῶν ἐν τῇ Ἀφρικῇ, εἰς τὰ περαματικὰ πρὸς τὸ κοινωνεῖν ὑφερπύσει, τὴν ζημίαν τῆς κληρώσεως ἀναδέξεται.
Κανὼν ρς’:
Ἵνα οἱ ἐπὶ τὸ κομιτάτον πορευόμενοι, τὴν αἰτίαν ἑαυτῶν καὶ τῷ ἐν Καρχηδόνι καὶ τῷ Ῥωμαϊκῷ ἱερεῖ σπουδάσωσιν ἐμφανίσαι.
Ἤρεσεν, ἵνα ὁστισδήποτε πρὸς τὸ κομιτάτον πορευθῆναι θελήσοι ἐν τῇ ἀπολυτικῇ τῇ ἐπὶ τὴν ἐκκλησίαν Ῥώμης πεμπομένη κατάδηλος γένηται καὶ ἵνα ἐκεῖθεν ἔτι μὴν ἀπολυτικὴν λάβῃ ἐπὶ τὸ κομιτάτον. Διό, ἐὰν ὁ λαβὼν ἀπολυτικὴν πρὸς τὴν Ῥώμην μόνον σιωπήσας τὴν ἀνάγκην, δι' ἣν εἰς τὸ κομιτάτον αὐτὸν χρὴ πορευθῆναι, θελήσῃ εὐθέως εἰς τὸ κομιτάτον βαδίσαι, ἀποκινηθῇ τῆς κοινωνίας. Ἐὰν δὲ ἐκεῖσε ἐν τῇ Ῥώμῃ αἰφνιδία ἀνάγκη ἀναφυῇ τοῦ ἀπελθεῖν εἰς τὸ κομιτάτον, ἐμφανίσῃ αὐτὴν τὴν ἀνάγκην τῷ ἐπισκόπῳ Ῥώμης καὶ παρακομίσῃ ἀντίγραφον τοῦ αὐτοῦ τῆς Ῥώμης ἐπισκόπου. Αἱ ἀπολυτικαὶ δὲ αἱ ἀπὸ τῶν πρωτευόντων ἢ τῶν οἱωνδήποτε ἐπισκόπων, τοῖς ἰδίοις κληρικοῖς διδόμεναι, σχῶσι τὴν ἡμέραν τοῦ Πάσχα. Ἐὰν δὲ ἀκμὴν ἡμέρα τοῦ Πάσχα τοῦ αὐτοῦ ἐνιαυτοῦ κατάδηλος οὐκ ἔστιν, ἡ τοῦ προηγησαμένου προσζευχθείη, ὃν τρόπον εἴωθε μετὰ τὴν ὑπατείαν γράφεσθαι ἐν τοῖς δημοσίοις πεπραγμένοις. ῎Ηρεσε δὲ κἀκεῖνο, ὥστε κατὰ τῶν Δονατιστῶν καὶ τῶν Ἑλλήνων καὶ τῶν θρησκειῶν αὐτῶν, τοὺς πεμφθέντας τοποτηρητὰς ἐκ τῆς τιμίας ταύτης συνόδου, πανοτιοῦν χρήσιμον συνίδωσιν ἐκ τῶν ἐνδοξοτάτων αἰτήσασθαι βασιλέων. Ἤρεσεν ἔτι μὴν τῇ αἰτήσει πάντων τῶν ἐπισκόπων, ἵνα πάσαις ταῖς ὀφειλούσαις δοθῆναι ἐκ τῆς συνόδου ἐπιστολαῖς ἡ σὴ ἁγιωσύνη μόνη ὑπογράψῃ. Καὶ ὑπέγραψαν· Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ παραναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.
Κανὼν ρζ’:
Σύνοδος περὶ διαγνώσεως ἐπισκόπων.
Ἐπὶ τῶν ἐνδοξοτάτων βασιλέων Ὁνωρίου τὸ ἕβδομον καὶ Θεοδοσίου τὸ τρίτον, τῶν αὐγούστων ὑπάτων, τῇ πρὸ ἑπτακαιδεκάτῃ καλανδῶν Ἰουλίων, εἰς Καρχηδόνα ἐν τῇ Σεκούνδου ἐκκλησίᾳ. Εἰς ταύτην τὴν σύνοδον ἤρεσεν, ὥστε ἕνα ἐπίσκοπον μὴ ἐκδικεῖν ἐαυτοῦ διάγνωσιν.
Κανὼν ρη’:
Σύνοδος κατὰ τῶν Δονατιστῶν.
Μετὰ τὴν ὑπατείαν τῶν ἐνδοξοτάτων βασιλέων Ὁνωρίου τὸ ὄγδοον καὶ Θεοδοσίου τὸ τέταρτον, τῶν αὐγούστων, πρὸ ὀκτωκαιδεκάτῃ καλανδῶν Ἰουλίων, ἐν Καρχηδόνι εἰς τὴν ἐκκλησίαν τοῦ κλίματος Σεκούνδης. Ἐν ταύτῃ τῇ συνόδῳ τοποτηρησίαν ἐδέξαντο κατὰ τῶν Δονατιστῶν, Φλωρέντιος, Ποσείδιος, Πραισίδιος καὶ Βενάντιος, οἱ ἐπίσκοποι. Ἐν τούτῳ τῷ καιρῷ νόμος ἐδόθη, ἵνα ελευθέρᾳ προαιρέσει ἕκαστος τῆς χριστιανότητος τὴν ἄσκησιν ἀναδέξηται.
Κανὼν ρθ’:
Σύνοδος κατὰ τῆς αἱρέσεως Πελαγίου καὶ Κελεστίου· καὶ ὅτι Ἀδὰμ θνητὸς ὑπὸ τοῦ Θεοῦ οὐκ ἐγένετο.
Ἐπὶ τῶν ἐνδοξοτάτων βασιλέων Ὁνωρίου τὸ δωδέκατον καὶ Θεοδοσίου τὸ ὄγδοον, τῶν ὑπάτων, καλάνδαις Μαῖαις, εἰς Καρχηδόνα ἐν τῷ σηκρήτῳ τῆς Φαύστου ἐκκλησίας, Αὐρηλίου τοῦ ἐπισκόπου συμπάσῃ τῇ συνόδῳ προκαθήσαντος, παρεστώτων τῶν διακόνων, ἤρεσε πᾶσι τοῖς ἐπισκόποις τῆς ἐν Καρχηδόνι ἐκκλησίας, ἁγίᾳ συνόδῳ καθεστῶσιν, ὧν τὰ ὀνόματα καὶ αἱ ὑπογραφαὶ ἐνετέθησαν. ῞Ινα ὅστις λέγῃ τὸν Ἀδὰμ, τὸν πρωτόπλαστον ἄνθρωπον, θνητὸν γενόμενον οὕτως, ὡς εἴτε ἁμαρτήσοι, τεθνηξόμενον ἐν τῷ σώματι, τουτέστιν ἐξελθεῖν ἐκ τοῦ σώματος μὴ τῇ ἀξίᾳ τῆς ἁμαρτίας, ἀλλὰ τῇ ἀνάγκῃ τῆς φύσεως, ἀνάθεμα ἔστω.

Κανόνες 110-133

Κανόνες της Συνόδου της Καρθαγένης - Περίληψη Κείμενο
Κανὼν ρι’ (110):
Ὅτι τὰ μικρὰ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτίζονται.
Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε τὰ μικρὰ καὶ νεογέννητα ἐκ τῶν γαστέρων τῶν μητέρων βαπτιζόμενα ἀρνεῖται ἤ λέγει εἰς ἄφεσιν ἁμαρτιῶν αὐτὰ βαπτίζεσθαι, μηδὲν δὲ ἐκ τῆς τοῦ ᾽Αδὰμ ἕλκειν προγονικῆς ἁμαρτίας τὸ ὀφεῖλον καθαρθῆναι τῷ λουτρῷ τῆς παλιγγενεσίας, ὅθεν γίνεται ἀκόλουθον, ὅτι ἐν τούτοις ὁ τύπος τοῦ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτίσματος οὐκ ἀληθής, ἀλλὰ πλαστὸς νοεῖται, ἀνάθεμα εἴη. Ἐπειδὴ οὐκ ἄλλως δεῖ νοῆσαι τὸ εἰρημένον τῷ ἀποστόλῳ· Δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐν ᾧ πάντες ἥμαρτον, εἰ μὴ ὃν τρόπον ἡ καθολικὴ ᾽Ἐκκλησία, ἡ πανταχοῦ διακεχυμένη καὶ ἡπλωμένη, ἀεὶ ἐνόησε. Διὰ γὰρ τὸν κανόνα τοῦτον τῆς πίστεως καὶ οἱ μικροὶ ἔτι μήν, οἱ μηδὲν ἁμαρτημάτων εἰς ἑαυτοὺς ἔτι μὴν πλημμελεῖν δυνάμενοι, εἰς ἄφεσιν ἀμαρτιῶν ἀληθινῶς βαπτίζονται, ἵνα καθαρθῇ ἐν αὐτοῖς διὰ τῆς παλιγγενεσίας, ὅπερ εἵλκυσαν ἐκ τῆς ἀρχαιογονίας.
Κανὼν ρια’:
Ὅτι ἡ τοῦ Θεοῦ χάριτι οὐ μόνον ἄφεσιν χαρίζεται ἁμαρτιῶν, ἀλλὰ καὶ βοήθειαν παρέχει τοῦ μηκέτι ἁμαρτάνειν.
Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε εἴποι τὴν χάριν τοῦ Θεοῦ, ᾗ τινι δικαιοῦται διὰ ᾽Ιησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, πρὸς μόνην ἄφεσιν ἁμαρτιῶν ἰσχύειν τῶν ἤδη πεπλημμελημένων καὶ μὴ παρέχειν ἔτι μὴν βοήθειαν πρὸς τὸ μὴ ἕτερα πλημμελεῖσθαι, ἀνάθεμα εἴη.
Κανὼν ριβ’:
Ὅτι ἡ χάρις τοῦ Θεοῦ οὐ μόνον γνῶσιν παρέχει, ὡς δεῖ πράττειν, ἀλλὰ καὶ ἀγάπην ἔτι μὴν ἐμπνέει ἠμῖν, ἵνα ὃ ἐὰν ἐπιγινώσκωμεν καὶ πληρώσαι ἰσχύσωμεν.
Ὁμοίως ὁστισδήποτε εἴποι τὴν αὐτὴν χάριν τοῦ Θεοῦ, τὴν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, εἰς τοῦτο μόνον ἡμῖν βοηθεῖν, πρὸς τὸ μὴ ἁμαρτάνειν ὅτι δι' αὐτῆς ἡμῖν ἀποκαλύπτεται καὶ φανεροῦται ἡ γνῶσις τῶν ἁμαρτημάτων, ὥστε γινώσκειν ἅ δεῖ ἐπιζητεῖν καὶ ἃ δεῖ ἐκκλίνειν, οὐ μὴν δι' αὐτῆς ἡμῖν παρέχεται, ἵνα ὅπερ γνῶμεν ποιητέον καὶ ποιῆσαι ἔτι μὴν ἀγαπήσωμεν καὶ ἰσχύσωμεν, ἀνάθεμα εἴη. Τοῦ γὰρ ἀποστόλου λέγοντος, ὅτι ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οίκοδομεῖ, ἀσεβὲς πάνυ πιστεύειν πρὸς μὲν τὸ φυσιοῦν ἡμᾶς ἔχειν τὴν χάριν τοῦ Χριστοῦ, πρὸς δὲ τὸ οἰκοδομεῖν μὴ ἔχειν· ὁπόταν ἑκάτερον δῶρόν ἐστι τοῦ Θεοῦ, καὶ τὸ εἰδέναι τί ποιεῖν δεῖ καὶ τὸ ἀγαπᾶν ὃ δεῖ ποιεῖν, ἵνα τῆς ἀγάπης οἰκοδομούσης ἡ γνῶσις φυσιοῦν μὴ δυνηθῇ, ὥσπερ γὰρ ἐκ Θεοῦ γέγραπται· Ὁ διδάσκων ἄνθρωπον γνῶσιν, οὕτως ἔτι μὴν γέγραπται· Ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστίν.
Κανὼν ριγ’:
Ὅτι ἄνευ τῆς του Θεοῦ χάριτος οὐδὲν δυνάμεθα πληροῦν.
Ὁμοίως ἤρεσὲν, ἵνα ὁστισδήποτε εἴποι διὰ τοῦτο τὴν χάριν ἡμῖν τῆς δικαιοσύνης δεδόσθαι, ἵνα ὅπερ ποιεῖν διὰ τοῦ αὐτεξουσίου δυνάμεθα, εὐχερεστέρως πληρῶμεν διὰ τῆς χάριτος, ὡς ἂν εἰ καὶ ἠ χάρις μὴ ἐδίδοτο, οὐκ εὐχερῶς μέν, ἀλλ' ὅμως ἐδυνάμεθα καὶ δίχα ἐκείνης ἔτι μὴν πληρῶσαι τὰς θείας ἐντολάς, ἀνάθεμα εἴη. Περὶ γὰρ τῶν καρπῶν τῶν ἐντολῶν ὁ Κύριος ἐλάλει, ὅπου οὐκ εἶπε· Χωρὶς ἐμοῦ δυσχερῶς δύνασθε ποιεῖν, ἀλλ' εἶπε· Χωρὶς ἐμοῦ οὐδὲν δύνασθε ποιεῖν.
Κανὼν ριδ’:
Ὅτι οὐ μόνον ταπεινή, ἀλλὰ καὶ ἀληθινὴ ἡ φωνὴ τῶν ἁγίων ἐστὶν αὔτη• Ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν.
Ὅμοίως ἤρεσεν, ἵνα ὅπερ εἶπεν ὁ ἅγιος ᾽Ιωάννης ὁ ἀπόστολος· Ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς ἀπατῶμεν καὶ ἀλήθεια ἐν ἡμῖν οὐκ ἔστιν, ὁστισδήποτε οὕτω παραληπτέον νομίσῃ, ὡς εἰπεῖν διὰ ταπεινοφροσύνην μὴ ὀφείλειν λέγεσθαι ἡμᾶς μὴ ἔχειν ἁμαρτίαν, οὐχ ὅτι ἀληθῶς οὕτως ἐστίν, ἀνάθεμα εἴη. Ἐὰν δὲ ὁμολογήσωμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ὅστις ἀφήσει ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἀδικίας, ἔνθα πάνυ δεδήλωται τοῦτο μὴ μόνον ταπεινοφρόνως, ἀλλ' ἔτι μὴν ἀληθῶς λέγεσθαι. Ἠδύνατο γὰρ ὁ ἀπόστολος εἰπεῖν, ἐὰν εἴπωμεν οὐκ ἔχομεν ἁμαρτίαν, ἐαυτοὺς ἐξυψοῦμεν καὶ ταπεινοφροσύνη ἐν ἡμῖν οὐκ ἔστιν· ἀλλ' εἰπών, ὅτι ἐαυτοὺς ἀπατῶμεν καὶ ἀλήθεια ἐν ἡμῖν οὐκ ἔστιν, πάνυ ἀπέδειξε τὸν λέγοντα ἐαυτὸν μὴ ἔχειν ἁμαρτίαν μὴ ἀληθεύειν, ἀλλὰ ψεύδεσθαι.
Κανὼν ριε’:
Ὅτι ἐν τῇ δεσποτικῇ εὐχῇ οἱ ἅγιοι ὑπὲρ ἑαυτῶν λέγουσιν• Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν.
Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε εἴποι ἐν τῇ δεσποτικῇ εὐχῇ διὰ τοῦτο λέγειν τοὺς ἁγίους, ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, οὐχ ὅτι ὑπὲρ ἑαυτῶν λέγουσιν, ἐπειδὴ αὐτοῖς λοιπὸν οὐκ ἔστιν ἀναγκαία αὕτη ἡ αἴτησις, ἀλλ' ὅτι ὑπὲρ ἄλλων τῶν ὄντων ἐν τῷ λαῷ αὐτῶν ἁμαρτωλῶν καὶ μὴ λέγειν ἕνα ἕκαστον τῶν ἁγίων· ἄφες μοι τὰ ὀφειλήματά μου, ἀλλ' ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς ὑπὲρ ἄλλων τοῦτο μᾶλλον ἢ ὑπὲρ ἑαυτοῦ τὸν δίκαιον αἰτοῦντα νοεῖσθαι, ἀνάθεμα εἴη. Ἅγιος γὰρ καὶ δίκαιος ᾖν Ἰάκωβος ὁ ἀπόστολος, ὅτε ἔλεγεν· Ἐν πολλοῖς γὰρ ἁμαρτάνομεν πάντες. Ἐπεὶ διὰ τί προστέθειται τό· πάντες, εἰ μὴ ἵνα ἡ ἔννοια αὕτη ἁρμοσθῇ καὶ τῷ Ψαλμῷ, ὅπου ἀναγινώσκεται· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ ἐν τῇ εὐχῇ τοῦ σοφωτάτου Σολομῶντος· Οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἥμαρτε· καὶ ἐν τῇ βίβλῳ τοῦ ἁγίου Ἰὼβ τό· ἐν χειρὶ παντὸς ἀνθρώπου σημαίνει, ὥστε εἰδέναι πάντα ἄνθρωπον τὴν ἀσθένειαν αὐτοῦ. Ὅθεν, ἔτι μὴν ὁ ἅγιος καὶ δίκαιος Δανιὴλ ὁ προφήτης, πληθυντικῶς λέγων τό· ἡμάρτομεν, ἠνομήσαμεν, καὶ τὰ λοιπὰ, ἃ ἐκεῖ ταπεινοφρόνως καὶ ἀληθινῶς ὁμολογεῖ, ἵνα μὴ νομισθείη ὥς τινες νοοῦσι τοῦτο μὴ περὶ τῶν ἴδίων, ἀλλὰ περὶ τῶν τοῦ λαοῦ αὐτοῦ μᾶλλον λέγειν ἁμαρτιῶν, μετὰ ταῦτα εἶπεν, ὅτι ηὐχόμην καὶ ἐξωμολογούμην τὰς ἁμαρτίας μου καὶ τὰς ἀμαρτίας τοῦ λαοῦ μου Κυρίῳ τῷ Θεῷ μου. Οὐκ ἠθέλησεν εἰπεῖν τὰς ἁμαρτίας ἡμῶν, ἀλλὰ τοῦ λαοῦ αὐτοῦ εἶπε καὶ ἑαυτοῦ, ἐπειδὴ μέλλοντας τούτους οὕτω κακῶς νοεῖν, ὡσανεὶ προεῖδεν ὁ προφήτης.
Κανὼν ρις’:
Ὅτι ἀληθῶς ἀπὸ τῶν ἁγίων λέγεται τὸ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν.

Ὁμοίως ἤρεσεν, ἵνα οἰτινεσδήποτε αὐτὰ τὰ ρήματα τῆς δεσποτικῆς εὐχῆς, ὅπου λέγομεν· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, οὕτω βούλονται ἀπὸ τῶν ἁγίων λέγεσθαι, ὡς ταπεινοφρόνως καὶ οὐκ ἀληθῶς ταῦτα λεχθῆναι, ἀνάθεμα εἴη. Τίς γὰρ ὑπενέγκοι τὸν εὐχόμενον μὴ ἀνθρώποις, ἀλλ' αὐτῷ τῷ Κυρίῳ ψευδόμενον, τὸν τοῖς χείλεσιν αὐτοῦ λέγοντα θέλειν ἀφεθῆναι, τῇ δὲ καρδίᾳ λέγοντα τὰς ὀφειλούσας ἀφεθῆναι ἁμαρτίας αὐτῷ μὴ ἔχειν.
Κανὼν ριζ’:
Περὶ τῶν λαῶν τῶν ἀπὸ Δονατιστῶν ἐπιστρεφόντων.
Ὁμοίως ἤρεσεν, ἐπειδὴ πρό τινων ἐνιαυτῶν ἐν ταύτῃ τῇ ἐκκλησίᾳ πεπληρωμένῃ τῇ συνόδῳ ὡρίσθη, ἵνα οἰαιδήποτε ἐκκλησίαι ἐν διοικήσει καθεστῶσαι, πρὸ τῶν νόμων τῶν περὶ τῶν Δονατιστῶν ἐκτεθέντων, καθολικαὶ γένωνται, ἐκείνοις τοῖς θρόνοις ἀνήκωσιν, ὧν τινων διὰ τῶν ἐπισκόπων προτραπεῖσαι τῇ καθολικῇ ἑνότητι ἐκοινώνησαν, μετὰ δὲ τοὺς νόμους, οἱαιδήποτε ἐκοινώνησαν, ἐκείνοις ἀνήκωσιν, οἷς καὶ ὅτε ἦσαν εἰς τὸ μέρος τοῦ Δονάτου. Καὶ ἐπειδὴ πολλαὶ φιλονεικίαι ὕστερον μεταξὺ τῶν ἐπισκόπων περὶ τῶν διοικήσεων ἀνεφύησαν καὶ ἀναφύονται, οἷς τότε οὐ τελεία δοκεῖ γενέσθαι πρόνοια, νῦν ἐν ταύτῃ τῇ ἁγίᾳ συνόδῳ ἤρεσεν, ἵνα ὁπουδήποτε καθολικὴ ἐγένετο, καὶ τοῦ μέρους τοῦ Δονάτου καὶ διαφόροις θρόνοις ἀνήκουσαι ἦσαν, ἐν οἱῳδήποτε καιρῷ ἕνωσις ἐκεῖ ἐγένετο ἢ ἔσται, εἴτε πρὸ τῶν νόμων εἴτε μετὰ τοὺς νόμους, ἐκείνῳ τῷ θρόνῳ ἀνήκωσιν, ᾧ τινι ἡ ἔκπαλαι ἐκεῖ ὑπάρξασα καθολικὴ ἀνῆκεν.
Κανὼν ριη’:
Περὶ τοῦ, πῶς μεταξὺ ἀλλήλων μερίσονται τάς διοικήσεις οἱ ἐπίσκοποι, τοῦτο μὲν οἱ καθολικοί, τοῦτο δὲ οἱ ἐκ τοῦ Δονάτου ἐπιστρέψαντες
Οὕτω δηλαδή, ἵνα εἴπερ ἐπίσκοποι ἀπὸ τῶν Δονατιστῶν πρὸς τὴν καθολικὴν ἑνότητα ἐπέστρεψαν, ἐξ ἴσου πρός ἀλλήλους διέλωσι τὰς οὕτως εὑρισκομένας διοικήσεις, ἔνθα ἦσαν ἀμφότερα τὰ μέρη. Τουτέστιν, ἵνα ἄλλοι τόποι πρὸς ἐκεῖνον καὶ ἄλλοι πρὸς ἐκεῖνον ἀνήκωσιν οὕτως, ἵνα ὁ παλαιότερος ἐν τῇ ἐπισκοπῇ μερίζῃ καὶ ὁ ἥττων ἐπιλέγηται. Εἰ δὲ τυχὸν εἷς ἔσται τόπος, ἐκείνῳ προσχωρήσῃ, ᾧ τινι μᾶλλον γειτνιάζων εὐρίσκεται. Ἐὰν δὲ ἀμφοτέροις τοῖς θρόνοις ἴσως γειτνιάζῃ, ἐκείνῳ παραχωρηθῇ, ὅν τὸ πλῆθος ἐπιλέξηται. Εἰ δὲ τυχὸν οἱ ἀρχαῖοι καθολικοὶ τὸν ἴδιον θελήσουσι καὶ οἱ ἐκ τοῦ μέρους τοῦ Δονάτου μεταστρέψαντες τὸν ἴδιον, τῶν πλειόνων ἡ γνώμη προτιμηθῇ τῶν ὀλιγωτέρων. Εἰ δὲ τὰ μέρη εἰσὶν ἴσα, τῷ παλαιοτέρῳ ἐπισκόπῳ καταλογισθείη. Ἐὰν δὲ οὕτω πλεῖστοι οἱ τόποι εὑρεθῶσιν, ἐν οἷς ἀμφότερα τὰ μέρη εἰσίν, ὡς μὴ δύνασθαι ἐξ ἴσου μερισθῆναι, τοῦ ἀριθμοῦ τῶν αὐτῶν τόπων ἀνίσου ὑπάρχοντος, πρῶτον μερισθῶσιν οἱ ἴσοι ἀριθμοί, καὶ τῷ ἀπομένοντι τόπῳ τοῦτο φυλαχθῇ, ὅπερ ἀνωτέρω λέλεκται, ὅτε περὶ τοῦ ἑνὸς ἐζητεῖτο τόπου.
Κανὼν ριθ’:
Περὶ τοῦ, ἐάν τινα διοίκησιν ἐξ αἱρέσεως ἐλευθερώσῃ ἐπίσκοπος, καὶ ἐπὶ τριετίαν ταύτην κατάσχῃ, μηδένα ταύτην ἀναζητεῖν.
Ὁμοίως ἤρεσεν, ἵνα ἐάν τις μετὰ τοὺς νόμους τόπον τινὰ πρὸς τὴν καθολικὴν ἑνότητα μεταστρέψῃ καὶ τοῦτον ἐπί τριετίαν μηδενὸς ἀναζητοῦντος κατάσχῃ, τοῦ λοιποῦ παρ' αὐτοῦ μὴ ἀναζητηθῇ, ἐὰν μέντοι ἐντὸς τῆς αὐτῆς τριετίας ὑπῆρχεν ἐπίσκοπος ὁ ὀφείλων ἀναζητῆσαι καὶ ἡσύχασεν. Εἰ δὲ μὴ ἦν, μὴ προκριματισθῇ ἐν τῇ μάτρικι, ἀλλ' ὅτε ὁ χηρεύων τόπος λάβῃ ἐπίσκοπον, ἐξὸν εἴη αὐτῷ ἀπ' αὐτῆς τῆς ἡμέρας, ἐντὸς τριετίας ἀναζητῆσαι. Ὁμοίως δὲ καὶ ἐὰν ἐπίσκοπος ἐκ τῶν τοῦ Δονάτου μερῶν πρὸς τὴν καθολικὴν ἐπιστρέψῃ, μὴ προκριματισθῇ ἐν τῇ μάτρικι περὶ τοῦ ὁρισθέντος χρόνου, ἀλλ' ἐξ ἧς ἡμέρας ἐπέστρεψεν, ἐχέτω ἐξουσίαν ἀναζητεῖν ἐντὸς τριετίας τοὺς τόπους τοὺς τῇ αὐτοῦ ἀνήκοντας καθέδρᾳ.
Κανὼν ρκ’ (120):
Περὶ τῶν τοῖς λαοῖς, οὓς νομίζουσιν αὐτοῖς ἀνήκειν, ἐπιβαινόντων παρὰ γνώμην τῶν αὐτοὺς κατεχόντων.
Ὁμοίως ἤρεσεν, ἵνα οἱοιδήποτε ἐπίσκοποι τὰ πλήθη, ἃ νομίζουσι τῷ θρόνῳ αὐτῶν ἀνήκειν, μὴ οὕτως ἀναζητῶσιν, ὥστε ἄλλων ἐπισκόπων κρινόντων τοῦτο πράττειν, ἀλλ' ὑπὸ ἑτέρου κατεχομένοις ἐπέλθωσι τοῖς λαοῖς, εἴτε θέλουσιν εἴτε μὴ θέλουσι, τοῦ ἰδίου πράγματος τὴν ζημίαν ὑπομείνωσι. Καὶ οἱτινεσδήποτε τοῦτο ἐποίησαν, εἰ μὴ ἡ μεταξύ τῶν ἐπισκόπων συνέλευσις ἐπερατώθη, ἀλλ' ἀκμὴν περὶ τοῦ αὐτοῦ φιλονεικοῦσιν, ἐκεῖνος ἀποστῇ ἐκεῖθεν περὶ οὗ δειχθείη ὅτι, παρεάσας τοὺς ἐκκλησιαστικοὺς δικαστάς, ἔφοδον ἐποίησε. Καὶ μὴ ἑαυτόν τις κολακεύσῃ, εἰ ἐκ τοῦ πρωτεύοντος γράμματα περὶ τοῦ κατέχειν ἔλαβεν, ἀλλ' εἴτε γράμματα ἔχει εἴτε οὐ ἔχει συνέλθοι τῷ κατέχοντι καὶ παρ' αὐτοῦ γράμματα λάβοι, ὥστε φανῆναι τοῦτον εἰρηνικῶς τὴν αὐτῷ ἀνήκουσαν κατασχεῖν ἐκκλησίαν. Ἐὰν δὲ κἀκεῖνός τινα ζήτησιν ἀντεναγάγῃ καὶ αὐτὴ περατωθῇ μεταξὺ ἐπισκόπων κρινόντων, εἴτε οὕς ὁ πρωτεύων αὐτοῖς δῷ, εἴτε οὓς γειτνιῶντας κατὰ συναίνεσιν ἐπιλέξωνται.
Κανὼν ρκα’:
Περὶ τῶν ἀμελούντων τῶν αὐτοὶ ἀνηκόντων λαῶν.
Ὁμοίως ἤρεσεν, ἵνα οἱτινεσδήποτε ἀμελῶσι τῶν τόπων τῶν ἀνηκόντων τῇ αὐτῶν καθέδρᾳ, πρὸς τὸ τούτους κερδᾶναι εἰς τὴν καθολικὴν ἑνότητα, ἐγκληθῶσιν ἀπὸ τῶν γειτνιώντων αὐτοῖς ἐπιμελῶν ἐπισκόπων, περὶ τοῦ μὴ ἀναβάλλεσθαι τοῦτο πρᾶξαι. Διό, ἐὰν ἐντὸς προθεσμίας μηνῶν ἓξ ἀπὸ τῆς ἡμέρας τῆς περὶ τούτου συνελεύσεως μηδὲν ἀνύσωσι, τῷ δυναμένῳ λοιπὸν τούτους κερδᾶναι προσκυρωθῶσιν. Οὕτω μέντοι, ἵνα ἐὰν ἐκεῖνος, πρὸς ὃν ἐνδείκνυνται ἀνήκειν οἱ τοιοῦτοι, ἐξεπίτηδες διά τινα οἰκονομίαν ἔδοξεν ἀμελεῖν, τοῦτο τῶν αἱρετικῶν ἐπιλεξαμένων, ὥστε ἀθορύβως αὐτοὺς παραδέξασθαι. Καὶ ἐν τοσούτῳ ἡ αὐτοῦ ἐπιμέλεια ἀπὸ ἑτέρου προελήφθη, ᾗ τινι εἰ κατεχρήσατο, τοὺς αὐτοὺς αἱρετικοὺς πλέον ἐκάκιζε. Τούτου μεταξὺ ἐπισκόπων κρινόντων διαγινωσκομένου οἱ τόποι τῇ αυτοῦ καθέδρᾳ ἀποκατασταθῶσι. Τῶν δὲ κρινόντων ἐπισκόπων, ἐκ διαφόρων ὄντων ἐπαρχιῶν, ἐκεῖνος ὁ πρωτεύων τοὺς δικαστὰς δώσει, οὗτινος ἐν τῇ χώρᾳ ὁ αὐτὸς ὑπάρχει τόπος, περὶ οὗ φιλονεικεῖται. ᾽Εὰν δὲ κατὰ κοινὴν συναίνεσιν γείτονας ἐπιλέξωνται κριτάς, ἢ εἷς ἐπιλεγῇ ἢ τρεῖς· καὶ ἐὰν τρεῖς ἐπιλέξωνται, ἢ τῇ τῶν ὅλων ψήφῳ ἐξακολουθήσωσιν ἢ τῇ τῶν δύο.
Κανὼν ρκβ’:
Ὅτι οὐκ ὀφείλει τῶν ἐπιλεγομένων δικαστῶν ἡ γνώμη ἐξουθενεῖσθαι.
Ἀπὸ δὲ τῶν δικαστῶν, τῶν κατὰ κοινὴν συναίνεσιν ἐπιλεγέντων, μὴ ἐξεῖναι ἐκκαλεῖσθαι. Ὁστισδήποτε δὲ ἀποδειχθείη διὰ μονοτονίαν μὴ θέλειν τοῖς δικασταῖς πειθαρχῆσαι, τοῦτο γινώσκων ὁ τῆς πρώτης καθέδρας ἐπίσκοπος δώσει γράμματα, ὥστε μηδένα τῶν ἐπισκόπων αὐτῷ κοινωνῆσαι, ἕως οὗ πειθαρχήσῃ.
Κανὼν ρκγ’:
Ὥστε τὸν καταφρονοῦντα τῆς ἰδίας διοικήσεως ἐπίσκοπον στερεῖσθαι τῆς κοινωνίας.
Ἐὰν ἐν τοῖς ματρικίοις, ἤγουν ἐν ταῖς καθέδραις, ἐπίσκοπος ἀμελὴς γένηται κατὰ τῶν αἱρετικῶν, ὑπομνησθείη ἀπὸ τῶν γειτνιώντων ἐπιμελῶν ἐπισκόπων καὶ ὑποδειχθείη αὐτῷ ἡ ἰδία περιφρόνησις πρὸς τὸ μὴ ἔχειν ἀπολογίαν. ᾽Εὰν δὲ ἀφ’ ἧς ἡμέρας ὑπομνησθῇ, ἐντὸς μηνῶν ἕξ, ἐν τῇ αὐτῇ ἐπαρχίᾳ διάγων, μὴ τῶν ὀφειλόντων εἰς τὴν καθολικὴν ἑνότητα ἐπιστραφῆναι τὴν φροντίδα ποιήσηται, τῷ τοιούτῳ μὴ συγκοινωνηθῇ, ἕως οὗ τοῦτο πληρώσῃ. Εἰ δὲ ὁ ἐπεξεργαστὴς εἰς τοὺς αὐτοὺς τόπους μὴ παραγένηται, τῷ ἐπισκόπῳ μὴ επιγραφῆ.
Κανὼν ρκδ’:
Περὶ τῶν τοὺς Δονατιστὰς κοινωνῆσαι ψευδομένων ἐπισκόπων.
Ἐὰν δὲ ἀποδειχθῇ τὸν τοιοῦτον ψευσάμενον περὶ τῆς ἐκείνων κοινωνίας, ἐν τῷ λέγειν αὐτοὺς κεκοινωνηκέναι, οὓς δείκνυται συνειδήσει αὐτοῦ μὴ κοινωνῆσαι, καὶ τὴν ἐπισκοπὴν ἔτι μὴν ἀπολέσει.
Κανὼν ρκε':
Περὶ πρεσβυτέρων καὶ κληρικῶν, ἵνα μὴ ἐκκαλῶνται εἰ μὴ πρὸς τὰς τῆς Ἀφρικῆς συνόδους.
Ὁμοίως ἤρεσεν, ἵνα πρεσβύτεροι διάκονοι καὶ οἱ λοιποὶ κατώτεροι κληρικοί, ἐν αἷς ἔχωσιν αἰτίαις, ἐὰν περὶ τῆς ψήφου τοὺς ἰδίους ἐπισκόπους μέμφωνται, οἱ γειτνιῶντες ἐπίσκοποι τούτων ἀκροάσωνται καὶ τὰ μεταξύ τούτων περατώσωσιν οἱ παρ᾽ αὐτῶν κατὰ συναίνεσιν τῶν ἰδίων αὐτῶν ἐπισκόπων προσλαμβανόμενοι. ᾽Εὰν δὲ καὶ ἀπ' αὐτῶν ἐκκαλέσασθαι θελήσωσι, μὴ ἐκκαλέσωνται εἰ μὴ πρὸς τὰς τῆς Ἀφρικῆς συνόδους ἢ πρὸς τοὺς πρωτεύοντας τῶν ἰδίων αὐτῶν ἐπαρχιῶν. Πρὸς δὲ τὰ πέραν τῆς θαλάσσης ὁ βουλόμενος ἐκκαλεῖσθαι, ἀπὸ μηδενὸς ἐν Ἀφρικῇ δεχθείη εἰς κοινωνίαν.
Κανὼν ρκς’:
Περὶ παρθένων μικρῶν ἔτι μὴν καλυπτέων.
Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε τῶν ἐπισκόπων δι' ἀνάγκην, τῆς παρθενικῆς σωφροσύνης κινδυνευούσης, ὅτε ἢ ἐραστὴς δυνατὸς ἢ ἅρπαξ τίς ἐστιν ἐν ὑποψίᾳ ἢ ἔτι μὴν ὑπό τινος θανατηφόρου κινδύνου αὕτη αἴσθηται νυχθεῖσα, παρακαλούντων ἢ τῶν γονέων αὐτῆς ἢ ὧν τῇ φροντίδι ἀνάκειται, διὰ τὸ μὴ χωρὶς τοῦ σχήματος τελειωθῆναι, καλύψῃ παρθένον ἢ ἐκάλυψεν ἐντὸς κείρας ἐνιαυτῶν εἰκοσιπέντε, μηδὲν τὸν τοιοῦτον βλάψῃ ἡ περὶ τούτου τοῦ ἀριθμοῦ τῶν ἐνιαυτῶν κατασταθεῖσα σύνοδος.
Κανὼν ρκζ’:
Διὰ τὸ μὴ τοὺς ἐπισκόπους ἐπὶ πολὺ ἐν τῇ συνόδῳ κατέχεσθαι, ἐξ ἑκάστης ἐπαρχίας ἀνὰ τρεῖς ἐπιλέξωνται δικαστάς.
Ὁμοίως ἤρεσε πάσῃ τῇ συνόδῳ, διὰ τὸ μὴ ἐπὶ πολύ τοὺς πρὸς τὴν σύνοδον συναχθέντας ἐπισκόπους σύμπαντας κατέχεσθαι, ἐξ ἑκάστης ἐπαρχίας ἀνὰ τρεῖς ἐπιλεγῆναι δικαστάς. Καὶ ἐπελέγησαν ἐκ τῆς ἐν Καρχηδόνι ἐκκλησίας Βικέντιος, Φουρτουνατιανὸς καὶ Κλάρος· ἐκ τῆς Νουμιδικῆς ἐπαρχίας Ἀλύπιος, Αὐγουστῖνος καὶ Ρεστιτοῦτος· ἐκ τῆς Βυζακηνῆς ἐπαρχίας, μετὰ τοῦ ἁγιωτάτου γέροντος Δονατιανοῦ τοῦ πρωτεύοντος, Κρεσκώνιος, Ἰουκοῦνδος καὶ Αἰμιλιανός· ἐκ τῆς Μαυριτανίας Σιτιφένσης Σεβηριανός, Ἀσιατικὸς καὶ Δονάτος· ἐκ τῆς Τριπολιτιανῆς ἐπαρχίας Πλαύτιος, ὁ κατὰ τὸ ἔθος εἰς τοποτηρησίαν πεμφθείς· οἵτινες πάντες, μετὰ τοῦ ἁγιωτάτου γέροντος Αὐρηλίου, σύμπαντα σκοπήσουσιν, ἀφ' οὗ ᾔτησε σύμπασα ἡ σύνοδος, ἵνα πᾶσιν εἴτε πεπραγμένοις τοῖς ἤδη ἐκτελεθεῖσιν, εἴτε ἐπιστολαῖς, αὐτὸς ὑπογράψῃ. Καὶ ὑπέγραψαν· Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.
Κανὼν ρκη’:
Ὅτι οἱ ἀπὸ κοινωνίας ὄντες, εἰς κατηγορίαν οὐκ ὀφείλουσι προσδεχθῆναι.
Ἤρεσε τοίνυν πᾶσιν, ἐπειδὴ τοῖς ἀνωτέροις τῶν συνόδων ψηφίσματι περὶ προσώπων κληρικῶν, τῶν ὀφειλόντων εἰς κατηγορίαν προσδεχθῆναι, ὡρίσθη καὶ οὐκ ἐπεξειργάσθη, ποῖα πρόσωπα μὴ προσδεχθῶσι, διὰ τοῦτο ὁρίζομεν τοῦτον ὀρθῶς πρὸς κατηγορίαν μὴ εἰσδέχεσθαι, ὅστις μετὰ τὸ ἀπὸ κοινωνίας γενέσθαι, ἐν αὐτῷ ἔτι τῷ ἀφορισμῷ ὑπάρχει, εἴτε κληρικὸς εἴη, εἴτε λαϊκὸς ὁ κατηγορῆσαι βουλόμενος.
Κανὼν ρκθ’:
Ὅτι δοῦλοι καὶ ἀπελεύθεροι, καὶ πάντα τὰ ἠτιμωμένα πρόσωπα, κατηγορεῖν οὐκ ὀφείλουσιν.
Ὁμοίως ἤρεσεν, ἵνα πάντες οἰ δοῦλοι καὶ οἱ ἴδιοι ἀπελεύθεροι εἰς κατηγορίαν μὴ προσδεχθῶσι, καὶ πάντες οὓς πρὸς κατηγορητέα ἐγκλήματα οἱ δημόσιοι νόμοι οὐ προσδέχονται· πάντες ἔτι μὴν οἱ τοῖς τῆς ἀτιμίας σπίλοις ἐῤῥαντισμένοι, τουτέστι μίμοι, καὶ ὅσα ταῖς αἰχρότησιν ὑποβέβληνται πρόσωπα· αἱρετικοὶ ἔτι μήν, εἴτε ῞Ελληνες, εἴτε ᾽Ιουδαῖοι· πλὴν ὅμως πᾶσιν, οἷς ἡ τοιαύτη κατηγορία ἀρνεῖται, ἐν ταῖς ἰδίαις αἰτίαις τὴν τοῦ κατηγορεῖν ἄδειαν μὴ ὀφείλειν ἀρνεῖσθαι.
Κανὼν ρλ’ (130):
Ἵνα ὁ περὶ ἑνὸς ἐγκλήματος ἀποδεῖξαι μὴ δυνάμενος πρὸς ἕτερον μὴ εἰσδεχθῇ.
Ὁμοίως ἤρεσεν, ἵνα ὁσακισδήποτε κληρικοῖς ἀπὸ κατηγόρων πολλά λήματα ὑποβάλλονται καὶ ἓν ἐξ αὐτῶν, περὶ οὗ πρῶτον ἐπράχθη, ἀποδειχθῆναι οὐκ ἠδυνήθη, πρὸς τὰ λοιπὰ μετὰ ταῦτα μὴ προσδεχθῶσι.
Κανὼν ρλα’:
Τίνας δεῖ προσδέχεσθαι εἰς μαρτυρίαν.
Μάρτυρας δὲ εἰς μαρτυρίαν μὴ εἰσδέχεσθαι τοὺς μηδὲ πρὸς κατηγορίαν εἰσδεχθῆναι παραγγελθέντας ἢ ἔτι μὴν οὓς αὐτὸς ὁ κατήγορος ἐκ τοῦ ἰδίου οἴκου προσκομίσει. Μαρτυρία δὲ ἐντὸς κείρας ἐνιαυτῶν δεκατεσσάρων μὴ προσδεχθείη.
Κανὼν ρλβ’:
Περὶ ἐπισκόπου τοῦ ἀπὸ κοινωνίας ποιοῦντος τὸν αὐτῷ μόνῳ τὸ ἴδιον ἔγκλημα ὁμολογήσαντα.
Ὁμοίως ἤρεσεν, ἵνα ἐάν ποτε ἐπίσκοπος λέγῃ τινὰ αὐτῷ μόνῳ τὸ ἴδιον ἐγκλημα ὁμολογῆσαι καὶ ἐκεῖνος ἀρνῆται, μὴ λογίσηται ὁ ἐπίσκοπος εἰς ἰδίαν ὕβριν συντείνειν, ὅτι αὐτὸς μόνος οὐ πιστεύεται, εἰ καὶ τῷ σκινδαλμῷ τῆς ἰδίας συνειδήσεως λέγει μὴ θέλειν ἑαυτὸν κοινωνεῖν τῷ αρνουμένῳ.
Κανὼν ρλγ’:
Ἵνα μὴ ὡς ἔτυχέ τινα στερήσῃ τῆς κοινωνίας ὁ ἐπίσκοπος.
Ἐφ’ ὅσον τῷ ἀφωρισμένῳ μὴ κοινωνεῖ ὁ ἴδιος ἐπίσκοπος, τῷ αὐτῷ ἐπισκόπῳ ἄλλοι μὴ συγκοινωνήσωσιν ἐπίσκοποι, ὥστε μᾶλλον παραφυλάττεσθαι τὸν ἐπίσκοπον μὴ λέγειν κατά τινος, ὅπερ ἀποδείξεσιν ἐλέγξαι παρ' ἑτέροις οὐ δύναται.

Αὐρήλιος ἐπίσκοπος εἶπε· Μετὰ τὰ ὁρισθέντα τῇ γνώμῃ πάσης τῆς συναθροισθείσης συνόδου καὶ τῆς ἐμῆς μετριότητος ἀρέσκει, πάντων τῶν πραγμάτων τοῦ προδηλωθέντος ὁλοτελοῦς τίτλου ποιῆσαι τὸ συμπέρασμα καὶ τὴν συζήτησιν τῆς διατυπώσεως, τῆς παρούσης ἡμέρας τὰ ἐκκλησιαστικὰ πεπραγμένα ἀναδέξωνται. Ἅτινα δὲ ἀκμὴν οὐκ ἐπεξεργάσθησαν, τῇ ἑξῆς ἡμέρᾳ διὰ τῶν ἀδελφῶν ἡμῶν Φαυστίνου τοῦ ἐπισκόπου, Φιλίππου καὶ ᾽Ασέλλου τῶν πρεσβυτέρων, τῷ προσκυνητῷ ἀδελφῷ καὶ συνεπισκόπῳ ἡμῶν Βονιφατίῳ ἀντιγράψωμεν. Καὶ ὑπέγραψαν· Αὐρήλιος ἐπίσκοπος, τοῖς παροῦσι τῶν ὅρων πεπραγμένων τῆς παρ' ἡμῖν ἐχομένοις ὑπέγραψα. Βαλεντῖνος τῆς πρώτης καθέδρας ἐπίσκοπος τῆς Νουμιδικῆς χώρας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Φαυστῖνος ἐπίσκοπος τῆς Ποτεντινῆς ἐκκλησίας ἐπαρχίας Πικένου, τοποτηρητὴς τῆς Ῥωμαϊκῆς ἐκκλησίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ἀλύπιος ἐπίσκοπος Θυγατένσης, τοποτηρητὴς τῆς Νουμιδικῆς χώρας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Αὐγουστῖνος ἐπίσκοπος Ἱππώνης, τοποτηρητὴς τῆς Νουμιδικῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ποσείδιος ἐπίσκοπος Καλαμένσης, τοποτηρητὴς τῆς Νουμιδικῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Βικέντιος Κουλουσιτανὸς, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Φουρτουνατιανὸς Νεαπολίτης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Πεντάδιος Καρπετανός, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ρουφινιανὸς Μουζουενσιανὸς, τοῖς παροῦσι πεπραγ μένοις ὑπέγραψα. Πραιτεξτάτος Σικηλιβένσης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Κουοτβουλτδέος Βερίσης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Κάνδιδος Γερμανίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Γαλλώνιος Οὐτικένσης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Μαξιμιανὸς Ἀκυρεγενσιώτης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ἰουκοῦνδος Σουφφετουλένσης, τοποτηρητὴς τῆς Βυζακηνῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Μαξιμιανὸς τοποτηρητὴς τῆς Βυζακηνῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ἱλαριανὸς Ὀρρεσκίλης, τοποτηρητὴς τῆς Βυζακηνῆς χώρας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Νοβάτος Σιτιφενσιώτης, τοποτηρητὴς τῆς Βυζακηνῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Νινέλλος Ῥουσουρρηανίτης, τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Λαυρέντιος Ἰκοσιτανός, τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Νουμεριανὸς Ρουσουγουριώτης τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Λέων ἀπὸ Μόκτης, τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Ἄλλος Λέων, τῆς Σιτιφένσης ἐπαρχίας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα. Καὶ οἱ λοιποὶ ἐπίσκοποι διακόσιοι δέκα ἑπτά, ὀμοίως ὑπέγραψαν. Φίλιππος πρεσβύτερος, τοποτηρητὴς τῆς Ῥωμαϊκῆς ἐκκλησίας, τοῖς παροῦσι πεπραγμένοις ἀφ’ ἡμῶν ἀναγνωσθεῖσιν ὑπέγραψα. Ἄσελλος πρεσβύτερος, τοποτηρητὴς τῆς Ῥωμαϊκῆς ἐκκλησίας τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα, τοῖς δι᾽ ἡμῶν ἀποσταλεῖσι.