Σύνοδος Καρθαγένης (κανόνες)
Η Σύνοδος της Καρθαγένης συνήλθε το έτος 419 μ.Χ. και εξέδωσε 12 νέους κανόνες, ενώ συγχρόνως συμπεριέλαβε και 121 κανόνες προγενεστέρων Συνόδων, οι οποίες συνήλθαν στην Αφρική. Έτσι, ο αριθμός των κανόνων της Συνόδου αυτής ανέρχεται στους 133. Ο αριθμός όμως αυτός ποικίλλει από συλλογή σε συλλογή, γεγονός που οφείλεται στο ότι πολλοί κανόνες διαιρέθηκαν σε δύο ή και περισσότερα τμήματα (βλέπε κύριο άρθρο Σύνοδος Καρθαγένης):
Κανόνες 1-49
Κανόνες της Συνόδου της Καρθαγένης - Περίληψη | Κείμενο |
---|---|
Κανὼν α’: Ὥστε τὰ ἐν τῇ Νικαέων συνόδῳ ὁρισθέντα, παντὶ τρόπῳ παραφυλαχθῶσι. |
Αὐρήλιος ἐπίσκοπος εἶπε· Ταῦτα οὕτω παρ' ἡμῖν ἔχοντα, τὰ ἴσα τῶν ὁρισθέντων, ἅπερ τότε οἱ Πατέρες ἡμῶν ἐκ τῆς ἐν Νικαίᾳ συνόδου μεθ' ἑαυτῶν κατήγαγον, ἦς τὸν τύπον φυλάττοντα τὰ ἑπόμενα καὶ ὁρισθέντα παρ' ἡμῶν, βεβαιωθέντα φυλαχθῶσι. |
Κανὼν β’: Περὶ κηρυκτέας τῆς ἁγίας Τριάδος. |
Σύμπασα ἡ σύνοδος εἶπε Θέλοντος τοῦ Θεοῦ, ἴσῃ ὁμολογίᾳ ἡ Ἐκκλησιαστική πίστις, ἡ δι' ἡμῶν παραδιδομένη, ἐν ταύτῃ τῇ ἐνδόξῳ συνελεύσει πρωτοτύπως ὁμολογητέα εστίν, ἔπειτα ἡ ἐκκλησιαστικὴ τάξις, μετὰ συναινέσεως ἑκάστου καὶ ὁμοῦ πάντων, φυλακτέα ἐστί. Πρὸς βεβαιωτέας δὲ τὰς τῶν ἀδελφῶν καὶ συνεπισκόπων ἡμῶν τῶν ἔναγχος χειροτονηθέντων διανοίας, ταῦτα δεῖ προσθεῖναι, ἃ παρὰ τῶν Πατέρων βεβαίρᾳ διατυπώσει παρελάβομεν· ὥστε τῆς Τριάδος, τουτέστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τὴν ἑνότητα, τὴν μηδεμίαν ἔχειν διαφορὰν γινωσκομένην, ἣν ταῖς ἡμετέραις διανοίαις ἐγκαθιερωθεῖσαν κατέχομεν καί, καθὼς ἐμάθομεν, οὕτω τοὺς λαοὺς τοῦ Θεοῦ διδάξομεν. Ὁμοίως ἀπὸ πάντων τῶν ἐπισκόπων τῶν ἐναγχος προαχθέντων ἐλέχθη φανερῶς· Οὕτω δεχόμεθα, οὕτω κατέχομεν, οὕτω διδάσκομεν, τῇ πίστει τῇ εὐαγγελικῇ ἅμα τῇ ὑμετέρᾳ διδασκαλίᾳ ἑπόμενοι. |
Κανὼν γ’: Περὶ ἐγκρατείας. |
Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐν τῇ προλαβούσῃ συνόδῳ, ὡς περὶ ρυθμοῦ ἐγκρατείας καὶ ἁγνείας ἐζητεῖτο, ἤρεσεν ὥστε τοὺς τρεῖς βαθμοὺς τούτους, τοὺς συνδέσμῳ τινὶ τῆς ἁγνείας διὰ τῆς καθιερώσεως συμπεπλεγμένους, φημὶ δὲ ἐπισκόποις καὶ ἱερεύσι Θεοῦ καὶ λευίταις καὶ ὑπουργοῦσι θείοις καθιερώμασιν, ἐγκρατεῖς εἶναι ἐν πᾶσιν, ὅπως δυνηθῶσιν, ὃ παρὰ τοῦ Θεοῦ ἁπλῶς αἰτοῦσιν, ἐπιτυχεῖν, ἵνα καὶ τὸ διὰ τῶν ἀποστόλων παραδοθὲν καὶ ἐξ αὐτῆς τῆς ἀρχαιότητος κρατηθὲν καί ἡμεῖς ὁμοίως φυλάξωμεν. |
Κανὼν δ’: Περὶ διαφόρων τάξεων ὀφειλουσῶν ἀπέχεσθαι γυναικῶν. |
Φαυστῖνος ἐπίσκοπος Πικένου τῆς Ποτεντινῆς χώρας, τοποτηρητὴς τῆς ἐκκλησίας Ῥώμης, εἶπεν· Ἀρέσκει, ἳνα ἐπίσκοπος καὶ πρεσβύτερος καὶ διάκονος καὶ πάντες οἱ τὰ ἱερὰ ψηλαφῶντες, τῆς σωφροσύνης φύλακες, γυναικῶν ἀπέχωνται. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέγχθη· Ἀρέσκει, ὥστε πάντας σωφροσύνην τηρεῖν τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας, ἤτοι δουλεύοντας. |
Κανὼν ε’: Περὶ ἀπληστίας. |
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὴν τῆς ἀπληστίας ἐπιθυμίαν, ἣν πάντων τῶν κακῶν μητέρα εἶναι οὐδεὶς ἀμφιβάλλει, δέον ἐπέχειν, ἵνα μή τις τοῖς ἀλλοτρίοις κατακέχρηται, μηδὲ ἵνα διὰ κέρδος τοὺς τῶν Πατέρων ὅρους τις ὑπερβαίνῃ, μηδὲ ἵνα παντοίως τινὶ κληρικῷ ἐξὸν εἴη ἀπὸ οἱουδήποτε πράγματος τόκον λαβεῖν. Καὶ τὰ μὲν νεωστὶ ἀνενεχθέντα, ἀμαυρὰ ὄντα καὶ καθόλου λανθάνοντα, σκοπούμενα παρ' ἡμῶν, τυπωθήσονται. Περὶ δὲ ὧν φανερώτατα ἡ θεία Γραφὴ ἐθέσπισεν, οὐ δεῖ ψηφίζεσθαι, ἀλλὰ μᾶλλον ἒπεσθαι. Ἀκολούθως γὰρ τὸ ἐν λαϊκοῖς ἐπιλήψιμον, πολλῷ μᾶλλον ἐν κληρικοῖς ὀφείλει καταδικάζεσθαι. Σύμπασα ἡ σύνοδος εἶπεν· Οὐδεὶς κατὰ τῶν Προφητῶν, οὐδεὶς κατά τῶν Εὐαγγελίων χωρὶς κινδύνου ἐποίησε. |
Κανὼν ς’: Ὥστε χρίσμα (καὶ κορῶν καθιέρωσιν) ἀπό πρεσβυτέρων μὴ γίνεσθαι. |
Φορτουνάτος ἐπίσκοπος εἶπεν· Ἐν ταῖς προλαβούσαις συνόδοις μεμνήμεθα ὁρισθέντα, ὥστε χρῖσμα, ἢ καταλλαγὴν μετανοούντων, ἢ κορῶν καὶ τόπων καὶ ναῶν καθιέρωσιν ὑπὸ πρεσβυτέρων μὴ γίνεσθαι. Ἐὰν δέ τις ἀναφυῇ τοῦτο πράττων, τί δὲ περὶ τούτου ὁρίσαι;
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὸ ὑμέτερον ἀξίωμα ἤκουσε τὸ ἀνενεχθὲν παρὰ τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Φορτουνάτου· τί πρὸς ταῦτα λέγετε; ᾽Απὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη, χρίσματος ποίησιν καὶ κορῶν καθιέρωσιν ὑπὸ πρεσβυτέρων μὴ γίνεσθαι, μήτε δὲ καταλλάξαι τινὰ εἰς δημοσίαν λειτουργίαν πρεσβυτέρῳ ἐξεῖναι. Τοῦτο πᾶσιν ἀρέσκει. |
Κανὼν ζ': Περί της τῶν ἐν κινδύνῳ καθεστώτων καταλλαγῆς. |
Αὐρήλιος ἐπίσκοπος εἶπεν· ᾽Εάν τις ἐν κινδύνῳ καθεστὼς αἰτήσῃ ἑαυτὸν καταλλαγῆναι τοῖς ἱεροῖς θυσιαστηρίοις, τοῦ ἐπισκόπου ἀπόντος, ὀφείλει εἰκότως ὁ πρεσβύτερος ἐρωτῆσαι τὸν ἐπίσκοπον καὶ οὕτω τὸν ἐν κινδύνῳ καταλλάξαι κατὰ τὴν ἐκείνου παραγγελίαν· τοῦτο δὲ τὸ πρᾶγμα ὀφείλομεν σωτηριώδει βουλῇ κυρῶσαι. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἀρέσκει ὅπερ ἡ ὑμετέρα ἀγιωσύνη ἀναγκαίως ἡμᾶς ὠφελῆσαι κατηξίωσεν. |
Κανὼν η’: Περὶ τῶν τούς πατέρας αἰτιωμένων, καὶ ὥστε μηδενὶ διαβεβλημένων ἐξεῖναι ἐπισκόπου κατηγορεῖν. |
Νουμίδιος ἐπίσκοπος Μαζουλιτάνος εἶπεν· Εἰσὶ πολλοὶ οὐκ ἀγαθῆς ἀναστροφῆς, οἵτινες ἡγοῦνται τοὺς πατέρας καὶ ἐπισκόπους, ὡς ἔτυχεν, ὀφείλειν ἐνάγεσθαι· τοὺς τοιούτους δεῖ προσδέχεσθαι ἢ μή; Αὐρήλιος ἐπίσκοπος εἶπεν. Ἀρέσκει τοίνυν τῇ ἀγάπῃ ὑμῶν, τοὺς εἴς τινα μύση ἐμπεπλεγμένους, κατὰ πατέρων φωνὴν κατηγορίας ἀποτίθεσθαι; Ἐκ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἐὰν διαβέβληται ὁ τοιοῦτος, μὴ προσδεχθῇ. |
Κανὼν θ’: Περὶ τῶν κατ' ἀξίαν τῶν οἰκείων ἀτοπημάτων ἐκ τοῦ ἐκκλησιαστικοῦ συλλόγου ἐκβαλλομένων. |
Αὐγουστῖνος ἐπίσκοπος, τοποτηρητής τῆς Νουμιδικῆς χώρας, εἶπε· Τοῦτο ὁρίσαι καταξιώσατε, ὥστε τοὺς ἀξίως τῶν οἰκείων ἐγκλημάτων ἀπὸ τῆς Ἐκκλησίας διωχθέντας, ἐάν τις ἐπίσκοπος ἢ πρεσβύτερος δέξηται εἰς κοινωνίαν, καὶ αὐτὸς ἔτι μὴν τῷ ἴσῳ ἐγκλήματι ὑπεύθυνος φανῇ, ἅμα τοῖς τοῦ οἰκείου ἐπισκόπου τὴν κανονικὴν ψῆφον ἀποφεύγουσιν. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πᾶσιν ἀρέσκει. |
Κανὼν ι’ (10): Περὶ πρεσβυτέρων τῶν ἀπὸ τῶν οἰκείων καταγινωσκομένων ἐπισκόπων. |
Ἀλύπιος ἐπίσκοπος, τοποτηρητὴς τῆς Νουμιδικῆς χώρας, εἶπεν· Οὐδ' ἐκεῖνο δεῖ παρεᾶσαι, ἳνα, ἐάν τις τυχὸν πρεσβύτερος ἀπὸ τοῦ ἰδίου ἐπισκόπου καταγνωσθεὶς, φυσιότητί τινι καὶ ὑπερηφανίᾳ ἐπαρθείς, ἡγήσηται ὀφείλειν κεχωρισμένως ἅγια τῷ Θεῷ προσφέρειν, ἢ ἄλλο ἀνορθοῦν θυσιαστήριον οἰηθείη κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως καὶ καταστάσεως, ὁ τοιοῦτος ἀτιμώρητος μὴ ἐξέλθῃ. Βαλεντῖνος ἐπίσκοπος τῆς πρώτης καθέδρας τῆς Νουμιδικῆς χώρας εἶπεν· Ἀναγκαίως τῇ ἐκκλησιαστικῇ πίστει καὶ τάξει σύμφωνά εἰσι τὰ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν Ἀλυπίου προενεχθέντα· Λοιπόν, τί δοκεῖ τῇ ὑμετέρᾳ ἀγάπη, εἴπατε. |
Κανὼν ια’: Ἐάν τις πρεσβύτερος, κατά του ἰδίου ἐπισκόπου φυσιωθεὶς, σχίσμα ποιήση, ἀνάθεμα ἔστω. |
Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἐάν τις πρεσβύτερος ἐν τῇ διαγωγῇ αὐτοῦ καταγνωσθῇ, ὀφείλει ὁ τοιοῦτος τοῖς γειτνιῶσιν ἐπισκόποις προσαγγεῖλαι, ἵνα αὐτοὶ τοῦ πράγματος ἀκροάσωνται καὶ δι' αὐτῶν τῷ ἰδίῳ ἐπισκόπῳ καταλλαγῇ. Τοῦτο δὲ ἐὰν μὴ ποιήσῃ, ἀλλ' ὅπερ ἀπείη, ὑπεροψίᾳ φυσιούμενος, ἐκ τῆς τοῦ ἰδίου ἐπισκόπου κοινωνίας ἑαυτὸν χωρίσῃ, καὶ παρὰ μίαν μετά τινων σχίσμα ποιῶν ἁγίασμα τῷ Θεῷ προσενέγκῃ, ὁ τοιοῦτος ἀνάθεμα λογισθήτω καὶ τὸν ἴδιον τόπον ἀπολεσάτω, σκοπουμένου, μήποτε κατὰ τοῦ ἐπισκόπου μέμψιν ἔχοι δικαίαν. |
Κανὼν ιβ’: Ἐάν τις ἐπίσκοπος χωρὶς καιρού συνόδου ἐγκλήματι περιβληθῇ, ὁ τοιοῦτος ἀκουσθῇ ἀπὸ δώδεκα ἐπισκόπων. |
Φῆλιξ ἐπίσκοπος εἶπεν· Ἀναφέρω κατὰ τὰ ὁρισθέντα ἐκ τῶν παλαιῶν συνόδων, ἵνα, ἐάν τις ἐπίσκοπος, ὃπερ ἀπείη, ἐν τινι ἐγκλήματι περιπέσῃ καὶ γένηται πολλὴ ἀνάγκη τοῦ μὴ δύνασθαι πολλοὺς συνελθεῖν, διὰ τὸ μὴ ἀπομεῖναι αὐτὸν ἐν τῷ ἐγκλήματι, ἀπὸ δώδεκα ἐπισκόπων ἀκουσθῇ, καὶ ὁ πρεσβύτερος ἀπὸ ἓξ ἐπισκόπων καὶ τοῦ ἰδίου, καὶ ὁ διάκονος ἀπὸ τριῶν. |
Κανὼν ιγ’: Περὶ τοῦ μὴ ἐξεῖναι ἐπίσκοπον, εἰ μὴ ἀπὸ πολλῶν χειροτονείσθαι• εἰ δὲ ἀνάγκη γένηται, κἂν ἀπὸ τριῶν ὁ ἐπίσκοπος χειροτονηθείη. |
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τί πρὸς ταῦτα λέγει ἡ ὑμετέρα ἁγιωσύνη; ᾽Απὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη. ᾽Οφείλει παρ᾽ ἡμῶν τὰ ὁρισθέντα ἐκ τῶν πρὸ ἡμῶν φυλαχθῆναι, ὧν τινων ὡς ἔτυχεν ἀβούλως οἱ πρωτεύοντες τῆς οἱασδήποτε ἐπαρχίας ἀμελεῖν κατατολμῶσι. Πολλοὶ οὖν ἐπίσκοποι συναχθέντες ἐπίσκοπον χειροτονήσουσιν. Εἰ δὲ ἀνάγκη γένηται, τρεῖς ἐπίσκοποι, ἐν οἱῳδήποτε ἄν τόπῳ ὦσι, τῷ τοῦ πρωτεύοντος παραγγέλματι χειροτονήσουσι τὸν ἐπίσκοπον. Καὶ ἐάν τις ἔν τινι ἐναντιωθῇ τῇ ἰδίᾳ ὁμολογίᾳ ἢ τῇ ὑπογραφῇ, αὐτὸς ἑαυτὸν ἀποστερήσει τῆς τιμῆς. |
Κανὼν ιδ’: Ὥστε ἀπὸ Τριπόλεως ἕνα ἐπίσκοπον εἰς τοποτηρησίαν ἐλθεῖν∙ καὶ ὥστε τὸν πρεσβύτερον ἐκεῖσε ἀπὸ πέντε ἀκούεσθαι ἐπισκόπων. |
Ὁμοίως ἤρεσεν ἀπὸ Τριπόλεως, διὰ τὴν τῆς χώρας ἔνδειαν, ἕνα ἐπίσκοπον εἰς τοποτηρησίαν ἐλθεῖν, καὶ ἵνα ὁ πρεσβύτερος ἐκεῖσε ἀπό πέντε ἀκούηται ἐπισκόπων, καὶ ὁ διάκονος ἀπὸ τριῶν, ὡς ἀνωτέρω εἴρηται, τοῦ ἰδίου αὐτοῦ δηλονότι ἐπισκόπου προκαθημένου. |
Κανὼν ιε’: Περὶ διαφόρων τάξεων τῇ ἐκκλησίᾳ δουλευουσῶν∙ ὥστε, ἐάν τις εἰς ἐγκληματικὸν πρᾶγμα περιπέσῃ, καὶ παραιτήσηται τὸ ἐκκλησιαστικὸν δικαστήριον, ὀφείλειν τὸν τοιοῦτον κινδυνεύειν• καὶ ὥστε τὰ τέκνα τῶν ἱερέων κοσμικοῖς θεωρίοις μὴ προσιέναι. |
Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε τῶν ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων ἢ κληρικῶν, πράγματος αὐτῷ ἐγκληματικοῦ ἢ πολιτικοῦ ἐν τῇ ἐκκλησίᾳ κινουμένου, ἐὰν παραιτούμενος τὸ ἐκκλησιαστικὸν δικαστήριον δημοσίοις θελήσῃ καθαρθῆναι δικαστηρίοις, κἄν ὑπέρ αὐτοῦ ἡ ψῆφος ἐκφωνηθῇ, ὅμως τὸν ίδιον τόπον ἀπολέσῃ. Καὶ τοῦτο μὲν ἐπὶ τοῦ ἐγκληματικοῦ, ἐπὶ δὲ τοῦ πολιτικοῦ, ἀπολέσῃ τὸ εἰς ὃ ἐνίκησεν, ἐὰν τὸν ἴδιον τόπον θελήσῃ κατέχειν. Καὶ τοῦτό γε μὴν ἤρεσεν, ὥστε, ἐὰν ἀπὸ οἱωνδήποτε δικαστῶν ἐκκλησιαστικῶν ἐπὶ ἄλλους δικαστὰς ἐκκλησιαστικούς, ἔχοντας μείζονα τὴν αὐθεντίαν, ἔκκλητος γένηται, μηδὲν βλάπτειν τούτους ὧν ἡ ψῆφος λύεται, ἐάν ἐλεγχθῆναι μὴ δυνηθῶσιν ἢ κατ' ἔχθραν ἢ κατὰ προσπάθειαν δεδικακέναι ἤ τινι χάριτι ὑποφθαρῆναι. Ἐὰν δὲ κατὰ συναίνεσιν τῶν μερῶν ἐπιλεγέντες ὦσι δικασταί, εἰ καὶ ὀλιγώτεροι ἔσονται τῶν ὁρισθέντων, μὴ ἐξεῖναι ἐκκαλεῖσθαι. Καὶ ὥστε τὰ τέκνα τῶν ἱερέων θεώρια κοσμικὰ μὴ ἐκτελεῖν, μηδὲ θεωρεῖν· τοῦτο δὲ καὶ πᾶσιν τοῖς χριστιανοῖς ἀεὶ κεκήρυκται, ὥστε τούτων ἀπέχεσθαι, καὶ ὅπου βλασφημία εἰσί μὴ προσιέναι. |
Κανὼν ις’: Ὥστε μηδένα ἐπίσκοπον, ἤ πρεσβύτερον, ἢ διάκονον, ἔκληψίν τινα λαμβάνειν· καὶ ὥστε τοὺς ἀναγνώστας γαμετὰς λαμβάνειν· καὶ ἵνα οἱ κληρικοὶ γυναικῶν (καὶ τόκων) ἀπέχωνται, καὶ ποίῳ δεῖ καιρῷ ἤ αὐτοὺς, ἢ τὰς παρθένους καθιεροῦσθαι· (καὶ περὶ τοῦ μὴ προσκυνεῖν τὸν δῆμον). |
Ὁμοίως ἤρεσεν, ἵνα ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι ἐκλήπτορες μὴ γίνωνται ἢ προκουράτορες, μηδὲ ἔκ τινος αἰσχροῦ ἢ ἀτίμου πράγματος τροφὴν πορίζωνται. Ὀφείλουσι γὰρ ἀποβλέψαι εἰς τὸ γεγραμμένον· Οὐδεὶς στρατευόμενος τῷ Θεῷ, ἐμπλέκει ἑαυτὸν πράγμασι κοσμικοῖς. Καὶ ὥστε τοὺς ἀναγνώστας, εἰς τὸν καιρὸν τῆς ἥβης ἐρχομένους, ἀναγκάζεσθαι ἢ συμβίους ἀγαγέσθαι ἢ ἐγκράτειαν ὁμολογεῖν. Ὁμοίως ἤρεσεν, ἵνα κληρικός, ἐὰν χρήματα δῷ ἐν χρήσει, τὰ χρήματα λάβῃ, ἐὰν δὲ εἶδος, ὅσον δέδωκε λάβῃ. Καὶ ἵνα πρὸ τῶν εἰκοσιπέντε ἐνιαυτῶν, μήτε διάκονοι χειροτονῶνται· ἀλλὰ καὶ οἱ ἀναγνῶσται τὸν δῆμον μὴ προσκυνῶσι. |
Κανὼν ιζ’: Ὥστε ἑκάστην ἐπαρχίαν, διὰ τὸ μακροδαπές, πρωτεύοντα ἔχειν ἴδιον. |
Ἢρεσεν, ἵνα ἡ Μαυριτανία Σιτιφένσης, ὡς ᾔτησε, τὸν πρωτεύοντα τῆς Νουμιδικῆς χώρας, ἧς τινος ἐκ τῆς συνόδου κεχώρισται, ἴδιον ἔχῃ πρωτεύοντα. Συναινέσει οὖν πάντων τῶν πρωτευόντων τῶν Ἀφρικανῶν ἐπαρχιῶν καὶ πάντων τῶν ἐπισκόπων, διὰ τὸ μακροδαπές, ἔχειν ἐπετράπη. |
Κανὼν ιη’: Ἐάν τις κληρικὸς χειροτονῆται, ὀφείλει ὑπομιμνήσκεσθαι τοὺς ὅρους φυλάττειν· καὶ ἵνα τοῖς σώμασι τῶν ἀποθανόντων εὐχαριστία μὴ δίδωται, μηδὲ βάπτισμα· καὶ ἵνα καθ’ ἕκαστον ἐνιαυτὸν εἰς πάσας τὰς ἐπαρχίας πρὸς σύνοδον οἱ μητροπολῖται ἔρχωνται. |
Ὁμοίως ἤρεσεν, ὥστε, χειροτονουμένου ἐπισκόπου ἤ κληρικοῦ, πρότερον ἀπὸ τῶν χειροτονούντων αὐτοὺς τὰ δεδογμένα τοῖς συνόδοις εἰς τὰς ἀκοὰς αὐτῶν ἐντίθεσθαι, ἵνα μὴ ποιοῦντες κατὰ τῶν ὅρων τῆς συνόδου μεταμεληθῶσιν. Ὁμοίως ἤρεσεν, ἵνα τοῖς σώμασι τῶν τελευτώντων εὐχαριστία μὴ δοθῇ. Γέγραπται γάρ· Λάβετε, φάγετε· τὰ δὲ τῶν νεκρῶν σώματα οὐδὲ λαβεῖν δύνανται, οὐδὲ φαγεῖν. Καί, ἳνα μὴ τοὺς ἤδη τελευτῶντας βαπτισθῆναι ποιήσῃ ἡ τῶν πρεσβυτέρων ἄγνοια. Διὸ βεβαιωτέον ἐστὶν ἐν ταύτῃ τῇ ἁγίᾳ συνόδῳ, ὥστε, κατὰ τοὺς ἐν Νικαίᾳ ὅρους, διὰ τὰς ἐκκλησιαστικὰς αἰτίας, αἵτινες πολλάκις πρὸς ὄλεθρον τοῦ λαοῦ παλαιοῦνται, καθ' ἕκαστον ἐνιαυτὸν σύνοδον συγκαλεῖσθαι, πρὸς ἣν πάντες οἱ τῶν ἐπαρχιῶν τὰς πρώτας καθέδρας ἐπέχοντες ἐκ τῶν οἰκείων συνόδων δύο ἤ καὶ ὃσους ἐπιλέξωνται ἐπισκόπους τοποτηρητὰς ἀποστείλωσιν, ἵνα ἐν τῇ συναχθείσῃ συνελεύσει πλήρης εἶναι δυνηθῇ ἡ αὐθεντία. |
Κανὼν ιθ’: Ὥστε, ἐπισκόπου κατηγορουμένου, πρὸς τὸν πρωτεύοντα τῆς αὐτοῦ ἐπαρχίας τὸ πρᾶγμα ἀνενεχθῆναι. |
Αὐρήλιος ἐπίσκοπος εἶπεν· ᾽Εάν τις τῶν ἐπισκόπων κατηγορῆται, παρὰ τοῖς τῆς αὐτοῦ χώρας πρωτεύουσιν ὁ κατήγορος ἀναγάγῃ τὸ πρᾶγμα· καὶ μηδὲ ἀπὸ τῆς κοινωνίας κωλυθῇ ὁ κατηγορούμενος, εἰ μὴ δ' ἂν πρὸς ἀπολογίαν ἐν τῷ δικαστηρίῳ τῶν ἐπιλεγέντων δικάζειν γράμμασι προσκληθείς, τῇ ὡρισμένῃ ἡμέρᾳ οὐδαμῶς ἀπαντήσοι, τουτέστιν ἐντὸς προσθεσμίας μηνός, ἀφ’ ἧς ἡμέρας φανείη τὰ γράμματα δεξάμενος. Ἐὰν δὲ ἀληθεῖς τινας καὶ ἀναγκαστικὰς αἰτίας ἀποδείξῃ, τὰς αὐτὸν κωλυσάσας ἀπαντῆσαι πρὸς ἀπολογίαν τῶν κατ' αὐτοῦ προτεθέντων, ἐντὸς ἑτέρου μηνὸς ἀκεραίαν ἐχέτω εὐχέρειαν, μετὰ δὲ τὸν δεύτερον μῆνα μὴ κοινωνήσῃ, ἕως οὗ καθαρὸς αποδειχθείη. Εἰ δὲ πρὸς σύμπασαν τὴν ἐτησίαν σύνοδον ἀπαντῆσαι μὴ βουληθείη, ἵνα κἂν ἐκεῖ τὸ πρᾶγμα αὐτοῦ περαιωθῇ, αὐτὸς καθ' ἑαυτοῦ τῆς καταδίκης τὴν ψῆφον ἐκπεφωνηκέναι κριθήσεται. Ἐν δὲ τῷ καιρῷ, ᾧ οὐ κοινωνεῖ, μηδὲ ἐν τῇ Ἐκκλησίᾳ, μηδὲ ἐν παροικίᾳ κοινωνήσῃ. Ὁ δὲ τούτου κατήγορος, ἐὰν μηδαμοῦ ἀπολειφθείη, ἐν αἷς ἡμέραις γυμνάζεται τὰ τοῦ πράγματος, μηδαμῶς κωλυθῇ ἀπὸ τῆς κοινωνίας· Ἐὰν δέ ποτε ἐλλείψῃ ἑαυτὸν ὑποσύρας, ἀποκαθισταμένου τῇ κοινωνίᾳ τοῦ ἐπισκόπου, αὐτὸς ἀπὸ τῆς κοινωνίας ἐκβληθῇ ὁ κατήγορος, οὕτω μέντοι, ὡς μηδὲ τὴν εὐχέρειαν αὐτῷ ἀφαιρεῖσθαι τῆς κατηγορίας τοῦ πράγματος, ἐὰν δυνηθῇ ἀποδεῖξαι κατὰ τὴν προθεσμίαν, οὐχὶ μὴ τεθεληκέναι, ἀλλὰ μὴ δεδυνῆσθαι ἀπαντῆσαι. Ἐκείνου δήλου ὄντος, ὡς ἐν τῷ κινεῖσθαι τὰ τοῦ πράγματος ἐν τῷ τῶν ἐπισκόπων δικαστηρίῳ, μὴ προσδεχθῇ εἰς κατηγορίαν, εἰ μηδ' ἄν ὑπὲρ ἰδίου πράγματος, μὴ μέντοι περὶ ἐκκλησιαστικοῦ θελήσῃ ἐπιβαλέσθαι. |
Κανὼν κ’ (20): Περὶ πρεσβυτέρων, καὶ κληρικῶν κατηγορουμένων. |
Ἐὰν δὲ πρεσβύτεροι ἢ διάκονοι κατηγορηθῶσι, προσζευγνυμένου τοῦ νομίμου ἀριθμοῦ τῶν ἐκ τῆς πλησιαζούσης τοποθεσίας αἱρετικῶν ἐπισκόπων, οὓς οἱ κατηγορούμενοι αἰτήσονται, τοὐτέστιν ἐπ' ὀνόματι τοῦ πρεσβυτέρου ἓξ καὶ τοῦ διακόνου τριῶν, σὺν τούτοις αὐτὸς ὁ ἴδιος τῶν κατηγορουμένων ἐπίσκοπος τὰς αἰτίας αυτῶν ἐξετάσει, τοῦ αὐτοῦ τῶν ἡμερῶν καὶ ὑπερθέσεων καὶ ἐξετάσεων καὶ προσώπων μεταξὺ τῶν κατηγορούντων καὶ κατηγορουμένων τύπου φυλαττομένου, τῶν δὲ λοιπῶν κληρικῶν τὰς αἰτίας καὶ μόνος ὁ ἐντόπιος ἐπίσκοπος διαγνῷ καὶ περατώσῃ. |
Κανὼν κα’: Ὥστε τὰ τέκνα τῶν κληρικῶν ἐν συνοικεσίῳ μὴ συνάπτεσθαι αἱρετικοῖς. |
Ὁμοίως ἤρεσεν, ὥστε τέκνα τῶν κληρικῶν ἐθνικοῖς ἢ αἱρετικοῖς γαμικῶς μὴ συνάπτεσθαι. |
Κανὼν κβ’: Ὥστε τοὺς ἐπισκόπους καὶ τοὺς κληρικοὺς μηδένα συνεισάγειν τοῖς μὴ ὀρθοδόξοις Χριστιανοῖς, εἰ καὶ συγγενεῖς ἔτι μὴν ὦσιν. |
Μηδὲ διὰ δωρεᾶς τῶν οἰκείων πραγμάτων, ὡς εἴρηται, τοὺς ἐπισκόπους ἢ κληρικοὺς τούτοις συνεισάγειν. |
Κανὼν κγ’: Ὥστε τοὺς ἐπισκόπους πέραν θαλάσσης μὴ ἀποδημεῖν. |
Ὁμοίως ἐπίσκοποι πέραν θαλάσσης μὴ ἀποδημείτωσαν, εἰ μὴ μετὰ ψηφίσματος τῆς πρώτης καθέδρας τοῦ ἰδίου ἑκάστης χώρας ἐπισκόπου, τουτέστιν εἰμὴ ἀπ' αυτοῦ τοῦ πρωτεύοντος κατ' ἐξαίρετον λάβῃ τήν, ἥτις λέγεται ἀπολυτική, τετυπωμένην, ἤτοι παράθεσιν. |
Κανὼν κδ’: Ὥστε ἐκτὸς τῶν κανονικῶν Γραφῶν, μηδὲν ἐν τῇ ἐκκλησίᾳ ἀναγινώσκεσθαι. |
Ὁμοίως ἤρεσεν, ἵνα ἐκτὸς τῶν κανονικῶν Γραφῶν, μηδὲν ἐν τῇ ἐκκλησίᾳ ἀναγινώσκηται ἐπ' ὀνόματι θείων Γραφῶν. Εἰσὶ δὲ αἱ κανονικαὶ Γραφαὶ αὗται· Γένεσις, ῎Εξοδος, Λευϊτικόν, ᾽Αριθμοί, Δευτερονόμιον, ᾽Ιησοῦς ὁ τοῦ Ναυῆ, Κριταί, Ρούθ, τῶν Βασιλειῶν βίβλοι τέσσαρες, τῶν Παραλειπομένων βίβλοι δύο, ᾽Ιώβ, Ψαλτήριον, Σολομῶντος βίβλοι πέντε, τῶν Προφητῶν βίβλοι δώδεκα, ῾Ησαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, Δανιήλ, Τωβίας, Ἰουδήθ, Ἐσθήρ, Ἒσδρα βίβλοι δύο. Τῆς Νέας Διαθήκης· Εὐαγγέλια τέσσαρα, Πράξεων τῶν Ἀποστόλων βίβλος μία, ἐπιστολαί Παύλου δεκατέσσαρες, Πέτρου Ἀποστόλου δύο, Ἰωάννου Ἀποστόλου τρεῖς, Ἰακώβου Ἀποστόλου μία, Ἰούδα Ἀποστόλου μία, Ἀποκαλύψεως Ἰωάννου βίβλος μία. Τοῦτο δὲ τῷ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν Βονιφατίῳ καὶ τοῖς ἄλλοις τῶν αὐτῶν μερῶν ἐπισκόποις πρὸς βεβαίωσιν τοῦ προκειμένου κανόνος γνωρισθῇ, ἐπειδὴ παρὰ τῶν Πατέρων ἐν τῇ ἐκκλησίᾳ ταῦτα ἀναγνωστέα παρελάβομεν. |
Κανὼν κε’: Περὶ ἐπισκόπων καὶ τῶν ἑπομένων τάξεων τῶν τὰ ἅγια μυστήρια ψηλαφωσῶν, ἤρεσεν ἀπὸ γυναικῶν ἐγκρατεύεσθαι. |
Αὐρήλιος ἐπίσκοπος εἶπε· Προστίθημι, ἀδελφοί τιμιώτατοι, πρὸς τούτοις, ἐν τῷ ἀναφέρεσθαι ἕνεκεν ἐγκρατείας τῆς περὶ τὰς ίδίας γυναῖκάς τινων τῶν κληρικῶν, ἐξαιρέτως ἀναγνωστῶν, τὸ ἐν διαφόροις συνόδοις βεβαιωθέν, ὥστε τοὺς ὑποδιακόνους τούς τε τὰ ἱερὰ μυστήρια ψηλαφῶντας καὶ τοὺς διακόνους καὶ πρεσβυτέρους, ἀλλὰ καὶ ἐπισκόπους, κατὰ τοὺς ἰδίους ὅρους καὶ ἐκ τῶν συμβίων ἐγκρατεύεσθαι, ἵνα ὡς μὴ ἔχοντες ὦσιν· ὅπερ εἰ μὴ ποιήσωσι, τοῦ ἐκκλησιαστικοῦ ἀποκινηθῶσι καθήκοντος. Τοὺς δὲ λοιποὺς κληρικοὺς πρὸς τοῦτο μὴ ἀναγκάζεσθαι, εἰμὴ ἐν προβεβηκυίᾳ κείρᾳ. ᾽Απὸ πάσης ἐλέχθη τῆς συνόδου· Ἅπερ ἡ ὑμετέρα ἀγιωσύνη δικαίως ἐῤῥύθμισεν, ἱεροπρεπῆ ὄντα καὶ θεάρεστα, βεβαιοῦμεν. |
Κανὼν κς’: Ὥστε μὴ ὑπό τινος διασπᾶσθαι τὰ τῆς ἐκκλησίας πράγματα. |
Ὁμοίως ἤρεσεν, ἵνα πρᾶγμα ἐκκλησιαστικὸν μηδεὶς πιπράσκῃ. ῞Οπερ πρᾶγμα, ἐὰν προσόδους μὴ ἔχῃ, καὶ πολλή τις ἐπείγῃ ἀνάγκῃ, τοῦτο ἐμφανίζεσθαι τῷ πρωτεύοντι τῆς αὐτῆς ἐπαρχίας καὶ μετὰ τοῦ ὡρισμένου ἀριθμοῦ τῶν ἐπισκόπων βουλεύεσθαι, τί δεῖ πρᾶξαι. Εἰ δὲ τοσαύτη ἐπείγοι ἀνάγκη τῆς ἐκκλησίας, ὡς μὴ δύνασθαι πρὸ τοῦ πωλεῖν βουλεύεσθαι, κἂν τοὺς γειτνιῶντας πρὸς μαρτυρίαν καλέσῃ ὁ ἐπίσκοπος φροντίδα ποιούμενος τοῦ ἀποδείξαι τῇ συνόδῳ πάσας τὰς συμβάσας τῇ ἐκκλησίᾳ αὐτοῦ περιστάσεις· ὅπερ εἰ μὴ ποιήσει, ὑπεύθυνος τῷ Θεῷ καὶ τῇ συνόδῳ φανῇ ὁ πιπράσκων, καί ἀλλότριος τῆς οἰκείας τιμῆς. |
Κανὼν κζ’: Πρεσβύτεροι, καὶ διάκονοι, ἐπὶ βαρυτέρῳ ἁμαρτήματι ἐλεγχθέντες, χειροθεσίαν, ὡς λαϊκοί, μηδαμῶς ὑποδέξωνται. |
Ὁμοίως ἐβεβαιώθη ὡς, ἐάν ποτε πρεσβύτεροι, ἢ διάκονοι ἐπί τινι βαρυτέρᾳ ἁμαρτίᾳ ἐλεγχθῶσι, τῇ ἀναγκαίως αὐτοὺς τῆς λειτουργίας ἀποκινούσῃ, μὴ ἐπιτίθεσθαι αὐτοῖς χεῖρας ὡς μετανοοῦσιν ἢ ὡς πιστοῖς λαϊκοῖς, μηδὲ ἐπιτρέπεσθαι αὐτοῖς, ὥστε ἀναβαπτιζομένους πρὸς τὸν τοῦ κλήρου βαθμὸν προκόπτειν. |
Κανὼν κη’: Πρεσβύτεροι, καὶ διάκονοι, καὶ κληρικοί, οἱ ἐν τῷ ἰδίῳ πράγματι ἔκκλητον παρέχοντες ἐπὶ τὰ πέραν τῆς θαλάσσης, εἰς κοινωνίαν μηδαμῶς δεχθῶσι. |
Ὁμοίως ἤρεσεν, ἵνα οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ οἱ λοιποὶ κατώτεροι κληρικοί, ἐν αἷς ἔχουσιν αἰτίαις, ἐὰν τὰ δικαστήρια μέμφωνται τῶν ἰδίων ἐπισκόπων, οἱ γείτονες ἐπίσκοποι ἀκροάσωνται αὐτῶν καί, μετὰ συναινέσεως τοῦ ἰδίου ἐπισκόπου, τὰ μεταξὺ αὐτῶν διαθῶσιν οἱ προσκαλούμενοι παρ' αὐτῶν ἐπίσκοποι. Διό, εἰ καὶ περὶ αὐτῶν ἔκκλητον παρέχειν νομίσωσι, μὴ ἐκκαλέσωνται εἰς τὰ πέραν τῆς θαλάσσης δικαστήρια, ἀλλὰ πρὸς τοὺς πρωτεύοντας τῶν ἰδίων ἐπαρχιῶν, ὡς καὶ περὶ τῶν ἐπισκόπων πολλάκις ὥρισται. Οἱ δὲ πρὸς περαματικὰ δικαστήρια διεκκαλούμενοι, παρ᾽ οὐδενὸς ἐν τῇ Ἀφρικῇ δεχθῶσιν κοινωνίαν. |
Κανὼν κθ’: Εἴ τις ἀπὸ κοινωνίας ὢν, πρὸ τοῦ ἀκουσθῆναι κοινωνῆσαι τολμήσοι, αὐτὸς καθ' ἑαυτοῦ τὴν καταδίκην προήγαγεν. |
Ὁμοίως ἤρεσε συμπάσῃ τῇ συνόδῳ, ἵνα ὁ διὰ ρᾳθυμίαν αὐτοῦ ἀπὸ κοινωνίας γενόμενος, εἴτε επίσκοπος εἴτε οἱοσδήποτε κληρικός, ἐὰν ἐν τῷ καιρῷ τῆς ἀκοινωνησίας αυτοῦ, πρὸ τοῦ ἀκουσθῆναι, εἰς κοινωνίαν τολμήσῃ, αὐτὸς καθ' ἑαυτοῦ τῆς καταδίκης τὴν ψῆφον ἐξενηνοχέναι κριθῇ. |
Κανὼν λ’ (30): Περὶ κατηγοροῦντος καὶ κατηγορουμένου. |
Ὁμοίως ἤρεσεν, ἵνα ὁ κατηγορούμενος ἢ ὁ κατηγορῶν ἐν τῷ τόπῳ, ὅθεν ἐστὶν ὁ κατηγορούμενος, ἐὰν φοβῆταί τινα βίαν προπετοῦς πολυπληθείας, τόπον ἑαυτῷ ἐπιλέξηται ἔγγιστα, ἐν ᾧ οὐκ ἔστιν αὐτῷ δυσχέρεια μάρτυρας προκομίσαι, ἔνθα τὸ πρᾶγμα περατοῦται. |
Κανὼν λα’: Ἐάν τινες κληρικοὶ ἐκ τῶν ἰδίων ἐπισκόπων προβισαζόμενοι καταφρονῶσι, μηδὲ ἐκεῖ μείνωσι, ὅθεν ἀναχωρῆσαι οὐκ ἠθέλησαν. |
Ὁμοίως ἤρεσεν, ἵνα οἱοιδήποτε κληρικοὶ καὶ διάκονοι, ἐὰν μὴ πειθαρχῶσι τοῖς ἐπισκόποις αὐτῶν, βουλομένοις διά τινας ἀναγκαστικὰς αἰτίας τῶν ἐκκλησιῶν αὐτῶν τούτους πρὸς μείζονας ἀναβιβάζειν τιμὰς ἐν τῇ ἐκκλησίᾳ αὐτῶν, μηδὲ ἐν ἐκείνῳ τῷ βαθμῷ διακονήσωσιν, ἐξ οὗ ἀναχωρῆσαι οὐκ ἠθέλησαν. |
Κανὼν λβ’: Ἐάν τις τῶν κληρικῶν πενιχρός, προκόψας εἴς τινα τάξιν, κτήσοιτό τι ποτε, ὑποκεῖσθαι τῇ ἐξουσίᾳ τῶν ἐπισκόπων. |
Ὁμοίως ἤρεσεν, ἵνα ἐπίσκοποι πρεσβύτεροι διάκονοι ἢ καὶ οἱοιδήποτε κληρικοί, οἱ μηδὲν ἔχοντες, ἐὰν προκόψαντες τῷ καιρῷ τῆς ἐπισκοπῆς ἢ τῆς κληρώσεως αὐτῶν ἀγρούς ἢ οἱαδήποτε χωρία ἐπ' ὀνόματι αὐτῶν ἀγοράσωσιν, ἵνα ὡς κατὰ δεσποτικῶν πραγμάτων ἔφοδον πεποιηκότες ἐνέχωνται, εἰ μὴ ἄρα λοιπὸν ὑπομνησθέντες τῇ ἐκκλησίᾳ ταῦτα εἰσκομίσουσιν. Ἐὰν δὲ εἰς αὐτοὺς κυρίως φιλοτιμίᾳ τινὸς ἢ διαδοχῇ συγγενείας περιέλθῃ, ἐξ αὐτοῦ ποιήσωσιν ὃ ἔχει ἡ πρόθεσις αὐτῶν. Εἰ δὲ καὶ μετὰ τὸ προθέσθαι εἰς τοὐπίσω μετατραπῶσι, τῆς ἐκκλησιαστικῆς τιμῆς ἀνάξιοι, ὡς ἀδόκιμοι, κριθῶσιν. |
Κανὼν λγ’: Ὥστε πρεσβυτέρους πρᾶγμα τῆς ἐκκλησίας, ἐν ᾗ καθιέρωνται, μὴ πιπράσκειν• καὶ ὥστε μηδενὶ ἐπισκόπῳ ἐξεῖναι πράγματι καταχρήσασθαι τοῦ τίτλου τῆς ἐκκλησιαστικῆς μάτρικος. |
Ὁμοίως ἤρεσεν, ὥστε τοὺς πρεσβυτέρους παρὰ γνώμην τῶν ἰδίων αὐτῶν ἐπισκόπων πρᾶγμα μὴ πιπράσκειν τῆς ἐκκλησίας, ἐν ᾗ καθιέρωνται, ὃν τρόπον καὶ τοῖς ἐπισκόποις οὐκ ἔξεστι πιπράσκειν χωρία τῆς ἐκκλησίας, ἀγνοούσης τῆς συνόδου ἢ τῶν ἰδίων πρεσβυτέρων. Μὴ οὔσης τοίνυν ἀνάγκης, μηδὲ ἐπισκόπῳ ἐξεῖναι καταχρήσασθαι πράγματι ἐκ τοῦ τίτλου τῆς ἐκκλησιαστικῆς μάτρικος. |
Κανὼν λδ’: Ὅτι οὐδὲν ἐκ τῆς ἐν Ἱππῶνι συνόδου εἴη διορθωτέον. |
Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· ᾽Εν τούτῳ τῷ βρεβίῳ, τῷ ἀποδρεφθέντι ἐκ τῆς ἐν Ἱππῶνι συνόδου, οὐδὲν νομίζομεν εἶναι διορθωτέον ἢ προσθετέον, εἰ μή, ἵνα ἡ ἡμέρα τοῦ ἁγίου Πάσχα ἐν τῷ καιρῷ τῆς συνόδου γνωρισθείη. |
Κανὼν λε’: Περὶ τοῦ, τοὺς ἐπισκόπους καὶ τοὺς κληρικοὺς μὴ εὐχερῶς τὰ τέκνα αὐτῶν ποιεῖν ἐμαγκίπατα. |
Ὥστε τοὺς ἐπισκόπους καὶ τοὺς κληρικοὺς τὰ τέκνα αὐτῶν μὴ ἐᾷν αὐτεξουσίως ἀπιέναι διὰ ἐμαγκιπατίωνος, εἰ μὴ δ᾽ ἂν είς τοὺς τρόπους καὶ είς τὴν ἡλικίαν αὐτῶν πληροφορηθῶσιν· ὡς λοιπὸν τὰ ἁμαρτήματα αὐτῶν εἰς αὐτοὺς συντείνειν. |
Κανὼν λς’: Περὶ τοῦ, τοὺς ἐπισκόπους καὶ κληρικοὺς μὴ χειροτονεῖσθαι, εἰ μὴ πάντας τοὺς ἰδίους, Χριστιανοὺς ποιήσωσιν. |
Ὥστε ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους μὴ χειροτονεῖσθαι, πρὶν ἢ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτῶν χριστιανοὺς ὀρθοδόξους ποιήσωσιν. |
Κανὼν λζ’: Περὶ τοῦ, μὴ ἐξεῖναι περαιτέρω ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου τί ποτε ἐν τοῖς ἁγίοις προσφέρειν. |
Ἵνα ἐν τοῖς ἁγίοις μηδὲν πλέον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου προσενεχθείη, ὡς καὶ αὐτὸς ὁ Κύριος παρέδωκε, τουτέστιν ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου. Ἀπαρχὴ δέ, εἴτε μέλι, εἴτε γάλα, ὡς εἴωθε, προσφερέσθω ἐν μιᾷ ἡμέρᾳ ἐθίμῳ εἰς τὸ τῶν νηπίων μυστήριον· εἰ καὶ τὰ μάλιστα γὰρ ἐν θυσιαστηρίῳ προσφέρεται, ὅμως ἰδίαν ἐχέτω κυρίως εὐλογίαν, ὡς ἐκ τοῦ ἁγιάσματος τοῦ Κυριακοῦ σώματος καὶ αἵματος διΐστασθαι. Μηδὲν δὲ πλέον ἐν ταῖς ἀπαρχαῖς προσφερέσθω ἢ ἀπὸ σταφυλῶν καὶ σίτου. |
Κανὼν λη’: Ὥστε κληρικοὺς ἢ ἐγκρατευομένους πρὸς παρθένους, ἤ χήρας μὴ εἰσιέναι.
|
Κληρικοὶ ἢ ἐγκρατευόμενοι, πρὸς χήρας ἢ παρθένους, εἰ μὴ κατ' ἐπιτροπὴν καὶ συναίνεσιν τοῦ ἰδίου ἐπισκόπου ἢ τῶν πρεσβυτέρων, μὴ εἰσίτωσαν· καὶ τοῦτο δὲ μὴ μόνοι ποιείτωσαν, ἀλλὰ μετὰ συγκληρικῶν ἢ μετὰ τούτων, μεθ' ὧν ὁ ἐπίσκοπος ἢ οἱ πρεσβύτεροι μόνοι ἔχουσι τὴν εἴσοδον πρὸς τὰς τοιουτοτρόπους γυναῖκας, ἢ ὅπου πάρεισι κληρικοὶ ἢ ἔντιμοί τινες χριστιανοί. |
Κανὼν λθ’: Περὶ τοῦ, τὸν πρῶτον ἐπίσκοπον μὴ προσαγορεύεσθαι ἔξαρχον τῶν ἱερέων. |
῞Ωστε τὸν τῆς πρώτης καθέδρας ἐπίσκοπον μὴ λέγεσθαι ἔξαρχον τῶν ἱερέων ἢ ἄκρον ἱερέα ἢ τοιουτότροπον τίποτε, ἀλλὰ μόνον ἐπίσκοπον τῆς πρώτης καθέδρας. |
Κανὼν μ’: Περὶ τοῦ, μὴ καπηλεύεσθαι τοὺς κληρικούς, εἰ μὴ ἐπιξενουμένους. |
Ὥστε τοὺς κληρικοὺς χάριν τοῦ τρώγειν ἢ πίνειν μὴ εἰσιέναι εἰς καπηλεῖα, εἰ μηδ' ἂν ξενίας ἀνάγκῃ συνωθουμένους. |
Κανὼν μα’: Περὶ τοῦ, ἀπὸ νηστικῶν τῷ Θεῷ προσάγεσθαι θυσίας. |
Ὥστε ἅγια θυσιαστηρίου, εἰ μὴ ἀπὸ νηστικῶν ἀνθρώπων, μὴ επιτελεῖσθαι, ἐξῃρημένης μιᾶς ἐτησίας ἡμέρας, ἐν ᾗ τὸ Κυριακόν δεῖπνον ἐπιτελεῖται. ᾽Εὰν δέ τινων κατὰ τὸν δειλινὸν καιρὸν τελευτησάντων εἴτε ἐπισκόπων, εἴτε τῶν λοιπῶν, παράθεσις γένηται, μόναις εὐχαῖς ἐκτελεσθῇ, ἐὰν οἱ ταύτην ποιοῦντες ἀριστήσαντες εὑρεθῶσιν. |
Κανὼν μβ’: Περὶ τοῦ, μηδαμῶς συμπόσια ἐν ταῖς ἐκκλησίαις ἐπιτελεῖσθαι. |
Ὥστε ἐπισκόπους ἢ κληρικοὺς ἐν τῇ ἐκκλησίᾳ μὴ συμποσιάζεσθαι, εἰ μηδ' ἂν τυχὸν ἀνάγκῃ ξενίας διαβάντες ἐκεῖ καταλύσωσι. Καὶ οἱ λαοὶ δὲ ἀπὸ τοιουτοτρόπων συμποσίων ὅσον δυνατόν ἐστι κωλυθῶσι. |
Κανὼν μγ’: Περὶ τῶν μετανοούντων. |
Ὥστε τοῖς μετανοοῦσι κατὰ τὴν τῶν ἁμαρτημάτων διαφοράν, τῇ τῶν ἐπισκόπων κρίσει, τὰς μετανοίας ἐν καιρῷ ψηφίζεσθαι· πρεσβύτερος δὲ παρὰ τὴν γνώμην τοῦ ἐπισκόπου μὴ καταλλάσσῃ μετανοοῦντα, εἰ μηδ' ἂν ἀνάγκης συνωθούσης ἐν τῇ ἀπουσίᾳ τοῦ ἐπισκόπου· οὗ τινος δήποτε δὲ μετανοοῦντος, εἰ πούβλικον καὶ τεθρυλλημένον ἐστὶ τὸ ἔγκλημα, τὸ σύμπασαν τὴν ἐκκλησίαν κινοῦν, πρὸ τῆς ἀψῖδος τούτῳ ἡ χείρ ἐπιτεθῇ. |
Κανὼν μδ’: Περὶ παρθένων. |
Ὥστε τὰς ἱερὰς παρθένους, ὅτε τῶν πατέρων χωρίζονται, ἐξ ὧν ἐφυλάττοντο, τῇ τοῦ ἐπισκόπου, ἢ αὐτοῦ ἀπόντος τῇ τοῦ πρεσβυτέρου, προνοίᾳ ταῖς τιμιωτέραις γυναιξὶ παρατίθεσθαι ἢ ἅμα κατοικούσας ἀλλήλας φυλάττειν, ἵνα μὴ πανταχοῦ πλαζόμεναι, τὴν ὑπόληψιν βλάψωσι τῆς ἐκκλησίας. |
Κανὼν με’: Περὶ τῶν ἀσθενούντων, καὶ ὑπὲρ ἑαυτῶν ἀποκρίνεσθαι μὴ δυναμένων· (καὶ περὶ σκηνικῶν μετανοούντων καὶ ἐπιστρεφόντων πρὸς τὸν Κύριον). |
Ὥστε τοὺς ἀσθενοῦντας, οἵτινες ὑπὲρ ἑαυτῶν ἀποκρίνεσθαι οὐ δύνανται, τότε βαπτίζεσθαι, ὅτε τῇ αὐτῶν προαιρέσει τὴν περὶ αυτῶν μαρτυρίαν κινδύνῳ ἰδίῳ εἴπωσιν. Ὥστε τοῖς σκηνικοῖς καὶ μίμοις καὶ τοῖς λοιποῖς τοιουτοτρόποις προσώποις ἢ ἀποστάταις, μετανοοῦσι καὶ ἐπιστρέφουσι πρὸς Θεόν, χάριν ἢ καταλλαγὴν μὴ ἀρνεῖσθαι. |
Κανὼν μς’: Περὶ τῶν παθῶν τῶν μαρτύρων. |
Ἐξέστω ἔτι μὴν ἀναγινώσκεσθαι τὰ πάθη τῶν μαρτύρων, ἡνίκα αἱ ἐτήσιαι αὐτῶν ἡμέραι ἐπιτελοῦνται. |
Κανὼν μζ’: Περὶ Δονατιστῶν, καὶ παιδίων τῶν παρὰ τοῖς Δονατισταῖς βαπτιζομένων. |
Ἤρεσεν, ἵνα ἐρωτήσωμεν τοὺς ἀδελφοὺς καὶ συνιερεῖς ἡμῶν Σιρίκιον καὶ Σιμπλικιανόν, περὶ μόνων τῶν νηπίων τῶν παρὰ τοῖς Δονατισταῖς βαπτιζομένων, μήπως τοῦτο, ὅπερ οἰκείᾳ προθέσει οὐκ ἐποίησαν, τῇ τῶν γονέων πλάνῃ ἐμποδίσῃ αὐτοῖς πρὸς τὸ μὴ προκόπτειν εἰς ὑπουργίαν τοῦ ἁγίου θυσιαστηρίου, ὅταν πρὸς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν σωτηριώδει προθέσει ἐπιστρέψωσι. Τούτων δὲ ἐναρχθέντων, Ὁνωράτος καὶ Οὐρβανός, οἱ ἐπίσκοποι τῆς Μαυριτανίας Σιτιφένσης χώρας, εἶπον· Ἐκ πολλοῦ, ὅτε πρὸς τὴν ὑμετέραν ἁγιωσύνην ἀπεστελλόμεθα, τὰ γραφέντα ὑπερεθέμεθα ταύτῃ τῇ κατανοήσει, ὅτι προσεδοκῶμεν ἀδελφοὺς ἡμῶν παραγενέσθαι τοποτηρητὰς Νουμιδίας· ἀλλ' ἐπειδὴ οὐκ ὀλίγαι ἡμέραι εἰσίν, ἀφοῦ οἱ προσδοκώμενοι οὐδαμῶς κατέλαβον, περαιτέρω παριδεῖν τὰ ἐνταλέντα ἡμῖν ἀπὸ τῶν συνεπισκόπων οὐ δεῖ. Καὶ διὰ τοῦτο, ἀδελφοί, τὴν ἀναφορὰν ἡμῶν προθύμως εἰσδέξασθε, περὶ τῆς πίστεως γὰρ τοῦ ἐν Νικαίᾳ τρακτάτου ἠκούσαμεν· ἀληθές ἐστι περὶ τῶν γινομένων μετὰ τὸ ἄριστον ἁγίων, ἵνα ἀπὸ νηστικῶν, ὡς ἔστιν ἄξιον, προσφέρωνται, καὶ τότε ἐβεβαιώθη. |
Κανὼν μη’: Περὶ ἀναβαπτισμάτων, καὶ ἀναχειροτονιῶν, ἢ μεταβάσεων ἐπισκόπων. |
Ἐκεῖνο δὲ ἀναφέρομεν ἐνταλὲν ἡμῖν, τὸ καὶ ἐν τῇ συνόδω τῇ ἐν Καπούῃ ὁρισθέν, ὥστε μὴ ἐξεῖναι γίνεσθαι ἀναβαπτίσεις ἢ ἀναχειροτονήσεις ἢ μετακινήσεις ἐπισκόπων. Κρεσκώνιος, οὖν τοῦ Ῥεκένσης ἀγροῦ ἐπίσκοπος, καταφρονήσας τοῦ ἰδίου λαοῦ, τῇ Τουβηκένῃ ἐπέβη ἐκκλησίᾳ καὶ ἕως τῆς σήμερον, πολλάκις ὑπομνησθεὶς κατὰ τὸ ὁρισθὲν καταλιπεῖν τὴν αὐτὴν ἐκκλησίαν, ᾗ τινι ἐπῆλθεν, οὐχ εἵλετο. Περὶ τούτου δὲ τὰ προαναγγελθέντα βέβαια ἠκούσαμεν καὶ αἰτοῦμεν κατὰ τὸ ἐνταλὲν ἡμῖν, ἵνα καταξιώσητε δοῦναι παρρησίαν ἐπ' ἀδείας ἡμῖν γενέσθαι, ὅτι αὕτη ἡ ἀνάγκη παρασκευάζει τῷ ἄρχοντι τῆς χώρας κατ' ἐκείνου προσελθεῖν, κατὰ τὰς διατάξεις τῶν ἐνδοξοτάτων βασιλέων, ίνα ὁ τῇ πράῳ ὑπομνήσει τῆς ὑμετέρας ἁγιωσύνης πειθαρχῆσαι μὴ θελήσας καὶ διορθώσασθαι τὸ ἀσυγχώρητον, αὐθεντίᾳ ἀρχοντικῇ παραχρῆμα κωλυθῇ. Αὐρήλιος ἐπίσκοπος εἶπε· Φυλαχθέντος τοῦ τύπου τῆς καταστάσεως, μὴ κριθῇ τῆς συνόδου ὑπάρχων, ἐὰν ἐπιεικῶς αἰτηθεὶς παρὰ τῆς ὑμετέρας ἀγάπης ἀποστῆναι παρῃτήσατο, ἐπειδὴ ἐκ τῆς οἰκείας καταφρονήσεως καὶ μονοτονίας περιῆλθεν εἰς ἀρχοντικὴν ἐξουσίαν. Ὁνωράτος καὶ Οὐρβανός, οἱ ἐπίσκοποι εἶπον· Τοῦτο οὖν πᾶσιν ἀρέσκει; ᾽Απὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Δίκαιόν ἐστιν, ἀρέσκει. |
Κανὼν μθ’: Πόσοι ἐπίσκοποι ἐπίσκοπον χειροτονεῖν ὀφείλουσι. |
Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Κἀκεῖνο ἡμῖν ἐνετάλη, ἐπειδὴ ἐκ τοῦ πλησίον ἀδελφοὶ ἡμῶν δύο ἐπίσκοποι τῆς Νουμιδίας χειροτονῆσαι ἐτόλμησαν ἱερέα, κρίνατε μὴ γενέσθαι χειροτονίας ἐπισκόπων, εἰ μὴ ἀπὸ δώδεκα. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ὁ ἀρχαῖος τύπος φυλαχθήσεται, ἵνα μὴ ἥττονες τριῶν τῶν ὁρισθέντων εἰς χειροτονίαν ἐπισκόπων ἀρκέσωσι, διότι ἐν Τριπόλει τυχὸν καὶ ἐν Ἀρζουΐη δῆλον ὡς παρέγκεινται βάρβαρα ἔθνη, ἐν Τριπόλει δὲ πέντε καὶ μόνοι εἰσίν, ὡς γινώσκετε, ἐπίσκοποι καὶ δυνατὸν ἐξ αὐτοῦ πολλάκις τοῦ ἀριθμοῦ τοὺς δύο ἀνάγκη τινὶ κατέχεσθαι. Δυσχερὲς γάρ ἐστιν ἐξ οἱουδήποτε ἀριθμοῦ πάντας δύνασθαι ἀπαντῆσαι, μὴ ὀφείλει τοῦτο αὐτὸ παρεμποδὼν εἶναι τῷ χρησίμῳ τῆς ἐκκλησίας· καὶ γὰρ εἰς ταύτην τὴν ἐκκλησίαν, εἰς ἣν κατηξίωσεν ἡ ὑμετέρα συνελθεῖν ἀγιωσύνη, συχνῶς καὶ σχεδὸν κατὰ Κυριακὴν χειροτονουμένους ἔχομεν. Μὴ ἄρα δύναμαι συνεχῶς δώδεκα ἢ δέκα ἢ οὐχὶ πολὺ ἐλάττους συγκαλεῖν ἐπισκόπους; Δύο δὲ γείτονας προσζεῦξαι εὐχερές ἐστι τῇ ἐμῇ βραχύτητι. Διὸ ὁρᾷ σὺν ἐμοὶ ἡ ὑμετέρα ἀγάπη, τοῦτο αὐτὸ μὴ δύνασθαι παραφυλαχθῆναι. |
Κανόνες 50-79
Κανόνες της Συνόδου της Καρθαγένης - Περίληψη | Κείμενο |
---|---|
Κανὼν ν’ (50): Πόσοι ἐπίσκοποι προστεθῆναι ὀφείλουσι τῷ ἀριθμῷ τῶν χειροτονούντων, ἐὰν περὶ τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου ἀντιλογία γένηται. |
Ἐκεῖνο δὲ ὁρίσαι δεῖ, ὥστε, ἐάν ποτε πρὸς ἐπιλογὴν ἐπισκόπου προέλθωμεν καὶ ἀναφυῇ τις ἀντιλογία, ἐπειδὴ τὰ τοιαῦτα παρ' ἡμῖν ἐτρακταΐσθησαν, τολμηρὸν εἶναι λοιπὸν τρεῖς μόνους πρὸς τὸ καθᾶραι τὸν χειροτονηθησόμενον εὑρεθῆναι, ἀλλὰ τῷ προλεχθέντι ἀριθμῷ προστεθῇ εἷς καὶ δύο, καὶ ἐπὶ αὐτοῦ τοῦ λαοῦ, οὗ μέλλει χειροτονεῖσθαι, ἐξετασθῶσι πρῶτον τὰ πρόσωπα τῶν ἀντιλεγόντων, εἰς ὕστερον γὰρ καὶ τὰ προτεθειμένα συζευχθῶσι· καὶ ὅτε φανείη ἐπὶ δημοσίας προσόψεως, εἶθ' οὕτω χειροτονηθείη. Ἐὰν τοῦτο καταδέχηται ἡ ὑμετέρα ἁγιωσύνη, τῇ ὁμονοητικῇ ἀποκρίσει τοῦ ὑμετέρου ἀξιώματος βεβαιωθείη. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πάνυ ἀρέσκει. |
Κανὼν να’: Ὥστε ἀπὸ τῆς ἐκκλησίας Καρχηδόνος ἀγγέλλεσθαι τὴν ἡμέραν τοῦ Πάσχα. |
Ὁνωράτος καὶ Οὐρβανὸς οἱ ἐπίσκοποι εἶπον· ᾽Επειδὴ τὰ ἐν τῷ κομμονιτωρίῳ ἡμῶν πάντα δεῖ συζεῦξαι, προστίθεμεν ἔτι μὴν ἐνταλὲν ἡμῖν περὶ τῆς ἡμέρας τοῦ Πάσχα, ἵνα κατὰ τὸ εἰωθὸς ἀπὸ τῆς ἐκκλησίας Καρχηδόνος ἀεὶ παρασκευαζώμεθα καὶ μὴ ἐν στενῷ τοῦ χρόνου διαστήματι. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐὰν δοκῇ τῇ ἁγιωσύνῃ ὑμῶν, ἐπειδὴ μεμνήμεθα ἤδη ἐκ πολλοῦ ὑμᾶς ἐπαγγειλαμένους, ὥστε ἐν ἑκάστοις ἐνιαυτοῖς συνέρχεσθαι πρὸς τὸ συζητεῖν, ὅταν εἰς ἕν συνέλθωμεν, τότε διαδοθήσεται τοῦ ἁγίου Πάσχα ἡ ἡμέρα διὰ τῶν εὑρεθησομένων ἐν τῇ συνόδῳ τοποτηρητῶν. Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Νῦν διὰ τῆς παρούσης συνελεύσεως αἰτοῦμεν, ἵνα γράμμασι τυπῶσαι τὰς ἡμετέρας ἐπαρχίας καταξιώσητε. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἀναγκαῖόν ἐστι οὕτω γενέσθαι. |
Κανὼν νβ’: Περὶ τοῦ, τὰς ἐπαρχίας ἐπισκέπτεσθαι. |
Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Κἀκεῖνο ἡμῖν διὰ λόγου ἐντέταλται, ὥστε καὶ ἡμᾶς καταξιῶσαι τὸ ὁρισθὲν ὑπὸ τῆς ἐν ἱππῶνι συνόδου ὀφείλειν ἑκάστην ἐπαρχίαν ἐν τῷ καιρῷ τῆς συνόδου ἐπισκέπτεσθαι, καὶ ὅτι ἐν τούτῳ καὶ τῷ ἄλλῳ ἐνιαυτῷ ὑπερέθεσθε κατὰ τάξιν ἐπισκέψασθαι τὴν Μαυριτανίαν. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Τότε περὶ τῆς τῶν Μαυριτανῶν χώρας οὐδὲν ὡρίσαμεν, διὰ τὸ εἰς τὰ τέλη τῆς Ἀφρικῆς κεῖσθαι αὐτήν, καὶ ὅτι τῷ βαρβαρικῷ παράκειται· ὁ Θεὸς παράσχοι ἐκ περιουσίας δύνασθαι ἡμᾶς καὶ μὴ ἐπαγγειλαμένους τοῦτο ποιεῖν καὶ παραγίνεσθαι εἰς τὴν χώραν ὑμῶν. Ὀφείλετε γὰρ ἐννοεῖν, ἀδελφοί, ὅτι ἐὰν λογισμὸς ἀπαιτῇ τοῦτο, περὶ ἑαυτῶν διεξελθεῖν ἠδύνατο καὶ οἱ Τριπολιτανοὶ καὶ οἱ Ἀρζουϊτανοὶ ἀδελφοί. |
Κανὼν νγ’: Ὥστε τάς διοικήσεις, εἰ μὴ κατὰ συναίνεσιν τοῦ ἰδίου ἐπισκόπου, ἐπίσκοπον ἕτερον μὴ δέχεσθαι. |
Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· ᾽Εν πολλαῖς συνόδοις ὥρισται συνεδρίῳ ἱερατικῷ, ἵνα τὰ πλήθη τὰ ἐν ταῖς παροικίαις ἀπὸ τῶν ἐπισκόπων κατεχόμενα, τὰ ἴδιον ἐπίσκοπον μηδέποτε ἐσχηκότα, εἰ μὴ κατὰ συναίνεσιν τοῦ ἐπισκόπου, παρ' οὗ ἐξ ἀρχῆς κατέχονται, μὴ λαμβάνοιεν ἰθυντὰς ἰδίους, τουτέστιν ἐπισκόπους. Ἐπειδή τινες δηλαδή, τυραννίδος τινὸς ἐπιτετυχηκότες, τὴν τῶν αδελφῶν κοινωνίαν ἀποστρέφονται καὶ ὅταν ἀποφαυλισθῶσιν, ὡσανεί τινι παλαιᾷ τυραννίδι δεσποτείας ἑαυτοῖς ἐκδικοῦσι. Πολλοὶ δὲ καὶ ἐκ τῶν πρεσβυτέρων φυσιούμενοι καὶ μωροὶ τοὺς αὐχένας ἐπανιστῶσι κατὰ τῶν οἰκείων ἐπισκόπων, τὸ πλῆθος συμποσίοις καὶ κακοθελέσι συμβουλίοις διεγείροντες, ὡς ἀτάκτῳ εὐνοίᾳ τούτους ἑαυτοῖς ἰθυντὰς καθιστάνειν. Τοῦτο δὲ ἐπισήμως εὐκταῖον παρὰ τῆς ὑμετέρας κατέχομεν διανοίας, πιστότατε ἀδελφὲ Αὐρήλιε, ὅτι πολλάκις τὰς τοιαύτας ὁρμὰς μὴ προσδεχόμενος ἐκώλυσας. Διὰ δὲ τὰς τῶν τοιούτων κακοθελεῖς ἐννοίας καὶ τὰ φαύλως συμφρονούμενα βουλεύματα τοῦτο λέγω· μὴ ὀφείλειν ἰδιον καθηγητὴν δέξασθαι τὸ πλῆθος τὸ ἐν τῇ λεγομένῃ παροικίᾳ ὑποκείμενον ἀρχαίῳ ἐπισκόπῳ καὶ μηδέποτε ἴδιον ἐπίσκοπον ἐσχηκώς. Διό, ἐὰν συμπάσῃ τῇ ἁγιωτάτῃ συνόδῳ ἀρέσκῃ τὸ παρ' ἐμοῦ, βεβαιωθῇ. Αὐρήλιος ἐπίσκοπος εἶπε· Τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν τῇ ἐξακολουθήσει οὐκ ἀνθίσταμαι, ἀλλὰ τοῦτο ἐμὲ καὶ πεποιηκότα καὶ ποιήσοντα ὁμολογῶ, δηλαδὴ περὶ τοὺς ὁμονοοῦντας, οὐ μόνον τῇ ἐν Καρχηδόνι ἐκκλησίᾳ, ἀλλὰ καὶ ἐν πάσῃ τῇ ἱερατικῇ συγκληρώσει. Εἰσὶ γὰρ πλεῖστοι συμπνέοντες τοῖς οἰκείοις πλήθεσιν, ἅτινα, ὡς λέλεκται, ἀπατῶσι κνήθοντες τὰς ἀκοὰς αὐτῶν καὶ κολακεύοντες πρὸς ἑαυτοὺς ἀνθρώπους κατεγνωσμένου βίου· μᾶλλον δὲ φυσιούμενοι καὶ ἐκ τῆς συγκληρώσεως ταύτης ἑαυτοὺς χωρίζοντες, οἵτινες τῷ ἰδίῳ πλήθει ἐπερειδόμενοι, πολλάκις συγκληθέντες ἐλθεῖν εἰς σύνοδον παραιτοῦνται, ὡς φοβούμενοι μήπως τὰ τούτων ἀτοπήματα φανερωθῶσι. Λέγω οὖν, ἐὰν δοκῇ, ὀφείλομεν παντὶ τρόπῳ ἀγωνίσασθαι, τούτοις μὴ μόνον τὰς τοιαύτας διοικήσεις μὴ φυλάττεσθαι, ἀλλὰ μηδὲ τὰς οἰκείας ἐκκλησίας τὰς κακῶς εἰς αὐτοὺς περιελθούσας, καί ἵνα αὐθεντικῶς δημοσίᾳ ἐκβάλλωνται, καὶ αὐτῇ τῇ τῶν πρωτευόντων καθέδρᾳ ἀποκινῶνται. Χρὴ γὰρ τοὺς σύμπασι τοῖς ἀδελφοῖς καὶ ὅλῃ τῇ συνόδῳ προσκολλωμένους μὴ μόνον τὴν οἰκείαν κατέχειν δικαίως καθέδραν, ἀλλ' ἔτι μὴν τὰς τοιαύτας διοικήσεις κεκτῆσθαι, τοὺς δὲ δοκοῦντας τοῖς ἰδίοις ὄχλοις ἀρκεῖσθαι καὶ τῆς ἀδελφικῆς ἀγάπης καταφρονοῦντας, μὴ μόνον τὰς διοικήσεις ἀπολλύειν, ἀλλ' ἔτι μήν, ὡς εἶπον, καὶ τῶν οἰκείων τόπων ἀρχοντικῇ στερεῖσθαι ὡς ἀντάρτας δυναστείᾳ. Ὀνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Ἡ μεγίστη πρόνοια τῆς ὑμετέρας ἁγιωσύνης ταῖς πάντων διανοίαις ἐνεκαθέσθη καὶ λογιζόμεθα ὀφείλειν τῇ πάντων ἀποκρίσει βεβαιωθῆναι τὴν ὑμετέραν ἐξακολούθησιν. Σύμπαντες οἱ ἐπίσκοποι εἶπον· Ἀρέσκει, ἀρέσκει. |
Κανὼν νδ’: Περὶ τοῦ, ἀλλοτρίους κληρικοὺς μηδαμῶς παρ' ἑτέρων ὑποδέχεσθαι ἐπισκόπων. |
Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἐν πολλαῖς συνόδοις τοῦτο ὁρισθέν, καὶ νῦν ἔτι μὴν ἐκ τῆς ὑμετέρας ἐβεβαιώθη συνέσεως, μακαριώτατοι ἀδελφοί, ὥστε μηδένα ἐπίσκοπον ἰδιοποιεῖσθαι ἀλλότριον κληρικόν. παρὰ τὴν κρίσιν τοῦ προτέρου αὐτοῦ ἐπισκόπου. Ἀναφέρω δὲ Ἰουλιανὸν ἀχαρίστως ἐνεχθέντα περὶ τὰς διὰ τῆς ἐμῆς βραχύτητος εἰς αὐτὸν σωρευθείσας τοσαύτας τοῦ Θεοῦ εὐεργεσίας, καὶ οὕτω προπετῶς καὶ τολμηρῶς διαγενόμενον, ὥστε τὸν ἀπὸ νηπίας ἡλικίας ὑπ' ἐμοῦ βαπτισθέντα, τὸν καὶ διὰ πολλὴν ἔνδειαν ἐξ αὐτοῦ παρατεθέντα μοι καὶ ἐπὶ πολλὰ ἔτη ἐξ ἐμοῦ τραφέντα καὶ αὐξηθέντα, τόν, ὡς εἶπον, ἐν τῇ ἐμῇ ἐκκλησίᾳ τῇ χειρὶ τῆς ἐμῆς μετριότητος βαπτισθέντα καὶ δεικνύμενον ἐν τῇ τῶν Μαπαλιτῶν παροικίᾳ ἀναγνώστην γενόμενον, καὶ ἐπὶ δύο ἔτη ἐκεῖσε ἀναγινώσκοντα, τοῦτον, οὐκ οἶδα ποίᾳ καταφρονήσει τῆς ἐμῆς μετριότητος, ἀφαρπάσαι τὸν αὐτὸν Ἰουλιανόν, καὶ λέγειν πολίτην τοῦ διαφέροντος αὐτῷ Βαζαριτανοῦ τόπου, καὶ παρά τὴν ἐμὴν γνώμην τοῦτο κατακεχρῆσθαι· καὶ γὰρ καὶ διάκονον τοῦτον ἐχειροτόνησε. Τοῦτο, εἰ ἔξεστι, γνωσθῇ ἡμῖν ἡ τοιαύτη ἄδεια, μακαριώτατοι ἀδελφοί, εἰ δὲ μή γε, τὸ οὕτως ἀναιδὲς κωλυθῆ, ἵνα μὴ ὁ λεχθεὶς Ἰουλιανὸς ἐπικοινωνῇ ἀλλοτρίοις. Νουμίδιος ἐπίσκοπος εἶπεν· Ἐὰν μὴ ἐρωτηθείσης, μηδὲ αἰτηθείσης τῆς σῆς ἀξίας, φανείη τοῦτο πράξας Ἰουλιανός, κρίνομεν πάντες ἀδίκως γινόμενον καὶ μὴ ἀξίως. Διὸ εἰ μὴ ὁ αὐτὸς Ἰουλιανὸς διορθώσηται τὴν οἰκείαν πλάνην καὶ μετ' ἀποθεραπεύσεως τῷ ὑμετέρῳ λαῷ τὸν αὐτὸν ἀποκαταστήσῃ κληρικόν, ὃν ἐτόλμησε χειροτονῆσαι κατὰ τῶν ὁρισθέντων τῇ συνόδῳ πράττων καὶ χωρισθεὶς ἀφ’ ἡμῶν, τῆς οἰκείας μονοτονίας ἀπενέγκοι τὴν κρίσιν. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ὁ κατὰ τὴν κεῖραν πατήρ καὶ αὐτῇ τῇ προκοπῇ ἀρχαιότατος καὶ ἐπαινετὸς ἀνὴρ, ὁ ἀδελφὸς καὶ συλλειτουργός ἡμῶν Βίκτωρ, τὴν αἴτησιν ταύτην γενικὴν βούλεται ἐπὶ πᾶσιν ἐκτελεσθῆναι. |
Κανὼν νε’: Περὶ τοῦ ἐξεῖναι τῷ ἐπισκόπω Καρχηδόνος, ὅθεν θέλει, κληρικὸν χειροτονεῖν. |
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὸν λόγον μου προσδέξασθε, ἀδελφοί. Συνέβη πολλάκις αἰτηθῆναί με ἀπὸ ἐκκλησιαστικῶν ἐνδεομένων διακόνων ἢ πρεσβυτέρων ἢ ἐπισκόπων καὶ ὅμως, μεμνημένος τῶν ὁρισθέντων, τούτοις ἕπομαι, ὥστε συνελθεῖν με τῷ ἐπισκόπῳ αὐτοῦ τοῦ ζητουμένου κληρικοῦ καὶ ταῦτα αὐτῷ ἐμφανίσαι, ὅτι κληρικὸν αὐτοῦ αἰτοῦνται οἱ τῆς οἱασδήποτε ἐκκλησίας. ᾽Ιδοὺ οὖν ἐπὶ τοῦ παρόντος οὐκ ἀντιλέγουσι, διὰ δὲ τὸ μήτε μετὰ ταῦτα συμβῆναι, τουτέστιν ἐναντιωθῆναί μοι τοὺς ἐν τούτῳ τῷ πράγματι παρ' ἐμοῦ αἰτουμένους, ἐπειδὴ οἴδατε πολλῶν ἐκκλησιῶν καὶ χειροτονιῶν φροντίδα με βαστάζειν, ᾡτινιδήποτε τῶν συνιερέων συνέλθω μετὰ δύο ἢ τριῶν μαρτύρων τῆς ὑμετέρας συγκληρώσεως, ἐὰν ἀκαθοσίωτος εὑρεθείη, δίκαιόν ἐστι κρῖναι τὴν ὑμετέραν ἀγάπην, τί δεῖ ποιῆσαι. Ἐγὼ γάρ, ὡς ἴστε ἀδελφοί, καί συγχώρησιν Θεοῦ, πολλῶν ἐκκλησιῶν φροντίδος ἀντέχομαι. Νουμίδιος ἐπίσκοπος εἶπεν· Ἀεὶ ὑπῆρξεν ἡ αὐθεντία αὕτη τῷ θρόνῳ τούτῳ, ἵνα ὅθεν θέλει καὶ περὶ οἰουδήποτε προετράπη ὀνόματος, κατὰ τὴν ἐπιθυμίαν ἑκάστης ἐκκλησίας, ἐχειροτόνει ἐπίσκοπον. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἡ ἀγαθοθέλεια μεσάζει τὴν ἐξουσίαν, ἧττον γὰρ τολμᾷς, ἥπερ δύνῃ, ἀδελφέ, ἐν τῷ πᾶσιν ἑαυτὸν ἀποδεικνύειν ἀγαθὸν καὶ φιλάνθρωπον, ἔχεις γὰρ τοῦτο ἐν τῇ κρίσει σου, τὸ ἀποθεραπεῦσαι ἑνὸς ἐκάστου ἐπισκόπου τὸ πρόσωπον· ἐν πρώτῃ δὲ καὶ μόνῃ συνελεύσει, εἰ συνίδῃς, τὸ ἐπ' ἐξουσίας ταύτῃ τῇ καθέδρᾳ εἶναι ἐκδικητέον, ἐπειδὴ ἀνάγκην ἔχεις αὐτὸς πάσας τὰς ἐκκλησίας ὑποστηρίζειν. Ὃθεν ἐξουσίαν σοι ἡμεῖς οὐ δίδομεν, ἀλλ' ἐπισφραγίζομεν ταύτην τῇ σῇ προαιρέσει, ὥστε ἐξεῖναι ἀεὶ κρατεῖν ὃν ἂν θέλῃς καὶ προχειρίζεσθαι προεστῶτας ταῖς ἐκκλησίαις καὶ ταῖς λοιπαῖς τοὺς ζητουμένους, καὶ ὅθεν συνίδοις. Ποστουμετιανὸς ἐπίσκοπος εἶπεν· Εἶτα, ἐάν τις ἕνα καὶ μόνον ἔχῃ πρεσβύτερον, μὴ ὀφείλει καὶ αὐτὸς ὁ εἷς ἐξ αὐτοῦ ἀφαιρεθῆναι; Αὐρήλιος ἐπίσκοπος εἶπε. Κατὰ συγχώρησιν Θεοῦ δύναται ὁ εἷς ἐπίσκοπος πολλοὺς χειροτονεῖν πρεσβυτέρους, πρεσβύτερος δὲ πρὸς ἐπισκοπὴν ἐπιτήδειος δυσχερῶς εὑρίσκεται· διὸ ἐάν τις εὑρεθῇ ἔχων ἕνα μόνον πρεσβύτερον καὶ αὐτὸν τῇ ἐπισκοπῇ ἐπιτήδειον, καὶ αὐτὸν τὸν ἕνα ὀφείλει δοῦναι πρὸς χειροτονίαν, Ποστουμετιανὸς ἐπίσκοπος εἶπεν· Οὐκοῦν ἐὰν ἄλλος ἐπίσκοπος ἔχῃ πλῆθος κληρικῶν, ὀφείλει μοι τὸ ἕτερον πλῆθος συνελθεῖν. Αὐρήλιος ἐπίσκοπος εἶπε· Δηλαδὴ ὃν τρόπον σὺ τῇ ἑτέρᾳ ἐκκλησίᾳ συνῆλθες, συνωθηθήσεται καὶ ὁ τοὺς πλείονας ἔχων κληρικούς, ἕνα ἐξ αὐτῶν εἰς χειροτονίαν σοι δαψιλεύσασθαι. |
Κανὼν νς’: Περὶ τοῦ, τοὺς ἐν ταῖς παροικίαις χειροτονουμένους ἐπισκόπους μή τινα ἑαυτοῖς ἐκδικεῖν διοίκησιν. |
Ὁνωράτος καὶ Οὐρβανὸς οἱ ἐπίσκοποι εἶπον· Ἠκούσαμεν ὁρισθέν, ἵνα αἱ παροικίαι μὴ ἀξιῶνται λαμβάνειν ἐπισκόπους, εἰ μὴ κατὰ συναίνεσιν τούτου, ὑφ’ ὃν καθίσταντο. ᾽Εν δὲ τῇ χώρᾳ ἡμῶν, κατὰ συγχώρησιν τοῦ ἐξ ἀρχῆς κατέχοντος τὰς διοικήσεις ἐπισκόπου, τινὲς εἰς τὰς αὐτὰς παροικίας χειροτονηθέντες ἐπίσκοποι, ἑαυτοῖς ἔτι μὴν ἑτέρας διεκδικοῦσι. Τοῦτο καὶ κωλυθῆναι τῇ ἀπὸ τῆς ὑμετέρας ἀγάπης κρίσει καὶ ἀναρτηθῆναι τοῦ λοιποῦ ὀφείλει. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἑκάστῳ ἐπισκόπῳ τὸ πρέπον ἐφυλάχθη, ἵνα ἐκ τῆς συγκτησίας τῶν παροικιῶν μηδὲν ἀποδρεφθείη πρὸς τὸ ἴδιον κτήσασθαι ἐπίσκοπον, εἰ μὴ κατὰ συναίνεσιν τοῦ τὴν ἐξουσίαν ἔχοντος. Ἐὰν δὲ αὐτὸς παραχωρήσῃ, ὥστε τὴν αὐτὴν διοίκησιν ἐπιτραπεῖσαν ἴδιον κτήσασθαι ἐπίσκοπον, εἰς τὰς λοιπὰς τὸν προχειρισθέντα μὴ ἐπιβαλέσθαι διοικήσεις, διότι μία ἐκ τοῦ σώματος τῶν πολλῶν ἀφαιρεθεῖσα, αὐτὴ καὶ μόνη ἠξιώθη τιμὴν ἰδίας ἐπισκοπῆς ἀναδέξασθαι. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Οὐκ ἀμφιβάλλω τῇ πάντων ὑμῶν ἀγάπῃ ἀρέσκειν, ὥστε τὸν κατὰ τὴν συγχώρησιν τοῦ προτέρου ἐπισκόπου ἐν τῇ διοικήσει προχειρισθέντα ἐπίσκοπον, μόνον αὐτὸν κατέχειν τὸν λαὸν εἰς ὃν ἐχειροτονήθη. Ἐπειδὴ οὖν πάντα νομίζω εἶναι τετρακταϊσμένα, ἐὰν πάντα στοιχῇ τῷ λογισμῷ ὑμῶν, πάντα βεβαιώσατε τῇ ἡμετέρᾳ ἐκφωνήσει. Πάντες οἱ ἐπίσκοποι εἶπον· Πᾶσιν ἡμῖν ταῦτα ἤρεσε καὶ τῇ ἡμετέρα ὑπογραφῇ ταῦτα βεβαιοῦμεν· καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς ἐκκλησίας Καρχηδόνος τῷ παρόντι δεκρέτῳ συνήνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν. |
Κανὼν νζ’: Ὥστε τοὺς μικροὺς παρὰ τοῖς Δονατισταῖς βαπτιζομένους, ἐν τῇ καθολικῇ ἐκκλησίᾳ κληρικοὺς χειροτονεῖσθαι. |
Διὸ ἐπειδὴ ἐν τῇ ἀνωτέρω συνόδῳ ὁρισθὲν μέμνηται ἅμα ἐμοὶ ἡ ὑμετέρα ὁμοψυχία, ὥστε τοὺς παρὰ τοῖς Δονατισταῖς μικροὺς βαπτιζομένους καὶ μηδέπω δυναμένους γινώσκειν τῆς πλάνης αὐτῶν τὸν ὄλεθρον, μετὰ τὸ εἰς κεῖραν λογισμοῦ δεκτικὴν παραγενέσθαι, ἐπιγνωσθείσης τῆς ἀληθείας, τὴν φαυλότητα ἐκείνων βδελυττομένους πρὸς τὴν καθολικὴν τοῦ Θεοῦ Ἐκκλησίαν, τὴν ἀνὰ πάντα τὸν κόσμον διακεχυμένην, τάξει ἀρχαίᾳ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἀναδεχθῆναι τοὺς τοιούτους ἐκ τοῦ τῆς πλάνης ὀνόματος μὴ ὀφείλειν ἐμποδίζεσθαι εἰς τάξιν κληρώσεως, ὁπόταν τὴν ἀληθινὴν ἐκκλησίαν ἰδίαν ἑαυτῶν ἐλογίσαντο τῇ πίστει προσερχόμενοι καὶ ἐν αὐτῇ, τῷ Χριστῷ πιστεύσαντες, τῆς Τριάδος τὰ ἁγιάσματα ὑπεδέξαντο, ἅτινα πάντα ἀληθῆ καὶ ἅγια καὶ θεῖα εἶναι δῆλόν ἐστι καὶ ἐν τούτοις πᾶσαν τὴν τῆς ψυχῆς ἐλπίδα ὑπάρχειν. Κἄν εἰ τὰ μάλιστα οὖν καὶ ἡ τῶν αἱρετικῶν προληφθεῖσα τόλμα, τῷ ὀνόματι τῆς ἀληθείας ἐναντιούμενά τινα παραδιδόναι προπετεύεται, ταῦτα ἐπειδὴ ἁπλᾶ εἰσιν, ὡς διδάσκει ὁ ἅγιος ἀπόστολος λέγων· Εἷς Θεός, μία πίστις, ἕν βάπτισμα· καὶ τὸ ὀφεῖλον προσάπαξ δίδοσθαι, ἐπαναληφθῆναι οὐκ ἔξεστιν, ἀναθεματιζομένου τοῦ τῆς πλάνης ὀνόματος, διὰ τῆς ἐπιθέσεως τῆς χειρὸς ἀναδεχθῶσιν εἰς τὴν μίαν Ἐκκλησίαν, τήν, ὡς εἴρηται, περιστερὰν καὶ μόνην μητέρα τῶν χριστιανῶν, ἐν ᾗ τὰ ἁγιάσματα σωτηριωδῶς αἰώνια καὶ ζωτικὰ περιλαμβάνονται· ἅτινα τοῖς ἐπιμένουσιν ἐν τῇ αἱρέσει μεγάλην τῆς καταδίκης τὴν τιμωρίαν πορίζουσιν, ἵνα, ὅπερ ἦν αὐτοῖς ἐν τῇ ἀληθείᾳ πρὸς τὴν αἰώνιον ζωὴν ἀκολουθητέον φωτεινότερον, τοῦτο γένηται αὐτοῖς ἐν τῇ πλάνῃ σκοτεινότερον καὶ πλέον καταδεδικασμένον, Ὅπερ τινὲς ἔφυγον καὶ τῆς Ἐκκλησίας τῆς καθολικῆς μητρὸς τὰ εὐθύτατα ἐπιγνόντες, πάντα ἐκεῖνα τὰ ἅγια μυστήρια φίλτρῳ τῆς ἀληθείας ἐπίστευσαν καὶ ὑπεδέξαντο. Τοῖς οὖν τοιούτοις, ὅταν δοκιμὴ χρηστοῦ βίου προσέλθῃ, ἀναμφιβόλως καὶ κλῆρος πρὸς ὑπουργίαν τῶν ἁγίων προσκυρωθήσεται· καὶ μάλιστα ἐν τῇ τοσαύτῃ τῶν πραγμάτων ἀνάγκῃ, οὐδείς ἐστι ὁ μὴ τοῦτο παραχωρῶν. Εἰ δέ τινες τοῦ αὐτοῦ δόγματος κληρικοί, μετὰ τοῦ πλήθους καὶ τῶν τιμῶν αὐτῶν πρὸς ἡμᾶς ἐλθεῖν ποθήσουσιν, οἵτινες τῷ ἔρωτι τῆς τιμῆς συμβουλεύουσι πρὸς ζωὴν καὶ κατέχουσι πρὸς σωτηρίαν, ἀλλὰ τοῦτο καταλειπτέον κρίνω τῃ μείζονι κατανοήσει, ψηφισομένων τῶν προλεχθέντων ἀδελφὡν, ἵνα τῇ συνετωτέρᾳ αὐτῶν βουλῇ τῆς ἡμετέρας αναφορᾶς τὸν λόγον διαγνῶσι καὶ ἡμᾶς βεβαιῶσαι καταξιώσωσιν εἰς τὸ ὀφεῖλον περὶ τούτου τοῦ πράγματος παρ' ἡμῶν τυπωθῆναι. Μόνον δὲ περὶ τῶν ἐν νηπιότητι βαπτισθέντων ἀρκούμεθα, ἵνα, εἰ ἀρέσκει αὐτοῖς, τῇ ἡμετέρᾳ συναινέσωσι προαιρέσει περὶ τοῦ χειροτονεῖσθαι τούτους. Πάντα τοίνυν, ἅ ἀνωτέρω συνηγάγομεν παρὰ τοῖς ἀγιωτάτοις ἐπισκόποις, πρακτέα εἶναι δικαιοῖ ἅμα ἐμοὶ ἡ ἔντιμος ὑμῶν ἀδελφότης. |
Κανὼν νη’: Περὶ τῶν ἐγκαταλειμμάτων τῶν εἰδώλων καὶ ναῶν τῶν ὀφειλόντων ἐξαλειφθῆναι. |
Ὧν χάριν αἰτῆσαι δεῖ τοὺς θρησκευτικωτάτους βασιλεῖς, ὥστε τὰ ἐγκαταλείμματα τῶν εἰδώλων τὰ κατὰ πᾶσαν τὴν Ἀφρικὴν κελεῦσαι παντελῶς ἀνακοπῆναι, καὶ γὰρ ἐν πολλοῖς τόποις παραθαλασσίοις καὶ διαφόροις κτήσεσιν ἀκμάζει ἔτι τῆς πλάνης ταύτης ἡ ἀδικία, ἵνα παραγγελθῶσι καὶ αὐτὰ ἀπαλειφθῆναι, καὶ οἱ ναοὶ αὐτῶν, οἱ ἐν τοῖς ἀγροῖς καὶ ἀποκεκρυμμένοις τόποις χωρίς τινος εὐκοσμίας καθεστῶτες, παντὶ τρόπῳ κελευσθῶσι καταστραφῆναι. |
Κανὼν νθ’: Περὶ τοῦ, κληρικοὺς χάριν διαγνώσεως τῆς οἰκείας αὐτῶν κρίσεως μὴ ἀναγκάζεσθαι δημοσίως μαρτυρεῖν. |
Δεῖ αἰτῆσαι ἔτι μήν, ἵνα ὁρίσαι καταξιώσωσιν, ὥστε, ἐάν τινες ἐν ἐκκλησίᾳ οἱανδήποτε αἰτίαν ἀποστολικῷ δικαίῳ τῷ ταῖς Ἐκκλησίαις ἐπικειμένῳ γυμνάσαι θελήσωσι, καὶ ἴσως ἡ τομὴ τῶν κληρικῶν τῷ ἑνὶ μέρει ἀπαρέσοι, μὴ ἐξεῖναι πρὸς δικαστήριον εἰς μαρτυρίαν προκαλεῖσθαι τὸν κληρικὸν ἐκεῖνον, τὸν πρότερον τὸ αὐτὸ πρᾶγμα σκοπήσαντα ἢ καὶ σκοπουμένῳ παρατυχόντα· καὶ ἵνα μηδὲ προσώπῳ τις προσήκων ἐκκλησιαστικῷ ἐναχθῇ περὶ τοῦ ὀφείλειν μαρτυρεῖν. |
Κανὼν ξ’ (60): Περὶ τοῦ ἀφελέσθαι τὰ τῶν Ἑλλήνων συμπόσια. |
Κἀκεῖνο ἔτι μὴν δεῖ αἰτῆσαι παρὰ τῶν χριστιανῶν βασιλέων, ἐπειδὴ παρὰ τὰ θεῖα παραγγέλματα ἐν πολλοῖς τόποις συμπόσια οὕτως ἐπιτελοῦνται, ἐκ τῆς ἐθνικῆς πλάνης προενεχθέντα, ὡς καὶ χριστιανοὺς τοῖς Ἕλλησι λάθρα προσυνάγεσθαι ἐπὶ τῇ τούτων τελετῇ, ἵνα κελεύσωσι τὰ τοιαῦτα κωλυθῆναι καὶ ἐκ τῶν πόλεων καὶ ἐκ τῶν κτήσεων, μάλιστα ὅτι καὶ ἐν αὐτοῖς τοῖς γενεσίοις τῶν μακαρίων μαρτύρων ἀνά τινας πόλεις καὶ εἰς αὐτοὺς τοὺς ἱεροὺς τόπους τὰ τοιαῦτα πλημμελεῖν οὐχ ὑφορῶνται· ἐν αἷς ἡμέραις, ὅπερ καὶ λέγειν αἰσχύνη ἐστίν, ἐκτελοῦσιν, ὥστε τῇ τῶν οἰκοδεσποινῶν τιμῇ καὶ ἄλλων ἀναριθμήτων γυναικῶν τῇ αἰδοῖ, τῶν εὐλαβῶς εἰς τὴν ἁγίαν ἡμέραν παραγενομένων, λάγναις ὕβρεσιν ἐφορμᾶν, ὡς καὶ αὐτῆς τῆς ἁγίας πίστεως σχεδὸν φεύγεσθαι τὴν προσέλευσιν. |
Κανὼν ξα’: Περὶ θεωριῶν ἵνα ἐν τῇ Κυριακῇ καὶ ἐν ταῖς λοιπαῖς τῶν ἁγίων ἑορταῖς μηδαμῶς ἐπιτελῶνται. |
Κἀκεῖνο ἔτι μὴν δεῖ αἰτῆσαι, ἵνα τὰ θεώρια τῶν θεατρικῶν παιγνίων ἐν τῇ Κυριακῇ καὶ ἐν ταῖς λοιπαῖς φαιδραῖς τῆς τῶν χριστιανῶν πίστεως ἡμέραις κωλύωνται· μάλιστα, ὅτι ἐν τῇ ὁγδοάδι τοῦ ἁγίου Πάσχα, οἱ ὄχλοι μᾶλλον εἰς τὸ ἱπποδρόμιον ἥπερ εἰς τὴν ἐκκλησίαν συνέρχονται, ὀφείλειν μετενεχθῆναι τὰς ὡρισμένας αὐτῶν ἡμέρας, ὅτε ἀπαντήσει, καὶ μὴ ὀφείλειν τινὰ τῶν χριστιανῶν πρὸς τὰ θεῖα ταῦτα ἀναγκάζεσθαι. |
Κανὼν ξβ’: Περὶ τῶν καταδικαζομένων κληρικῶν. |
Κἀκεῖνο δεῖ αίτῆσαι, ἵνα ὁρίσαι κατᾳξιώσωσιν, ὥστε κληρικὸν οἱασδήποτε τιμῆς τυγχάνοντα, ἐφ’ οἱῳδήποτε ἐγκλήματι τῇ τῶν ἐπισκόπων κρίσει καταδικασθέντα, μὴ εξεῖναι τὸν αυτόν, εἴτε παρὰ τῆς ἐκκλησίας, ἧς ὑπῆρχεν, εἴτε παρ' οἱουδήποτε ἀνθρώπου διεκδικεῖσθαι, ποινῆς ἐπὶ τούτῳ παρεντεθείσης ζημίας χρημάτων τε καὶ τιμῆς, ὅπως μηδὲ κεῖραν, μηδὲ φύσιν ἀπολογητέαν εἶναι κελεύσωσι. |
Κανὼν ξγ’: Περὶ τῶν μίμων τῶν γινομένων Χριστιανῶν. |
Περὶ τῶν τοιούτων ἔτι μὴν αἰτῆσαι δεῖ, ἵνα, ἐάν τις ἐξ οἱουδήποτε παιγνιώδους ἐπιτηδεύματος πρὸς τὴν τοῦ Χριστιανισμοῦ χάριν ἐλθεῖν θελήσοι καὶ ἐλεύθερος ἀπ' ἐκείνων τῶν σπιλάδων διαμεῖναι, μὴ ἐξὸν εἴη τινί τόν τοιοῦτον πρός τά αὐτά γυμνάσματα πάλιν προτρέπεσθαι ἢ καταναγκάζειν. |
Κανὼν ξδ’: Περὶ τῶν ἐλευθεριῶν τῶν ἐν τῇ ἐκκλησίᾳ γινομένων, αἰτητέον ἀπὸ τοῦ βασιλέως. |
Περὶ ἐλευθεριῶν δηλαδὴ ἐν τῇ ἐκκλησίᾳ κηρυκτέων, ἐὰν τοῦτο οἱ ἡμέτεροι συνιερεῖς φαίνωνται ποιοῦντες ἀνὰ τὴν ᾽Ιταλίαν, καὶ ἡ ἡμετέρα δῆλον πεποίθησις τῇ τούτων τάξει ἔπηται, δοθείσης φανερῶς ἀδείας πεμπομένου τοποτηρητοῦ, ἵνα οἱαδήποτε ἄξια πίστεως ὑπὲρ τῆς ἐκκλησιαστικῆς καταστάσεως καὶ τῆς τῶν ψυχῶν σωτηρίας ἐκτελέσαι δυνηθείη, καὶ ἡμεῖς ἐπαινετῶς ἐνώπιον τοῦ Κυρίου ὑποδεξώμεθα. Ταῦτα πάντα, ἐὰν τῇ ὑμετέρᾳ ἁγιωσύνῃ ἀρέσκῃ, ἐξείπατε, ἵνα καὶ τὴν ἐμὴν ἀναφορὰν βεβαίαν οὖσαν ὑμῖν ἐπιδείξω, καὶ τὰ παρὰ τῆς πάντων ἡμῶν συναινέσεως ἡ αὐτῶν εἰλικρινότης ἡδέως προσδέξηται. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πᾶσιν ἀρέσκει τὰ προτεθέντα, καὶ συνεπῶς ἀπὸ τῆς σῆς ἁγιωσύνης ἐξηγηθέντα ὀφείλει ἐκτελεσθῆναι. |
Κανὼν ξε’: Περὶ Αἰκυτίου ἐπισκόπου τοῦ καταδικασθέντος. |
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τοῦ Αἰκυτίου ἔτι μήν, τοῦ ἔκπαλαι κατὰ τὴν ἰδίαν ἀξίαν τῇ τῶν ἐπισκόπων γνώμῃ καταδικασθέντος, τὸ πρᾶγμα οὐκ οἶμαι παρεατέον τῇ πρεσβείᾳ, ἵνα, ἐὰν τυχὸν τοῦτον εὕρῃ ἐν ἐκείνοις τοῖς μέρεσιν, ἔστω πρὸς φροντίδος τῷ αὐτῷ ἡμῶν ἀδελφῷ ὑπὲρ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ὡς χρὴ καὶ ὅπου ἐξὸν εἴη, κατ' ἐκείνου διαπράξασθαι. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πολὺ ἀρέσκει καὶ αὕτη ἡ ἐξακολούθησις· μάλιστα, ὅτι ἔκπαλαι καταδεδίκασται ὁ αὐτὸς Αἰκύτιος καὶ ἡ τούτου ἀναίσχυντος ἀνησυχία, ὑπὲρ τῆς καταστάσεως καὶ σωτηρίας τῆς ἐκκλησίας μᾶλλον καὶ μᾶλλον πανταχοῦ καταμαχητέα ἐστί. Καὶ ὑπέγραψαν· Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν. |
Κανὼν ξς’: Περὶ τοῦ μετὰ τῶν Δονατιστῶν πράως διαπράξασθαι. |
Μετὰ ταῦτα ψηλαφηθέντων καὶ κατανοηθέντων πάντων τῶν ἐν τῇ ἐκκλησιαστικῇ χρησιμότητι συντρέχειν δοκούντων, ἐπινεύσαντος καὶ ἐνηχήσαντος τοῦ Πνεύματος τοῦ Θεοῦ, ἐπελεξάμεθα ἠπίως καὶ εἰρηνικῶς διαπράξασθαι μετὰ τῶν μνημονευθέντων ἀνθρώπων, κἂν εἰ τὰ μάλιστα ἐκ τῆς τοῦ Κυριακοῦ σώματος ἑνώσεως ἀνησυχάστῳ διχονοίᾳ ἀποσχίζωσιν, ἵνα, ὅσον τὸ ἐν ἡμῖν, πᾶσι καθόλου γνωσθῇ τοῖς τῇ ἐκείνων κοινωνίᾳ (καὶ ἐταιρίᾳ) σαγηνευθεῖσιν, ἀνὰ πάσας τῆς Ἀφρικῆς ἐπαρχίας, πῶς ἐλεεινῆ πλάνῃ κατεδέθησαν· ἴσως, καθὼς λέγειν ὁ Ἀπόστολος, ἡμῶν ἐν ἡμερότητι συναγόντων τοὺς τὰ διάφορα φρονοῦντας, δώσει αὐτοῖς ὁ Θεὸς μετάνοιαν πρὸς τὸ ἐπιγνῶναι τὴν αλήθειαν, καὶ ἵνα ἀνασφήλωσιν οἱ ἐκ τῶν τοῦ διαβόλου βρόχων αἰχμαλωτισθέντες αυτῷ εἰς τὸ αὐτοῦ θέλημα. |
Κανὼν ξζ’: Περὶ γραμμάτων ὀφειλόντων τοῖς ἄρχουσιν ἀποσταλῆναι, ὥστε κατάδηλα γενέσθαι τὰ μεταξὺ τῶν Δονατιστῶν καὶ Μαξιμιανιστῶν πραχθέντα. |
Ἤρεσε, τοίνυν, ἵνα ἐκ τῆς ἡμετέρας συνόδου γράμματα πρὸς τοὺς τῆς Ἀφρικῆς ἄρχοντας δοθῶσιν, ἀφ’ ὧν αἰτῆσαι ἀρμόδιον ἔδοξε, περὶ τοῦ βοηθῆσαι τῇ κοινῇ μητρὶ τῇ καθολικῇ Ἐκκλησίᾳ, ἐν οἷς ἡ τῶν ἐπισκόπων αυθεντία ἐν ταῖς πόλεσι καταφρονεῖται. Τουτέστιν, ἵνα ἀρχοντικῇ δυναστείᾳ καὶ ἐπιμελείᾳ καὶ χριστιανικῇ πίστει ἀναζητήσωσι τὰ γενόμενα ἐν ὅλοις τοῖς τόποις, ἐν οἷς οἱ Μαξιμιανισταὶ τὰς ἐκκλησίας κατέσχον, ἔτι δὲ καὶ τοὺς ἀπ' αὐτῶν ἀποσχίσαντας, καὶ δημοσίοις πεπραγμένοις τὴν περὶ τούτων γνῶσιν βεβαίαν πᾶσιν ἀναγκαίως ποιήσωσιν ἐντεθῆναι. |
Κανὼν ξη’: Περὶ τοῦ, τοὺς κληρικοὺς τῶν Δονατιστῶν ἐν τῷ κλήρῳ τῆς καθολικῆς Ἐκκλησίας ἀναδέχεσθαι. |
Ἐς ὕστερον ἤρεσεν, ἵνα γράμματα πεμφθῶσι πρὸς τοὺς ἀδελφοὺς καὶ συνεπισκόπους ἡμῶν, καὶ μάλιστα πρὸς τὴν ἀποστολικὴν καθέδραν, ἐν ᾗ προκάθηται ὁ μνημονευθεὶς προσκυνητὸς ἀδελφὸς καὶ συλλειτουργὸς ἡμῶν Ἀναστάσιος· ἐπειδὴ γινώσκει τὴν ᾽Αφρικὴν μεγάλην ἔχει ἀνάγκην, ὥστε, διὰ τὴν τῆς ἐκκλησίας εἰρήνην καὶ χρησιμότητα, καὶ αυτῶν τῶν Δονατιστῶν οἱτινεσδήποτε κληρικοί, διορθουμένης τῆς κατὰ τὴν ἑνὸς ἑκάστου καθολικοῦ ἐπισκόπου προαίρεσιν καὶ βουλὴν τοῦ ἐν τῷ αὐτῷ τόπῳ κυβερνῶντος τὴν ἐκκλησίαν, ἐὰν τοῦτο συμβάλλεσθαι τῇ τῶν χριστιανῶν εἰρήνῃ φανείη, ἐν ταῖς ἰδίαις τιμαῖς αὐτοὺς ἀναδεχθῆναι, καθὼς καὶ ἐν τοῖς προλαβοῦσι χρόνοις περὶ τῆς αὐτῆς διαστάσεως γενέσθαι φανερόν ἐστιν. Ὅπερ πολλῶν καὶ σχεδὸν πασῶν τῶν ἐν τῇ Ἀφρικῇ ἐκκλησιῶν, ἐν αἷς ἡ τοιαύτη πλάνη ἀνεφύη, τὰ παραδείγματα μαρτύρονται, οὐχ ἵνα ἡ σύνοδος ἡ ἐν τοῖς περαματικοῖς μέρεσι περὶ τούτου τοῦ πράγματος γενομένη διαλυθῇ, ἀλλ' ἵνα ἐκεῖνο μείνῃ περὶ τοὺς οὕτω μετελθεῖν πρὸς τὴν καθολικὴν Ἐκκλησίαν βουλομένους, ὥστε μηδεμίαν ἐπὶ τούτου τῆς ἑνότητος συντομίαν περιεργάζεσθαι. Δι᾽ ὧν δὲ παντὶ τρόπῳ ἐκτελεσθῆναι καὶ προσβοηθηθῆναι ἡ καθολικὴ ἑνότης φανερῷ κέρδει τῶν ἀδελφικῶν ψυχῶν φανείη ἐν τοῖς τόποις, οἷς διάγουσι, μὴ ἐμποδίσῃ τούτοις τὸ ὁρισθὲν κατὰ τῶν τιμῶν αὐτῶν ἐν τῇ περαματικῇ συνόδῳ, ὀπόταν τὸ σωθῆναι οὐδενὶ προσώπῳ ἀποκέκλεισται. Τουτέστιν, ἵνα οἰ χειροτονηθέντες ἐν τῷ τῶν Δονατιστῶν μέρει, ἐὰν πρὸς τὴν καθολικὴν πίστιν διορθωθέντες μετελθεῖν θελήσοιεν, μὴ κατὰ τὴν περαματικὴν σύνοδον μὴ δεχθῶσιν εν ταῖς οἰκείαις τιμαῖς, ἀλλὰ μᾶλλον οὗτοι προσδεχθῶσι, δι' ὧν τῇ καθολικῇ ἑνότητι γίνεται πρόνοια. |
Κανὼν ξθ’: Περὶ τοῦ, πρεσβείαν πρὸς τοὺς Δονατιστὰς ἀποσταλῆναι χάριν τοῦ τὴν εἰρήνην συνθεῖναι. |
Ἤρεσεν ἔπειτα, ὥστε τούτων πραχθέντων, τοποτηρητὰς περὶ τοῦ κηρῦξαι εἰρήνην καὶ ἑνότητα, ἧς τινος χωρὶς ἡ τῶν χριστιανῶν σωτηρία καθίστασθαι οὐ δύναται, πεμφθῆναι ἐκ τοῦ ἡμετέρου ἀριθμοῦ πρὸς τοὺς τῶν αὐτῶν Δονατιστῶν, εἴτε τινὰς ἔχουσιν ἐπισκόπους, εἴτε λαϊκούς. Δι' ὧν τοποτηρητῶν πᾶσιν ἐν γνώσει γένηται, πῶς οὐδὲν ἔχουσιν εὔλογον κατὰ τῆς καθολικῆς ἐκκλησίας, μάλιστα, ἵνα φανερὸν πᾶσι γένηται διὰ τῶν πολιχνιωτικῶν πεπραγμένων, πρὸς πίστωσιν τῆς ἀποδείξεως, ὅπερ αὐτοὶ περὶ τῶν Μαξιμιανιστῶν τῶν ἰδίων σχισματικῶν ἔπραξαν. Ἔνθα αὐτοῖς θεόθεν ἀποδείκνυται, ἐὰν ἐπισκῆψαι θελήσοιεν, οὕτως ἀδίκως τότε αὐτοὺς ἀπὸ τῆς ἐκκλησιαστικῆς ἑνώσεως ἀποσχίσαντας, ὥσπερ κράζουσιν ἀδίκως ἀπ' αὐτῶν τοὺς Μαξιμιανιστὰς νῦν ἀποσχίσαι· ἐκ δὲ τοῦ ἀριθμοῦ τούτων, οὕστινας φανερᾷ τῆς οἰκείας βουλῆς αὐθεντίᾳ κατεδίκασαν, μετὰ ταῦτα ἐν ταῖς ἰδίαις τιμαῖς ἀνεδέξαντο καὶ τὸ βάπτισμα, ὅ οἱ παρ' αὐτοῖς καταδεδικασμένοι καὶ ἐκβεβλημένοι δεδώκασι. προσεδέξαντο πρὸς τὸ δειχθῆναι, πῶς μωρᾷ καρδίᾳ ἀντιτάσσονται τῇ εἰρήνῃ τῆς Ἐκκλησίας τῆς ἐν παντὶ τῷ κόσμῳ διακεχυμένης. Ταῦτα ποιοῦντες ὑπὲρ τοῦ μέρους τοῦ Δονάτου, καὶ μὴ λέγοντες ἑαυτοὺς μολύνεσθαι τῇ κοινωνίᾳ τῶν παρ᾽ αὐτοῖς οὕτω διὰ τὸ ἀκούσιον τῆς ειρήνης ἀναδεχθέντων, ἡμῖν δὲ φιλονεικοῦντες, τουτέστι τῇ καθολικῇ Ἐκκλησίᾳ, ἔτι μὴν καὶ τῇ ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς γῆς καθεστώσῃ, διὰ τῆς μεμιασμένης τούτων κοινωνίας, ὧν τινων πρῴην κατῃτιῶντο πάντες, ἐλέγξαι αὐτοὺς οὐκ ἠδυνήθησαν. |
Κανὼν ο’ (70): Περὶ τοῦ ποῖοι, ὀφείλουσι κληρικοὶ γαμετῶν ἀπέχεσθαι. |
Πρὸς ἐπὶ τούτοις ἐν τῷ περὶ ἐγκρατείας τῆς περὶ τὰς οἰκείας γαμετάς τινων μνημονεύεσθαι κληρικῶν ἤρεσεν, ὥστε τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους, κατὰ τοὺς ἰδίους ὅρους, καὶ ἐκ τῶν ἰδίων ἔτι μὴν ἀπέχεσθαι γαμετῶν. ῞Οπερ εἰ μὴ ποιήσαιεν, ἀπὸ τῆς ἐκκλησιαστικῆς ἀποκινηθῶσι τάξεως· τοὺς δὲ λοιποὺς κληρικοὺς πρὸς τοῦτο μὴ ἀναγκάζεσθαι, ἀλλ' ὀφείλειν κατὰ τὴν ἑκάστης ἐκκλησίας συνήθειαν παραφυλάττεσθαι. |
Κανὼν οα’: Περὶ τῶν τοὺς ἰδίους λαοὺς ἐγκαταλιμπανόντων. |
Πάλιν ἤρεσεν, ὥστε μηδενὶ ἐξεῖναι ἐπισκόπῳ, καταλειφθείσης τῆς αὐθεντικῆς αὐτοῦ καθέδρας, πρός τινα ἐκκλησίαν ἐν διοικήσει καθεστῶσαν ἑαυτὸν ἀποφέρειν ἢ ἐν οἰκείῳ πράγματι, ὑπὲρ ὃ χρὴ ἐπὶ πολὺ ἀπασχολουμένῳ ἀμελεῖν τῆς φροντίδος καὶ τῆς συνεχείας τοῦ ἰδίου θρόνου. |
Κανὼν οβ’: Περὶ νηπίων ὀφειλόντων βαπτίζεσθαι, ὁσάκις ἀμφιβάλλεται περὶ αὐτῶν, εἰ ἄρα ἐβαπτίσθησαν. |
Ὁμοίως ἤρεσε περὶ τῶν νηπίων, ὁσάκις μὴ εὑρίσκωνται βέβαιοι μάρτυρες, οἱ ταῦτα ἀναμφιβόλως βαπτισθέντα εἶναι λέγοντες καὶ οὐδὲ αὐτὰ διὰ τὴν κεῖραν περὶ τῆς παραδοθείσης αὐτοῖς μυσταγωγίας ἀποκρίνεσθαι ἐπιτηδείως ἔχουσι, χωρίς τινος προσκόμματος ὀφείλειν ταῦτα βαπτίζεσθαι, μήποτε ὁ τοιοῦτος δισταγμὸς ἀποστερήσῃ αὐτὰ τῆς τοιαύτης τοῦ ἀγιασμοῦ καθάρσεως. Ἐκ τούτου γὰρ οἱ τοποτηρηταὶ τῶν Μαύρων ἀδελφοὶ ἡμῶν τοῦτο ἐβουλεύσαντο, ὅτι πολλοὺς τοιούτους ἀπὸ τῶν βαρβάρων ἐξαγοράζονται. |
Κανὼν ογ’: Περὶ τοῦ τὴν ἡμέραν τοῦ Πάσχα ἐν τῇ ἡμέρᾳ τῆς συνόδου ἀγγέλλεσθαι. |
Ὁμοίως ἤρεσεν, ὥστε τὴν ἡμέραν τοῦ προσκυνητοῦ Πάσχα διὰ τῆς τῶν τετυπωμένων ὑπογραφῆς πᾶσιν ἐμφανίζεσθαι. Ἡ δὲ τῆς συνόδου ἡμέρα ἡ αὐτὴ φυλαχθῇ, ἥτις ὡρίσθη ἐν τῇ ἐν Ἱππῶνι συνόδω, τουτέστιν ἡ πρὸ δέκα καλανδῶν Σεπτεμβρίων. Ὀφείλει γὰρ καὶ γραφῆναι πρὸς τοὺς πρωτεύοντας πασῶν τῶν ἐπαρχιῶν, ἵνα, ὅτε παρ' ἑαυτοῖς σύνοδον προσκαλοῦνται, ταύτην τὴν ἡμέραν φυλάττωσιν. |
Κανὼν οδ’: Περὶ τοῦ, μὴ ὀφείλειν ἐπίσκοπον ἐπιξενούμενον καθέζεσθαι ἐν ᾗ καθέδρᾳ ἐπιξενοῦται. |
Ὁμοίως ὡρίσθη, ὥστε μηδενὶ ἐξεῖναι μεσίτῃ τὴν καθέδραν κατέχειν, ᾗ τινι μεσίτης δέδοται, διὰ οἱασδήποτε τῶν λαῶν σπουδὰς ἢ διχοστασίας, ἀλλὰ σπουδάζειν ἐντὸς ἐνιαυτοῦ τοῖς αὐτοῖς προνοεῖσθαι ἐπίσκοπον· εἰ δὲ περὶ τοῦτο ἀμελήσοι, μετὰ τὴν περαίωσιν τοῦ ἐνιαυτοῦ ἕτερος ψηφισθῇ μεσίτης. |
Κανὼν οε’: Περὶ ἐκδίκων τῶν ἐκκλησιῶν τῶν ὀφειλόντων ἀπὸ τοῦ βασιλέως αἰτηθῆναι. |
Σύμπασιν ἔδοξεν αἰτῆσαι ἀπὸ τῶν βασιλέων διὰ τὴν τῶν πενήτων κάκωσιν, ὧν ταῖς ἐπαχθείαις ἀπαύστως ἡ ἐκκλησία παρενοχλεῖται, ὥστε ἐκδίκους τούτοις μετὰ τῆς τῶν ἐπισκόπων προνοίας ἐπιλεγῆναι κατὰ τῆς τῶν πλουσίων τυραννίδος. |
Κανὼν ος’: Περὶ τῶν μὴ ἀπαντώντων ἐν ταῖς συνόδοις ἐπισκόπων. |
Ὁμοίως ἤρεσεν, ἵνα, ὁσάκις δήποτε σύνοδον δεῖ συναχθῆναι, οἱ ἐπίσκοποι, οἵτινες οὔτε κείρᾳ, οὔτε ἀσθενείᾳ, οὔτε τινὶ βαρυτέρᾳ ἀνάγκῃ ἐμποδίζονται, ἁρμοδίως ἀπαντῶσι καὶ τοῖς πρωτεύουσιν ἑκάστης ἰδίας αυτῶν ἐπαρχίας ἐμφανισθείη περὶ πάντων τῶν ἐπισκόπων, εἴτε δύο, εἴτε τρεῖς συναθροίσεις γένωνται· καὶ ἀπὸ ἑκάστου δὲ ἀθροισμοῦ εἰς ἀμοιβὴν ὁσοιδήποτε ἐπιλεγῶσι πρὸς τὴν ἡμέραν τῆς συνόδου ἐνστατικῶς ἀπαντήσωσιν. Ἐὰν δὲ μὴ δυνηθῶσιν ἀπαντῆσαι, ἀθρόον τινῶν ἀναγκῶν ὡς εἰκὸς ἀναφυομένων, εἰ μή τόν λόγον τοῦ οἰκείου ἐμποδισμοῦ παρὰ τῷ οἰκείῳ πρωτεύοντι ἀποδώσωσιν, ὀφείλειν τοὺς τοιούτους τῇ κοινωνίᾳ τῆς ἰδίας αυτῶν ἀρκεῖσθαι ἐκκλησίας. |
Κανὼν οζ’: Περὶ Κρεσκωνίου. |
Περὶ Κρεσκωνίου τοῦ Βιλλαρεκεντισίου τοῦτο πᾶσιν ἔδοξεν, ἵνα ἐντεῦθεν ὁμοίως ἐμφανισθείη τῷ πρωτεύοντι τῆς Νουμιδίας πρὸς τὸ εἰδέναι αὐτὸν ὀφείλειν γράμμασιν οἰκείοις πρὸς συνέλευσιν προτρέψασθαι τὸν μνημονευθέντα Κρεσκώνιον, ὥστε μὴ ὑπερθέσθαι τὴν παρουσίαν αὐτοῦ τῇ πλησιαζούσῃ συμπάσῃ Ἀφρικανῇ συνόδῳ παρασχεῖν. Ἐὰν δὲ τοῦ ἐλθεῖν καταφρονήσῃ, ἔσται εἰδὼς κατ' αὐτοῦ ψῆφον νομοθετηθησομένην. |
Κανὼν οη’: Περὶ τῶν ἐν Ἱππῶνι φροντιστῶν τῆς ἐκκλησίας. |
Πάλιν ἤρεσεν, ἵνα, ἐπειδὴ τῆς ἐκκλησίας τῶν ἐν Ἱππῶνι φροντιστῶν ἡ ἐγκατάλειψις οὐκ ὀφείλει ἐπὶ πολὺ ἀμεληθῆναι, καὶ επειδὴ αἱ ἐκεῖ ἐκκλησίαι κατέχονται παρὰ τῶν τὴν ἄτυπον τοῦ Αἰκυτίου κοινωνίαν παραιτησαμένων, πεμφθέντων ἐκ τῆς παρούσης συνόδου ἐπισκόπων Ῥηγίνου, Ἀλυπίου, Αὐγουστίνου, Ματέρνου, Θεασίου, Εὐοδίου, Πλακιανοῦ, Οὐρβανοῦ, Βαλερίου, Ἀμβιβίου, Φουρτουνάτου, Κουοδβουλτδέου, Ὁνωράτου, Ἰαννουαρίου, Ἄπτου, Ὁνωράτου, Ἀμπελίου, Βικτοριανοῦ, Εὐαγγέλου καὶ Ῥογατιανοῦ, καὶ συναχθέντων καὶ διορθωθέντων τῶν ἐπιψόγῳ μονοτονίᾳ τὴν φυγὴν τοῦ αὐτοῦ Αἰκυτίου προσδοκητέαν λογισαμένων, μετὰ τῆς πάντων εὐχῆς, επίσκοπος τούτοις χειροτονηθῇ. Ἐὰν δὲ μὴ θελήσωσιν ἐκεῖνοι τὴν εἰρήνην κατανοῆσαι, μὴ ἐμποδίσωσι τῇ ἐπιλογῇ τοῦ προέδρου πρὸς τὸ χειροτονηθῆναι εἰς χρησιμότητα τῆς ἐπὶ τοσοῦτον χρόνον ἐγκαταλειφθείσης ἐκκλησίας. |
Κανὼν οθ’: Περὶ τῶν μὴ φροντιζόντων κληρικῶν ἐντὸς ἐνιαυτοῦ πρᾶξαι τὸ ἴδιον πρᾶγμα. |
Πάλιν ὡρίσθη, ἵνα, ὁσάκις κληρικῶν ἐλεγχθέντων καὶ καταθεμένων τινὰ ἐγκλήματα, εἴτε διὰ τὸ τῆς ἐκκλησίας ὄνειδος, εἴτε διὰ τὴν αἰδεσιμότητα, ὧν χάριν τούτοις φειδὼ γίνεται, εἴτε διὰ τὴν ἀλαζόνα τῶν αἱρετικῶν καὶ ἐθνικῶν ἐπιγαυρίασιν, ἐὰν ὡς εἰκὸς ἐπαγωνίσασθαι τῷ ἰδίῳ πράγματι καὶ τῆς ἰδίας ἀβλαβείας φροντίσαι θελήσωσιν, ἐντὸς ἀκοινωνησίας ἐνιαυτοῦ ποιήσωσιν. Ἐὰν δὲ ἐντὸς ἐνιαυτοῦ τὸ πρᾶγμα αὐτῶν καθᾶραι καταφρονήσωσι, μηδεμία τούτων τοῦ λοιποῦ φωνὴ παντελῶς προσδεχθείη. |