|align="left"|Κανὼν λδ':
'''Τοῖς ἀπερχομένοις πρὸς ψευδομάρτυρας αἱρετικῶν ἔστω ἀνάθεμα.'''
|align="left"|Ὅτι οὐ δεῖ πάντα χριστιανὸν ἐγκαταλείπειν μάρτυρας Χριστοῦ καὶ ἀπιέναι πρὸς τοὺς ψευδομάρτυρας, τουτέστιν αἱρετικῶν, ἢ αὐτοὺς πρὸς τοὺς προειρημένους αἱρετικοὺς γενομένους· Οὗτοι γάρ ἀλλότριοι τοῦ Θεοῦ τυγχάνουσιν. Ἔστωσαν οὖν ἀνάθεμα οἱ ἀπερχόμενοι πρὸς αὐτούς.'''

|align="left"|Κανὼν λε':
'''Τῷ παρασυνάγοντι, καὶ ὀνομάζοντι ἀγγέλους, ἀνάθεμα.'''
|align="left"|Ὅτι οὐ δεῖ χριστιανοὺς ἐγκαταλείπειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἀπιέναι, καὶ ἀγγέλους ὀνομάζειν, καὶ συνάξεις ποιεῖν, ἅπερ ἀπηγόρευται. Εἴ τις οὖν εὑρεθῇ ταύτῃ κεκρυμμένῃ εἰδωλολατρείᾳ σχολάζων, ἔστω ἀνάθεμα, ὅτι ἐγκατέλιπε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ εἰδωλολατρείᾳ προσῆλθεν.
|align="left"|Κανὼν μζ’:
'''Τοὺς δὲ ἐν νόσῳ φωτιζομένους, μετὰ τὸ ἀναρρῶσαι.'''
|align="left"|Ὅτι δεῖ τοὺς ἐν νόσῳ παραλαμβάνοντας τὸ φώτισμα, καὶ εἶτα ἀναστάντας ἐκμανθάνειν τὴν πίστιν καὶ γινώσκειν, ὅτι θείας δωρεᾶς κατηξιώθησαν.'''

|align="left"|Κανὼν μη':
'''Ὅτι οἱ βαπτιζόμενοι χρίονται μύρῳ.'''
|align="left"|Ὅτι δεῖ τοὺς φωτιζομένους μετὰ τὸ βάπτισμα χρίεσθαι χρίσματι ἐπουρανίῳ καὶ μετόχους εἶναι τῆς βασιλείας τοῦ Χριστοῦ.
|align="left"|Κανὼν να':
'''Ἐν Τεσσαρακοστῇ οὐ τελοῦνται μνῆμαι μαρτύρων, εἰ μὴ ἐν σαββάτῳ καὶ Κυριακῇ.'''
|align="left"|Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ μαρτύρων γενέθλια ἐπιτελεῖν, ἀλλὰ τῶν ἁγίων μαρτύρων μνήμας ποιεῖν ἐν τοῖς σαββάτοις καὶ ταῖς Κυριακαῖς.'''

|align="left"|Κανὼν νβ':
'''Ἐν Τεσσαρακοστῇ γάμος ἢ γενέθλια οὐκ ἐπιτελοῦνται.'''
|align="left"|Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ γάμους, ἢ γενέθλια ἐπιτελεῖν.