Σύνοδος Καρθαγένης (κανόνες)

Από OrthodoxWiki
Αναθεώρηση ως προς 19:04, 18 Αυγούστου 2008 από τον Papyrus (Συζήτηση | Συνεισφορά) (Νέα σελίδα: Η Σύνοδος της Καρθαγένης συνήλθε το έτος 419 μ.Χ. και εξέδωσε 12 νέους κανόνες,...)
(διαφορά) ← Παλαιότερη αναθεώρηση | Τελευταία αναθεώρηση (διαφορά) | Νεότερη αναθεώρηση → (διαφορά)
Μετάβαση σε: πλοήγηση, αναζήτηση

Η Σύνοδος της Καρθαγένης συνήλθε το έτος 419 μ.Χ. και εξέδωσε 12 νέους κανόνες, ενώ συγχρόνως συμπεριέλαβε και 121 κανόνες προγενεστέρων Συνόδων, οι οποίες συνήλθαν στην Αφρική. Έτσι, ο αριθμός των κανόνων της Συνόδου αυτής ανέρχεται στους 133. Ο αριθμός όμως αυτός ποικίλλει από συλλογή σε συλλογή, γεγονός που οφείλεται στο ότι πολλοί κανόνες διαιρέθηκαν σε δύο ή και περισσότερα τμήματα (βλέπε κύριο άρθρο Σύνοδος Καρθαγένης):

Κανόνες 1-49

Κανόνες της Συνόδου της Καρθαγένης - Περίληψη Κείμενο
Κανὼν α’:
Ὥστε τὰ ἐν τῇ Νικαέων συνόδῳ ὁρισθέντα, παντὶ τρόπῳ παραφυλαχθῶσι.
Αὐρήλιος ἐπίσκοπος εἶπε· Ταῦτα οὕτω παρ' ἡμῖν ἔχοντα, τὰ ἴσα τῶν ὁρισθέντων, ἅπερ τότε οἱ Πατέρες ἡμῶν ἐκ τῆς ἐν Νικαίᾳ συνόδου μεθ' ἑαυτῶν κατήγαγον, ἦς τὸν τύπον φυλάττοντα τὰ ἑπόμενα καὶ ὁρισθέντα παρ' ἡμῶν, βεβαιωθέντα φυλαχθῶσι.
Κανὼν β’:
Περὶ κηρυκτέας τῆς ἁγίας Τριάδος.
Σύμπασα ἡ σύνοδος εἶπε Θέλοντος τοῦ Θεοῦ, ἴσῃ ὁμολογίᾳ ἡ Ἐκκλησιαστική πίστις, ἡ δι' ἡμῶν παραδιδομένη, ἐν ταύτῃ τῇ ἐνδόξῳ συνελεύσει πρωτοτύπως ὁμολογητέα εστίν, ἔπειτα ἡ ἐκκλησιαστικὴ τάξις, μετὰ συναινέσεως ἑκάστου καὶ ὁμοῦ πάντων, φυλακτέα ἐστί. Πρὸς βεβαιωτέας δὲ τὰς τῶν ἀδελφῶν καὶ συνεπισκόπων ἡμῶν τῶν ἔναγχος χειροτονηθέντων διανοίας, ταῦτα δεῖ προσθεῖναι, ἃ παρὰ τῶν Πατέρων βεβαίρᾳ διατυπώσει παρελάβομεν· ὥστε τῆς Τριάδος, τουτέστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τὴν ἑνότητα, τὴν μηδεμίαν ἔχειν διαφορὰν γινωσκομένην, ἣν ταῖς ἡμετέραις διανοίαις ἐγκαθιερωθεῖσαν κατέχομεν καί, καθὼς ἐμάθομεν, οὕτω τοὺς λαοὺς τοῦ Θεοῦ διδάξομεν. Ὁμοίως ἀπὸ πάντων τῶν ἐπισκόπων τῶν ἐναγχος προαχθέντων ἐλέχθη φανερῶς· Οὕτω δεχόμεθα, οὕτω κατέχομεν, οὕτω διδάσκομεν, τῇ πίστει τῇ εὐαγγελικῇ ἅμα τῇ ὑμετέρᾳ διδασκαλίᾳ ἑπόμενοι.
Κανὼν γ’:
Περὶ ἐγκρατείας.
Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐν τῇ προλαβούσῃ συνόδῳ, ὡς περὶ ρυθμοῦ ἐγκρατείας καὶ ἁγνείας ἐζητεῖτο, ἤρεσεν ὥστε τοὺς τρεῖς βαθμοὺς τούτους, τοὺς συνδέσμῳ τινὶ τῆς ἁγνείας διὰ τῆς καθιερώσεως συμπεπλεγμένους, φημὶ δὲ ἐπισκόποις καὶ ἱερεύσι Θεοῦ καὶ λευίταις καὶ ὑπουργοῦσι θείοις καθιερώμασιν, ἐγκρατεῖς εἶναι ἐν πᾶσιν, ὅπως δυνηθῶσιν, ὃ παρὰ τοῦ Θεοῦ ἁπλῶς αἰτοῦσιν, ἐπιτυχεῖν, ἵνα καὶ τὸ διὰ τῶν ἀποστόλων παραδοθὲν καὶ ἐξ αὐτῆς τῆς ἀρχαιότητος κρατηθὲν καί ἡμεῖς ὁμοίως φυλάξωμεν.
Κανὼν δ’:
Περὶ διαφόρων τάξεων ὀφειλουσῶν ἀπέχεσθαι γυναικῶν.
Φαυστῖνος ἐπίσκοπος Πικένου τῆς Ποτεντινῆς χώρας, τοποτηρητὴς τῆς ἐκκλησίας Ῥώμης, εἶπεν· Ἀρέσκει, ἳνα ἐπίσκοπος καὶ πρεσβύτερος καὶ διάκονος καὶ πάντες οἱ τὰ ἱερὰ ψηλαφῶντες, τῆς σωφροσύνης φύλακες, γυναικῶν ἀπέχωνται. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέγχθη· Ἀρέσκει, ὥστε πάντας σωφροσύνην τηρεῖν τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας, ἤτοι δουλεύοντας.
Κανὼν ε’:
Περὶ ἀπληστίας.
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὴν τῆς ἀπληστίας ἐπιθυμίαν, ἣν πάντων τῶν κακῶν μητέρα εἶναι οὐδεὶς ἀμφιβάλλει, δέον ἐπέχειν, ἵνα μή τις τοῖς ἀλλοτρίοις κατακέχρηται, μηδὲ ἵνα διὰ κέρδος τοὺς τῶν Πατέρων ὅρους τις ὑπερβαίνῃ, μηδὲ ἵνα παντοίως τινὶ κληρικῷ ἐξὸν εἴη ἀπὸ οἱουδήποτε πράγματος τόκον λαβεῖν. Καὶ τὰ μὲν νεωστὶ ἀνενεχθέντα, ἀμαυρὰ ὄντα καὶ καθόλου λανθάνοντα, σκοπούμενα παρ' ἡμῶν, τυπωθήσονται. Περὶ δὲ ὧν φανερώτατα ἡ θεία Γραφὴ ἐθέσπισεν, οὐ δεῖ ψηφίζεσθαι, ἀλλὰ μᾶλλον ἒπεσθαι. Ἀκολούθως γὰρ τὸ ἐν λαϊκοῖς ἐπιλήψιμον, πολλῷ μᾶλλον ἐν κληρικοῖς ὀφείλει καταδικάζεσθαι. Σύμπασα ἡ σύνοδος εἶπεν· Οὐδεὶς κατὰ τῶν Προφητῶν, οὐδεὶς κατά τῶν Εὐαγγελίων χωρὶς κινδύνου ἐποίησε.
Κανὼν ς’:
Ὥστε χρίσμα (καὶ κορῶν καθιέρωσιν) ἀπό πρεσβυτέρων μὴ γίνεσθαι.
Φορτουνάτος ἐπίσκοπος εἶπεν· Ἐν ταῖς προλαβούσαις συνόδοις μεμνήμεθα ὁρισθέντα, ὥστε χρῖσμα, ἢ καταλλαγὴν μετανοούντων, ἢ κορῶν καὶ τόπων καὶ ναῶν καθιέρωσιν ὑπὸ πρεσβυτέρων μὴ γίνεσθαι. Ἐὰν δέ τις ἀναφυῇ τοῦτο πράττων, τί δὲ περὶ τούτου ὁρίσαι;

Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὸ ὑμέτερον ἀξίωμα ἤκουσε τὸ ἀνενεχθὲν παρὰ τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Φορτουνάτου· τί πρὸς ταῦτα λέγετε; ᾽Απὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη, χρίσματος ποίησιν καὶ κορῶν καθιέρωσιν ὑπὸ πρεσβυτέρων μὴ γίνεσθαι, μήτε δὲ καταλλάξαι τινὰ εἰς δημοσίαν λειτουργίαν πρεσβυτέρῳ ἐξεῖναι. Τοῦτο πᾶσιν ἀρέσκει.

Κανὼν ζ':
Περί της τῶν ἐν κινδύνῳ καθεστώτων καταλλαγῆς.
Αὐρήλιος ἐπίσκοπος εἶπεν· ᾽Εάν τις ἐν κινδύνῳ καθεστὼς αἰτήσῃ ἑαυτὸν καταλλαγῆναι τοῖς ἱεροῖς θυσιαστηρίοις, τοῦ ἐπισκόπου ἀπόντος, ὀφείλει εἰκότως ὁ πρεσβύτερος ἐρωτῆσαι τὸν ἐπίσκοπον καὶ οὕτω τὸν ἐν κινδύνῳ καταλλάξαι κατὰ τὴν ἐκείνου παραγγελίαν· τοῦτο δὲ τὸ πρᾶγμα ὀφείλομεν σωτηριώδει βουλῇ κυρῶσαι. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἀρέσκει ὅπερ ἡ ὑμετέρα ἀγιωσύνη ἀναγκαίως ἡμᾶς ὠφελῆσαι κατηξίωσεν.
Κανὼν η’:
Περὶ τῶν τούς πατέρας αἰτιωμένων, καὶ ὥστε μηδενὶ διαβεβλημένων ἐξεῖναι ἐπισκόπου κατηγορεῖν.
Νουμίδιος ἐπίσκοπος Μαζουλιτάνος εἶπεν· Εἰσὶ πολλοὶ οὐκ ἀγαθῆς ἀναστροφῆς, οἵτινες ἡγοῦνται τοὺς πατέρας καὶ ἐπισκόπους, ὡς ἔτυχεν, ὀφείλειν ἐνάγεσθαι· τοὺς τοιούτους δεῖ προσδέχεσθαι ἢ μή; Αὐρήλιος ἐπίσκοπος εἶπεν. Ἀρέσκει τοίνυν τῇ ἀγάπῃ ὑμῶν, τοὺς εἴς τινα μύση ἐμπεπλεγμένους, κατὰ πατέρων φωνὴν κατηγορίας ἀποτίθεσθαι; Ἐκ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἐὰν διαβέβληται ὁ τοιοῦτος, μὴ προσδεχθῇ.
Κανὼν θ’:
Περὶ τῶν κατ' ἀξίαν τῶν οἰκείων ἀτοπημάτων ἐκ τοῦ ἐκκλησιαστικοῦ συλλόγου ἐκβαλλομένων.
Αὐγουστῖνος ἐπίσκοπος, τοποτηρητής τῆς Νουμιδικῆς χώρας, εἶπε· Τοῦτο ὁρίσαι καταξιώσατε, ὥστε τοὺς ἀξίως τῶν οἰκείων ἐγκλημάτων ἀπὸ τῆς Ἐκκλησίας διωχθέντας, ἐάν τις ἐπίσκοπος ἢ πρεσβύτερος δέξηται εἰς κοινωνίαν, καὶ αὐτὸς ἔτι μὴν τῷ ἴσῳ ἐγκλήματι ὑπεύθυνος φανῇ, ἅμα τοῖς τοῦ οἰκείου ἐπισκόπου τὴν κανονικὴν ψῆφον ἀποφεύγουσιν. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πᾶσιν ἀρέσκει.
Κανὼν ι’ (10):
Περὶ πρεσβυτέρων τῶν ἀπὸ τῶν οἰκείων καταγινωσκομένων ἐπισκόπων.
Ἀλύπιος ἐπίσκοπος, τοποτηρητὴς τῆς Νουμιδικῆς χώρας, εἶπεν· Οὐδ' ἐκεῖνο δεῖ παρεᾶσαι, ἳνα, ἐάν τις τυχὸν πρεσβύτερος ἀπὸ τοῦ ἰδίου ἐπισκόπου καταγνωσθεὶς, φυσιότητί τινι καὶ ὑπερηφανίᾳ ἐπαρθείς, ἡγήσηται ὀφείλειν κεχωρισμένως ἅγια τῷ Θεῷ προσφέρειν, ἢ ἄλλο ἀνορθοῦν θυσιαστήριον οἰηθείη κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως καὶ καταστάσεως, ὁ τοιοῦτος ἀτιμώρητος μὴ ἐξέλθῃ. Βαλεντῖνος ἐπίσκοπος τῆς πρώτης καθέδρας τῆς Νουμιδικῆς χώρας εἶπεν· Ἀναγκαίως τῇ ἐκκλησιαστικῇ πίστει καὶ τάξει σύμφωνά εἰσι τὰ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν Ἀλυπίου προενεχθέντα· Λοιπόν, τί δοκεῖ τῇ ὑμετέρᾳ ἀγάπη, εἴπατε.
Κανὼν ια’:
Ἐάν τις πρεσβύτερος, κατά του ἰδίου ἐπισκόπου φυσιωθεὶς, σχίσμα ποιήση, ἀνάθεμα ἔστω.
Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἐάν τις πρεσβύτερος ἐν τῇ διαγωγῇ αὐτοῦ καταγνωσθῇ, ὀφείλει ὁ τοιοῦτος τοῖς γειτνιῶσιν ἐπισκόποις προσαγγεῖλαι, ἵνα αὐτοὶ τοῦ πράγματος ἀκροάσωνται καὶ δι' αὐτῶν τῷ ἰδίῳ ἐπισκόπῳ καταλλαγῇ. Τοῦτο δὲ ἐὰν μὴ ποιήσῃ, ἀλλ' ὅπερ ἀπείη, ὑπεροψίᾳ φυσιούμενος, ἐκ τῆς τοῦ ἰδίου ἐπισκόπου κοινωνίας ἑαυτὸν χωρίσῃ, καὶ παρὰ μίαν μετά τινων σχίσμα ποιῶν ἁγίασμα τῷ Θεῷ προσενέγκῃ, ὁ τοιοῦτος ἀνάθεμα λογισθήτω καὶ τὸν ἴδιον τόπον ἀπολεσάτω, σκοπουμένου, μήποτε κατὰ τοῦ ἐπισκόπου μέμψιν ἔχοι δικαίαν.
Κανὼν ιβ’:
Ἐάν τις ἐπίσκοπος χωρὶς καιρού συνόδου ἐγκλήματι περιβληθῇ, ὁ τοιοῦτος ἀκουσθῇ ἀπὸ δώδεκα ἐπισκόπων.
Φῆλιξ ἐπίσκοπος εἶπεν· Ἀναφέρω κατὰ τὰ ὁρισθέντα ἐκ τῶν παλαιῶν συνόδων, ἵνα, ἐάν τις ἐπίσκοπος, ὃπερ ἀπείη, ἐν τινι ἐγκλήματι περιπέσῃ καὶ γένηται πολλὴ ἀνάγκη τοῦ μὴ δύνασθαι πολλοὺς συνελθεῖν, διὰ τὸ μὴ ἀπομεῖναι αὐτὸν ἐν τῷ ἐγκλήματι, ἀπὸ δώδεκα ἐπισκόπων ἀκουσθῇ, καὶ ὁ πρεσβύτερος ἀπὸ ἓξ ἐπισκόπων καὶ τοῦ ἰδίου, καὶ ὁ διάκονος ἀπὸ τριῶν.
Κανὼν ιγ’:
Περὶ τοῦ μὴ ἐξεῖναι ἐπίσκοπον, εἰ μὴ ἀπὸ πολλῶν χειροτονείσθαι• εἰ δὲ ἀνάγκη γένηται, κἂν ἀπὸ τριῶν ὁ ἐπίσκοπος χειροτονηθείη.
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τί πρὸς ταῦτα λέγει ἡ ὑμετέρα ἁγιωσύνη; ᾽Απὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη. ᾽Οφείλει παρ᾽ ἡμῶν τὰ ὁρισθέντα ἐκ τῶν πρὸ ἡμῶν φυλαχθῆναι, ὧν τινων ὡς ἔτυχεν ἀβούλως οἱ πρωτεύοντες τῆς οἱασδήποτε ἐπαρχίας ἀμελεῖν κατατολμῶσι. Πολλοὶ οὖν ἐπίσκοποι συναχθέντες ἐπίσκοπον χειροτονήσουσιν. Εἰ δὲ ἀνάγκη γένηται, τρεῖς ἐπίσκοποι, ἐν οἱῳδήποτε ἄν τόπῳ ὦσι, τῷ τοῦ πρωτεύοντος παραγγέλματι χειροτονήσουσι τὸν ἐπίσκοπον. Καὶ ἐάν τις ἔν τινι ἐναντιωθῇ τῇ ἰδίᾳ ὁμολογίᾳ ἢ τῇ ὑπογραφῇ, αὐτὸς ἑαυτὸν ἀποστερήσει τῆς τιμῆς.
Κανὼν ιδ’:
Ὥστε ἀπὸ Τριπόλεως ἕνα ἐπίσκοπον εἰς τοποτηρησίαν ἐλθεῖν∙ καὶ ὥστε τὸν πρεσβύτερον ἐκεῖσε ἀπὸ πέντε ἀκούεσθαι ἐπισκόπων.
Ὁμοίως ἤρεσεν ἀπὸ Τριπόλεως, διὰ τὴν τῆς χώρας ἔνδειαν, ἕνα ἐπίσκοπον εἰς τοποτηρησίαν ἐλθεῖν, καὶ ἵνα ὁ πρεσβύτερος ἐκεῖσε ἀπό πέντε ἀκούηται ἐπισκόπων, καὶ ὁ διάκονος ἀπὸ τριῶν, ὡς ἀνωτέρω εἴρηται, τοῦ ἰδίου αὐτοῦ δηλονότι ἐπισκόπου προκαθημένου.
Κανὼν ιε’:
Περὶ διαφόρων τάξεων τῇ ἐκκλησίᾳ δουλευουσῶν∙ ὥστε, ἐάν τις εἰς ἐγκληματικὸν πρᾶγμα περιπέσῃ, καὶ παραιτήσηται τὸ ἐκκλησιαστικὸν δικαστήριον, ὀφείλειν τὸν τοιοῦτον κινδυνεύειν• καὶ ὥστε τὰ τέκνα τῶν ἱερέων κοσμικοῖς θεωρίοις μὴ προσιέναι.
Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε τῶν ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων ἢ κληρικῶν, πράγματος αὐτῷ ἐγκληματικοῦ ἢ πολιτικοῦ ἐν τῇ ἐκκλησίᾳ κινουμένου, ἐὰν παραιτούμενος τὸ ἐκκλησιαστικὸν δικαστήριον δημοσίοις θελήσῃ καθαρθῆναι δικαστηρίοις, κἄν ὑπέρ αὐτοῦ ἡ ψῆφος ἐκφωνηθῇ, ὅμως τὸν ίδιον τόπον ἀπολέσῃ. Καὶ τοῦτο μὲν ἐπὶ τοῦ ἐγκληματικοῦ, ἐπὶ δὲ τοῦ πολιτικοῦ, ἀπολέσῃ τὸ εἰς ὃ ἐνίκησεν, ἐὰν τὸν ἴδιον τόπον θελήσῃ κατέχειν. Καὶ τοῦτό γε μὴν ἤρεσεν, ὥστε, ἐὰν ἀπὸ οἱωνδήποτε δικαστῶν ἐκκλησιαστικῶν ἐπὶ ἄλλους δικαστὰς ἐκκλησιαστικούς, ἔχοντας μείζονα τὴν αὐθεντίαν, ἔκκλητος γένηται, μηδὲν βλάπτειν τούτους ὧν ἡ ψῆφος λύεται, ἐάν ἐλεγχθῆναι μὴ δυνηθῶσιν ἢ κατ' ἔχθραν ἢ κατὰ προσπάθειαν δεδικακέναι ἤ τινι χάριτι ὑποφθαρῆναι. Ἐὰν δὲ κατὰ συναίνεσιν τῶν μερῶν ἐπιλεγέντες ὦσι δικασταί, εἰ καὶ ὀλιγώτεροι ἔσονται τῶν ὁρισθέντων, μὴ ἐξεῖναι ἐκκαλεῖσθαι. Καὶ ὥστε τὰ τέκνα τῶν ἱερέων θεώρια κοσμικὰ μὴ ἐκτελεῖν, μηδὲ θεωρεῖν· τοῦτο δὲ καὶ πᾶσιν τοῖς χριστιανοῖς ἀεὶ κεκήρυκται, ὥστε τούτων ἀπέχεσθαι, καὶ ὅπου βλασφημία εἰσί μὴ προσιέναι.
Κανὼν ις’:
Ὥστε μηδένα ἐπίσκοπον, ἤ πρεσβύτερον, ἢ διάκονον, ἔκληψίν τινα λαμβάνειν· καὶ ὥστε τοὺς ἀναγνώστας γαμετὰς λαμβάνειν· καὶ ἵνα οἱ κληρικοὶ γυναικῶν (καὶ τόκων) ἀπέχωνται, καὶ ποίῳ δεῖ καιρῷ ἤ αὐτοὺς, ἢ τὰς παρθένους καθιεροῦσθαι· (καὶ περὶ τοῦ μὴ προσκυνεῖν τὸν δῆμον).
Ὁμοίως ἤρεσεν, ἵνα ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι ἐκλήπτορες μὴ γίνωνται ἢ προκουράτορες, μηδὲ ἔκ τινος αἰσχροῦ ἢ ἀτίμου πράγματος τροφὴν πορίζωνται. Ὀφείλουσι γὰρ ἀποβλέψαι εἰς τὸ γεγραμμένον· Οὐδεὶς στρατευόμενος τῷ Θεῷ, ἐμπλέκει ἑαυτὸν πράγμασι κοσμικοῖς. Καὶ ὥστε τοὺς ἀναγνώστας, εἰς τὸν καιρὸν τῆς ἥβης ἐρχομένους, ἀναγκάζεσθαι ἢ συμβίους ἀγαγέσθαι ἢ ἐγκράτειαν ὁμολογεῖν. Ὁμοίως ἤρεσεν, ἵνα κληρικός, ἐὰν χρήματα δῷ ἐν χρήσει, τὰ χρήματα λάβῃ, ἐὰν δὲ εἶδος, ὅσον δέδωκε λάβῃ. Καὶ ἵνα πρὸ τῶν εἰκοσιπέντε ἐνιαυτῶν, μήτε διάκονοι χειροτονῶνται· ἀλλὰ καὶ οἱ ἀναγνῶσται τὸν δῆμον μὴ προσκυνῶσι.
Κανὼν ιζ’:
Ὥστε ἑκάστην ἐπαρχίαν, διὰ τὸ μακροδαπές, πρωτεύοντα ἔχειν ἴδιον.
Ἢρεσεν, ἵνα ἡ Μαυριτανία Σιτιφένσης, ὡς ᾔτησε, τὸν πρωτεύοντα τῆς Νουμιδικῆς χώρας, ἧς τινος ἐκ τῆς συνόδου κεχώρισται, ἴδιον ἔχῃ πρωτεύοντα. Συναινέσει οὖν πάντων τῶν πρωτευόντων τῶν Ἀφρικανῶν ἐπαρχιῶν καὶ πάντων τῶν ἐπισκόπων, διὰ τὸ μακροδαπές, ἔχειν ἐπετράπη.
Κανὼν ιη’:
Ἐάν τις κληρικὸς χειροτονῆται, ὀφείλει ὑπομιμνήσκεσθαι τοὺς ὅρους φυλάττειν· καὶ ἵνα τοῖς σώμασι τῶν ἀποθανόντων εὐχαριστία μὴ δίδωται, μηδὲ βάπτισμα· καὶ ἵνα καθ’ ἕκαστον ἐνιαυτὸν εἰς πάσας τὰς ἐπαρχίας πρὸς σύνοδον οἱ μητροπολῖται ἔρχωνται.
Ὁμοίως ἤρεσεν, ὥστε, χειροτονουμένου ἐπισκόπου ἤ κληρικοῦ, πρότερον ἀπὸ τῶν χειροτονούντων αὐτοὺς τὰ δεδογμένα τοῖς συνόδοις εἰς τὰς ἀκοὰς αὐτῶν ἐντίθεσθαι, ἵνα μὴ ποιοῦντες κατὰ τῶν ὅρων τῆς συνόδου μεταμεληθῶσιν. Ὁμοίως ἤρεσεν, ἵνα τοῖς σώμασι τῶν τελευτώντων εὐχαριστία μὴ δοθῇ. Γέγραπται γάρ· Λάβετε, φάγετε· τὰ δὲ τῶν νεκρῶν σώματα οὐδὲ λαβεῖν δύνανται, οὐδὲ φαγεῖν. Καί, ἳνα μὴ τοὺς ἤδη τελευτῶντας βαπτισθῆναι ποιήσῃ ἡ τῶν πρεσβυτέρων ἄγνοια. Διὸ βεβαιωτέον ἐστὶν ἐν ταύτῃ τῇ ἁγίᾳ συνόδῳ, ὥστε, κατὰ τοὺς ἐν Νικαίᾳ ὅρους, διὰ τὰς ἐκκλησιαστικὰς αἰτίας, αἵτινες πολλάκις πρὸς ὄλεθρον τοῦ λαοῦ παλαιοῦνται, καθ' ἕκαστον ἐνιαυτὸν σύνοδον συγκαλεῖσθαι, πρὸς ἣν πάντες οἱ τῶν ἐπαρχιῶν τὰς πρώτας καθέδρας ἐπέχοντες ἐκ τῶν οἰκείων συνόδων δύο ἤ καὶ ὃσους ἐπιλέξωνται ἐπισκόπους τοποτηρητὰς ἀποστείλωσιν, ἵνα ἐν τῇ συναχθείσῃ συνελεύσει πλήρης εἶναι δυνηθῇ ἡ αὐθεντία.
Κανὼν ιθ’:
Ὥστε, ἐπισκόπου κατηγορουμένου, πρὸς τὸν πρωτεύοντα τῆς αὐτοῦ ἐπαρχίας τὸ πρᾶγμα ἀνενεχθῆναι.
Αὐρήλιος ἐπίσκοπος εἶπεν· ᾽Εάν τις τῶν ἐπισκόπων κατηγορῆται, παρὰ τοῖς τῆς αὐτοῦ χώρας πρωτεύουσιν ὁ κατήγορος ἀναγάγῃ τὸ πρᾶγμα· καὶ μηδὲ ἀπὸ τῆς κοινωνίας κωλυθῇ ὁ κατηγορούμενος, εἰ μὴ δ' ἂν πρὸς ἀπολογίαν ἐν τῷ δικαστηρίῳ τῶν ἐπιλεγέντων δικάζειν γράμμασι προσκληθείς, τῇ ὡρισμένῃ ἡμέρᾳ οὐδαμῶς ἀπαντήσοι, τουτέστιν ἐντὸς προσθεσμίας μηνός, ἀφ’ ἧς ἡμέρας φανείη τὰ γράμματα δεξάμενος. Ἐὰν δὲ ἀληθεῖς τινας καὶ ἀναγκαστικὰς αἰτίας ἀποδείξῃ, τὰς αὐτὸν κωλυσάσας ἀπαντῆσαι πρὸς ἀπολογίαν τῶν κατ' αὐτοῦ προτεθέντων, ἐντὸς ἑτέρου μηνὸς ἀκεραίαν ἐχέτω εὐχέρειαν, μετὰ δὲ τὸν δεύτερον μῆνα μὴ κοινωνήσῃ, ἕως οὗ καθαρὸς αποδειχθείη. Εἰ δὲ πρὸς σύμπασαν τὴν ἐτησίαν σύνοδον ἀπαντῆσαι μὴ βουληθείη, ἵνα κἂν ἐκεῖ τὸ πρᾶγμα αὐτοῦ περαιωθῇ, αὐτὸς καθ' ἑαυτοῦ τῆς καταδίκης τὴν ψῆφον ἐκπεφωνηκέναι κριθήσεται. Ἐν δὲ τῷ καιρῷ, ᾧ οὐ κοινωνεῖ, μηδὲ ἐν τῇ Ἐκκλησίᾳ, μηδὲ ἐν παροικίᾳ κοινωνήσῃ. Ὁ δὲ τούτου κατήγορος, ἐὰν μηδαμοῦ ἀπολειφθείη, ἐν αἷς ἡμέραις γυμνάζεται τὰ τοῦ πράγματος, μηδαμῶς κωλυθῇ ἀπὸ τῆς κοινωνίας· Ἐὰν δέ ποτε ἐλλείψῃ ἑαυτὸν ὑποσύρας, ἀποκαθισταμένου τῇ κοινωνίᾳ τοῦ ἐπισκόπου, αὐτὸς ἀπὸ τῆς κοινωνίας ἐκβληθῇ ὁ κατήγορος, οὕτω μέντοι, ὡς μηδὲ τὴν εὐχέρειαν αὐτῷ ἀφαιρεῖσθαι τῆς κατηγορίας τοῦ πράγματος, ἐὰν δυνηθῇ ἀποδεῖξαι κατὰ τὴν προθεσμίαν, οὐχὶ μὴ τεθεληκέναι, ἀλλὰ μὴ δεδυνῆσθαι ἀπαντῆσαι. Ἐκείνου δήλου ὄντος, ὡς ἐν τῷ κινεῖσθαι τὰ τοῦ πράγματος ἐν τῷ τῶν ἐπισκόπων δικαστηρίῳ, μὴ προσδεχθῇ εἰς κατηγορίαν, εἰ μηδ' ἄν ὑπὲρ ἰδίου πράγματος, μὴ μέντοι περὶ ἐκκλησιαστικοῦ θελήσῃ ἐπιβαλέσθαι.
Κανὼν κ’ (20):
Περὶ πρεσβυτέρων, καὶ κληρικῶν κατηγορουμένων.
Ἐὰν δὲ πρεσβύτεροι ἢ διάκονοι κατηγορηθῶσι, προσζευγνυμένου τοῦ νομίμου ἀριθμοῦ τῶν ἐκ τῆς πλησιαζούσης τοποθεσίας αἱρετικῶν ἐπισκόπων, οὓς οἱ κατηγορούμενοι αἰτήσονται, τοὐτέστιν ἐπ' ὀνόματι τοῦ πρεσβυτέρου ἓξ καὶ τοῦ διακόνου τριῶν, σὺν τούτοις αὐτὸς ὁ ἴδιος τῶν κατηγορουμένων ἐπίσκοπος τὰς αἰτίας αυτῶν ἐξετάσει, τοῦ αὐτοῦ τῶν ἡμερῶν καὶ ὑπερθέσεων καὶ ἐξετάσεων καὶ προσώπων μεταξὺ τῶν κατηγορούντων καὶ κατηγορουμένων τύπου φυλαττομένου, τῶν δὲ λοιπῶν κληρικῶν τὰς αἰτίας καὶ μόνος ὁ ἐντόπιος ἐπίσκοπος διαγνῷ καὶ περατώσῃ.
Κανὼν κα’:
Ὥστε τὰ τέκνα τῶν κληρικῶν ἐν συνοικεσίῳ μὴ συνάπτεσθαι αἱρετικοῖς.
Ὁμοίως ἤρεσεν, ὥστε τέκνα τῶν κληρικῶν ἐθνικοῖς ἢ αἱρετικοῖς γαμικῶς μὴ συνάπτεσθαι.
Κανὼν κβ’:
Ὥστε τοὺς ἐπισκόπους καὶ τοὺς κληρικοὺς μηδένα συνεισάγειν τοῖς μὴ ὀρθοδόξοις Χριστιανοῖς, εἰ καὶ συγγενεῖς ἔτι μὴν ὦσιν.
Μηδὲ διὰ δωρεᾶς τῶν οἰκείων πραγμάτων, ὡς εἴρηται, τοὺς ἐπισκόπους ἢ κληρικοὺς τούτοις συνεισάγειν.
Κανὼν κγ’:
Ὥστε τοὺς ἐπισκόπους πέραν θαλάσσης μὴ ἀποδημεῖν.
Ὁμοίως ἐπίσκοποι πέραν θαλάσσης μὴ ἀποδημείτωσαν, εἰ μὴ μετὰ ψηφίσματος τῆς πρώτης καθέδρας τοῦ ἰδίου ἑκάστης χώρας ἐπισκόπου, τουτέστιν εἰμὴ ἀπ' αυτοῦ τοῦ πρωτεύοντος κατ' ἐξαίρετον λάβῃ τήν, ἥτις λέγεται ἀπολυτική, τετυπωμένην, ἤτοι παράθεσιν.
Κανὼν κδ’:
Ὥστε ἐκτὸς τῶν κανονικῶν Γραφῶν, μηδὲν ἐν τῇ ἐκκλησίᾳ ἀναγινώσκεσθαι.
Ὁμοίως ἤρεσεν, ἵνα ἐκτὸς τῶν κανονικῶν Γραφῶν, μηδὲν ἐν τῇ ἐκκλησίᾳ ἀναγινώσκηται ἐπ' ὀνόματι θείων Γραφῶν. Εἰσὶ δὲ αἱ κανονικαὶ Γραφαὶ αὗται· Γένεσις, ῎Εξοδος, Λευϊτικόν, ᾽Αριθμοί, Δευτερονόμιον, ᾽Ιησοῦς ὁ τοῦ Ναυῆ, Κριταί, Ρούθ, τῶν Βασιλειῶν βίβλοι τέσσαρες, τῶν Παραλειπομένων βίβλοι δύο, ᾽Ιώβ, Ψαλτήριον, Σολομῶντος βίβλοι πέντε, τῶν Προφητῶν βίβλοι δώδεκα, ῾Ησαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, Δανιήλ, Τωβίας, Ἰουδήθ, Ἐσθήρ, Ἒσδρα βίβλοι δύο. Τῆς Νέας Διαθήκης· Εὐαγγέλια τέσσαρα, Πράξεων τῶν Ἀποστόλων βίβλος μία, ἐπιστολαί Παύλου δεκατέσσαρες, Πέτρου Ἀποστόλου δύο, Ἰωάννου Ἀποστόλου τρεῖς, Ἰακώβου Ἀποστόλου μία, Ἰούδα Ἀποστόλου μία, Ἀποκαλύψεως Ἰωάννου βίβλος μία. Τοῦτο δὲ τῷ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν Βονιφατίῳ καὶ τοῖς ἄλλοις τῶν αὐτῶν μερῶν ἐπισκόποις πρὸς βεβαίωσιν τοῦ προκειμένου κανόνος γνωρισθῇ, ἐπειδὴ παρὰ τῶν Πατέρων ἐν τῇ ἐκκλησίᾳ ταῦτα ἀναγνωστέα παρελάβομεν.
Κανὼν κε’:
Περὶ ἐπισκόπων καὶ τῶν ἑπομένων τάξεων τῶν τὰ ἅγια μυστήρια ψηλαφωσῶν, ἤρεσεν ἀπὸ γυναικῶν ἐγκρατεύεσθαι.
Αὐρήλιος ἐπίσκοπος εἶπε· Προστίθημι, ἀδελφοί τιμιώτατοι, πρὸς τούτοις, ἐν τῷ ἀναφέρεσθαι ἕνεκεν ἐγκρατείας τῆς περὶ τὰς ίδίας γυναῖκάς τινων τῶν κληρικῶν, ἐξαιρέτως ἀναγνωστῶν, τὸ ἐν διαφόροις συνόδοις βεβαιωθέν, ὥστε τοὺς ὑποδιακόνους τούς τε τὰ ἱερὰ μυστήρια ψηλαφῶντας καὶ τοὺς διακόνους καὶ πρεσβυτέρους, ἀλλὰ καὶ ἐπισκόπους, κατὰ τοὺς ἰδίους ὅρους καὶ ἐκ τῶν συμβίων ἐγκρατεύεσθαι, ἵνα ὡς μὴ ἔχοντες ὦσιν· ὅπερ εἰ μὴ ποιήσωσι, τοῦ ἐκκλησιαστικοῦ ἀποκινηθῶσι καθήκοντος. Τοὺς δὲ λοιποὺς κληρικοὺς πρὸς τοῦτο μὴ ἀναγκάζεσθαι, εἰμὴ ἐν προβεβηκυίᾳ κείρᾳ. ᾽Απὸ πάσης ἐλέχθη τῆς συνόδου· Ἅπερ ἡ ὑμετέρα ἀγιωσύνη δικαίως ἐῤῥύθμισεν, ἱεροπρεπῆ ὄντα καὶ θεάρεστα, βεβαιοῦμεν.
Κανὼν κς’:
Ὥστε μὴ ὑπό τινος διασπᾶσθαι τὰ τῆς ἐκκλησίας πράγματα.
Ὁμοίως ἤρεσεν, ἵνα πρᾶγμα ἐκκλησιαστικὸν μηδεὶς πιπράσκῃ. ῞Οπερ πρᾶγμα, ἐὰν προσόδους μὴ ἔχῃ, καὶ πολλή τις ἐπείγῃ ἀνάγκῃ, τοῦτο ἐμφανίζεσθαι τῷ πρωτεύοντι τῆς αὐτῆς ἐπαρχίας καὶ μετὰ τοῦ ὡρισμένου ἀριθμοῦ τῶν ἐπισκόπων βουλεύεσθαι, τί δεῖ πρᾶξαι. Εἰ δὲ τοσαύτη ἐπείγοι ἀνάγκη τῆς ἐκκλησίας, ὡς μὴ δύνασθαι πρὸ τοῦ πωλεῖν βουλεύεσθαι, κἂν τοὺς γειτνιῶντας πρὸς μαρτυρίαν καλέσῃ ὁ ἐπίσκοπος φροντίδα ποιούμενος τοῦ ἀποδείξαι τῇ συνόδῳ πάσας τὰς συμβάσας τῇ ἐκκλησίᾳ αὐτοῦ περιστάσεις· ὅπερ εἰ μὴ ποιήσει, ὑπεύθυνος τῷ Θεῷ καὶ τῇ συνόδῳ φανῇ ὁ πιπράσκων, καί ἀλλότριος τῆς οἰκείας τιμῆς.
Κανὼν κζ’:
Πρεσβύτεροι, καὶ διάκονοι, ἐπὶ βαρυτέρῳ ἁμαρτήματι ἐλεγχθέντες, χειροθεσίαν, ὡς λαϊκοί, μηδαμῶς ὑποδέξωνται.
Ὁμοίως ἐβεβαιώθη ὡς, ἐάν ποτε πρεσβύτεροι, ἢ διάκονοι ἐπί τινι βαρυτέρᾳ ἁμαρτίᾳ ἐλεγχθῶσι, τῇ ἀναγκαίως αὐτοὺς τῆς λειτουργίας ἀποκινούσῃ, μὴ ἐπιτίθεσθαι αὐτοῖς χεῖρας ὡς μετανοοῦσιν ἢ ὡς πιστοῖς λαϊκοῖς, μηδὲ ἐπιτρέπεσθαι αὐτοῖς, ὥστε ἀναβαπτιζομένους πρὸς τὸν τοῦ κλήρου βαθμὸν προκόπτειν.
Κανὼν κη’:
Πρεσβύτεροι, καὶ διάκονοι, καὶ κληρικοί, οἱ ἐν τῷ ἰδίῳ πράγματι ἔκκλητον παρέχοντες ἐπὶ τὰ πέραν τῆς θαλάσσης, εἰς κοινωνίαν μηδαμῶς δεχθῶσι.
Ὁμοίως ἤρεσεν, ἵνα οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ οἱ λοιποὶ κατώτεροι κληρικοί, ἐν αἷς ἔχουσιν αἰτίαις, ἐὰν τὰ δικαστήρια μέμφωνται τῶν ἰδίων ἐπισκόπων, οἱ γείτονες ἐπίσκοποι ἀκροάσωνται αὐτῶν καί, μετὰ συναινέσεως τοῦ ἰδίου ἐπισκόπου, τὰ μεταξὺ αὐτῶν διαθῶσιν οἱ προσκαλούμενοι παρ' αὐτῶν ἐπίσκοποι. Διό, εἰ καὶ περὶ αὐτῶν ἔκκλητον παρέχειν νομίσωσι, μὴ ἐκκαλέσωνται εἰς τὰ πέραν τῆς θαλάσσης δικαστήρια, ἀλλὰ πρὸς τοὺς πρωτεύοντας τῶν ἰδίων ἐπαρχιῶν, ὡς καὶ περὶ τῶν ἐπισκόπων πολλάκις ὥρισται. Οἱ δὲ πρὸς περαματικὰ δικαστήρια διεκκαλούμενοι, παρ᾽ οὐδενὸς ἐν τῇ Ἀφρικῇ δεχθῶσιν κοινωνίαν.
Κανὼν κθ’:
Εἴ τις ἀπὸ κοινωνίας ὢν, πρὸ τοῦ ἀκουσθῆναι κοινωνῆσαι τολμήσοι, αὐτὸς καθ' ἑαυτοῦ τὴν καταδίκην προήγαγεν.
Ὁμοίως ἤρεσε συμπάσῃ τῇ συνόδῳ, ἵνα ὁ διὰ ρᾳθυμίαν αὐτοῦ ἀπὸ κοινωνίας γενόμενος, εἴτε επίσκοπος εἴτε οἱοσδήποτε κληρικός, ἐὰν ἐν τῷ καιρῷ τῆς ἀκοινωνησίας αυτοῦ, πρὸ τοῦ ἀκουσθῆναι, εἰς κοινωνίαν τολμήσῃ, αὐτὸς καθ' ἑαυτοῦ τῆς καταδίκης τὴν ψῆφον ἐξενηνοχέναι κριθῇ.
Κανὼν λ’ (30):
Περὶ κατηγοροῦντος καὶ κατηγορουμένου.
Ὁμοίως ἤρεσεν, ἵνα ὁ κατηγορούμενος ἢ ὁ κατηγορῶν ἐν τῷ τόπῳ, ὅθεν ἐστὶν ὁ κατηγορούμενος, ἐὰν φοβῆταί τινα βίαν προπετοῦς πολυπληθείας, τόπον ἑαυτῷ ἐπιλέξηται ἔγγιστα, ἐν ᾧ οὐκ ἔστιν αὐτῷ δυσχέρεια μάρτυρας προκομίσαι, ἔνθα τὸ πρᾶγμα περατοῦται.
Κανὼν λα’:
Ἐάν τινες κληρικοὶ ἐκ τῶν ἰδίων ἐπισκόπων προβισαζόμενοι καταφρονῶσι, μηδὲ ἐκεῖ μείνωσι, ὅθεν ἀναχωρῆσαι οὐκ ἠθέλησαν.
Ὁμοίως ἤρεσεν, ἵνα οἱοιδήποτε κληρικοὶ καὶ διάκονοι, ἐὰν μὴ πειθαρχῶσι τοῖς ἐπισκόποις αὐτῶν, βουλομένοις διά τινας ἀναγκαστικὰς αἰτίας τῶν ἐκκλησιῶν αὐτῶν τούτους πρὸς μείζονας ἀναβιβάζειν τιμὰς ἐν τῇ ἐκκλησίᾳ αὐτῶν, μηδὲ ἐν ἐκείνῳ τῷ βαθμῷ διακονήσωσιν, ἐξ οὗ ἀναχωρῆσαι οὐκ ἠθέλησαν.
Κανὼν λβ’:
Ἐάν τις τῶν κληρικῶν πενιχρός, προκόψας εἴς τινα τάξιν, κτήσοιτό τι ποτε, ὑποκεῖσθαι τῇ ἐξουσίᾳ τῶν ἐπισκόπων.
Ὁμοίως ἤρεσεν, ἵνα ἐπίσκοποι πρεσβύτεροι διάκονοι ἢ καὶ οἱοιδήποτε κληρικοί, οἱ μηδὲν ἔχοντες, ἐὰν προκόψαντες τῷ καιρῷ τῆς ἐπισκοπῆς ἢ τῆς κληρώσεως αὐτῶν ἀγρούς ἢ οἱαδήποτε χωρία ἐπ' ὀνόματι αὐτῶν ἀγοράσωσιν, ἵνα ὡς κατὰ δεσποτικῶν πραγμάτων ἔφοδον πεποιηκότες ἐνέχωνται, εἰ μὴ ἄρα λοιπὸν ὑπομνησθέντες τῇ ἐκκλησίᾳ ταῦτα εἰσκομίσουσιν. Ἐὰν δὲ εἰς αὐτοὺς κυρίως φιλοτιμίᾳ τινὸς ἢ διαδοχῇ συγγενείας περιέλθῃ, ἐξ αὐτοῦ ποιήσωσιν ὃ ἔχει ἡ πρόθεσις αὐτῶν. Εἰ δὲ καὶ μετὰ τὸ προθέσθαι εἰς τοὐπίσω μετατραπῶσι, τῆς ἐκκλησιαστικῆς τιμῆς ἀνάξιοι, ὡς ἀδόκιμοι, κριθῶσιν.
Κανὼν λγ’:
Ὥστε πρεσβυτέρους πρᾶγμα τῆς ἐκκλησίας, ἐν ᾗ καθιέρωνται, μὴ πιπράσκειν• καὶ ὥστε μηδενὶ ἐπισκόπῳ ἐξεῖναι πράγματι καταχρήσασθαι τοῦ τίτλου τῆς ἐκκλησιαστικῆς μάτρικος.
Ὁμοίως ἤρεσεν, ὥστε τοὺς πρεσβυτέρους παρὰ γνώμην τῶν ἰδίων αὐτῶν ἐπισκόπων πρᾶγμα μὴ πιπράσκειν τῆς ἐκκλησίας, ἐν ᾗ καθιέρωνται, ὃν τρόπον καὶ τοῖς ἐπισκόποις οὐκ ἔξεστι πιπράσκειν χωρία τῆς ἐκκλησίας, ἀγνοούσης τῆς συνόδου ἢ τῶν ἰδίων πρεσβυτέρων. Μὴ οὔσης τοίνυν ἀνάγκης, μηδὲ ἐπισκόπῳ ἐξεῖναι καταχρήσασθαι πράγματι ἐκ τοῦ τίτλου τῆς ἐκκλησιαστικῆς μάτρικος.
Κανὼν λδ’:
Ὅτι οὐδὲν ἐκ τῆς ἐν Ἱππῶνι συνόδου εἴη διορθωτέον.
Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· ᾽Εν τούτῳ τῷ βρεβίῳ, τῷ ἀποδρεφθέντι ἐκ τῆς ἐν Ἱππῶνι συνόδου, οὐδὲν νομίζομεν εἶναι διορθωτέον ἢ προσθετέον, εἰ μή, ἵνα ἡ ἡμέρα τοῦ ἁγίου Πάσχα ἐν τῷ καιρῷ τῆς συνόδου γνωρισθείη.
Κανὼν λε’:
Περὶ τοῦ, τοὺς ἐπισκόπους καὶ τοὺς κληρικοὺς μὴ εὐχερῶς τὰ τέκνα αὐτῶν ποιεῖν ἐμαγκίπατα.
Ὥστε τοὺς ἐπισκόπους καὶ τοὺς κληρικοὺς τὰ τέκνα αὐτῶν μὴ ἐᾷν αὐτεξουσίως ἀπιέναι διὰ ἐμαγκιπατίωνος, εἰ μὴ δ᾽ ἂν είς τοὺς τρόπους καὶ είς τὴν ἡλικίαν αὐτῶν πληροφορηθῶσιν· ὡς λοιπὸν τὰ ἁμαρτήματα αὐτῶν εἰς αὐτοὺς συντείνειν.
Κανὼν λς’:
Περὶ τοῦ, τοὺς ἐπισκόπους καὶ κληρικοὺς μὴ χειροτονεῖσθαι, εἰ μὴ πάντας τοὺς ἰδίους, Χριστιανοὺς ποιήσωσιν.
Ὥστε ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους μὴ χειροτονεῖσθαι, πρὶν ἢ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτῶν χριστιανοὺς ὀρθοδόξους ποιήσωσιν.
Κανὼν λζ’:
Περὶ τοῦ, μὴ ἐξεῖναι περαιτέρω ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου τί ποτε ἐν τοῖς ἁγίοις προσφέρειν.
Ἵνα ἐν τοῖς ἁγίοις μηδὲν πλέον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου προσενεχθείη, ὡς καὶ αὐτὸς ὁ Κύριος παρέδωκε, τουτέστιν ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου. Ἀπαρχὴ δέ, εἴτε μέλι, εἴτε γάλα, ὡς εἴωθε, προσφερέσθω ἐν μιᾷ ἡμέρᾳ ἐθίμῳ εἰς τὸ τῶν νηπίων μυστήριον· εἰ καὶ τὰ μάλιστα γὰρ ἐν θυσιαστηρίῳ προσφέρεται, ὅμως ἰδίαν ἐχέτω κυρίως εὐλογίαν, ὡς ἐκ τοῦ ἁγιάσματος τοῦ Κυριακοῦ σώματος καὶ αἵματος διΐστασθαι. Μηδὲν δὲ πλέον ἐν ταῖς ἀπαρχαῖς προσφερέσθω ἢ ἀπὸ σταφυλῶν καὶ σίτου.
Κανὼν λη’:
Ὥστε κληρικοὺς ἢ ἐγκρατευομένους πρὸς παρθένους, ἤ χήρας μὴ εἰσιέναι.

Κληρικοὶ ἢ ἐγκρατευόμενοι, πρὸς χήρας ἢ παρθένους, εἰ μὴ κατ' ἐπιτροπὴν καὶ συναίνεσιν τοῦ ἰδίου ἐπισκόπου ἢ τῶν πρεσβυτέρων, μὴ εἰσίτωσαν· καὶ τοῦτο δὲ μὴ μόνοι ποιείτωσαν, ἀλλὰ μετὰ συγκληρικῶν ἢ μετὰ τούτων, μεθ' ὧν ὁ ἐπίσκοπος ἢ οἱ πρεσβύτεροι μόνοι ἔχουσι τὴν εἴσοδον πρὸς τὰς τοιουτοτρόπους γυναῖκας, ἢ ὅπου πάρεισι κληρικοὶ ἢ ἔντιμοί τινες χριστιανοί.
Κανὼν λθ’:
Περὶ τοῦ, τὸν πρῶτον ἐπίσκοπον μὴ προσαγορεύεσθαι ἔξαρχον τῶν ἱερέων.
῞Ωστε τὸν τῆς πρώτης καθέδρας ἐπίσκοπον μὴ λέγεσθαι ἔξαρχον τῶν ἱερέων ἢ ἄκρον ἱερέα ἢ τοιουτότροπον τίποτε, ἀλλὰ μόνον ἐπίσκοπον τῆς πρώτης καθέδρας.
Κανὼν μ’:
Περὶ τοῦ, μὴ καπηλεύεσθαι τοὺς κληρικούς, εἰ μὴ ἐπιξενουμένους.
Ὥστε τοὺς κληρικοὺς χάριν τοῦ τρώγειν ἢ πίνειν μὴ εἰσιέναι εἰς καπηλεῖα, εἰ μηδ' ἂν ξενίας ἀνάγκῃ συνωθουμένους.
Κανὼν μα’:
Περὶ τοῦ, ἀπὸ νηστικῶν τῷ Θεῷ προσάγεσθαι θυσίας.
Ὥστε ἅγια θυσιαστηρίου, εἰ μὴ ἀπὸ νηστικῶν ἀνθρώπων, μὴ επιτελεῖσθαι, ἐξῃρημένης μιᾶς ἐτησίας ἡμέρας, ἐν ᾗ τὸ Κυριακόν δεῖπνον ἐπιτελεῖται. ᾽Εὰν δέ τινων κατὰ τὸν δειλινὸν καιρὸν τελευτησάντων εἴτε ἐπισκόπων, εἴτε τῶν λοιπῶν, παράθεσις γένηται, μόναις εὐχαῖς ἐκτελεσθῇ, ἐὰν οἱ ταύτην ποιοῦντες ἀριστήσαντες εὑρεθῶσιν.
Κανὼν μβ’:
Περὶ τοῦ, μηδαμῶς συμπόσια ἐν ταῖς ἐκκλησίαις ἐπιτελεῖσθαι.
Ὥστε ἐπισκόπους ἢ κληρικοὺς ἐν τῇ ἐκκλησίᾳ μὴ συμποσιάζεσθαι, εἰ μηδ' ἂν τυχὸν ἀνάγκῃ ξενίας διαβάντες ἐκεῖ καταλύσωσι. Καὶ οἱ λαοὶ δὲ ἀπὸ τοιουτοτρόπων συμποσίων ὅσον δυνατόν ἐστι κωλυθῶσι.
Κανὼν μγ’:
Περὶ τῶν μετανοούντων.
Ὥστε τοῖς μετανοοῦσι κατὰ τὴν τῶν ἁμαρτημάτων διαφοράν, τῇ τῶν ἐπισκόπων κρίσει, τὰς μετανοίας ἐν καιρῷ ψηφίζεσθαι· πρεσβύτερος δὲ παρὰ τὴν γνώμην τοῦ ἐπισκόπου μὴ καταλλάσσῃ μετανοοῦντα, εἰ μηδ' ἂν ἀνάγκης συνωθούσης ἐν τῇ ἀπουσίᾳ τοῦ ἐπισκόπου· οὗ τινος δήποτε δὲ μετανοοῦντος, εἰ πούβλικον καὶ τεθρυλλημένον ἐστὶ τὸ ἔγκλημα, τὸ σύμπασαν τὴν ἐκκλησίαν κινοῦν, πρὸ τῆς ἀψῖδος τούτῳ ἡ χείρ ἐπιτεθῇ.
Κανὼν μδ’:
Περὶ παρθένων.
Ὥστε τὰς ἱερὰς παρθένους, ὅτε τῶν πατέρων χωρίζονται, ἐξ ὧν ἐφυλάττοντο, τῇ τοῦ ἐπισκόπου, ἢ αὐτοῦ ἀπόντος τῇ τοῦ πρεσβυτέρου, προνοίᾳ ταῖς τιμιωτέραις γυναιξὶ παρατίθεσθαι ἢ ἅμα κατοικούσας ἀλλήλας φυλάττειν, ἵνα μὴ πανταχοῦ πλαζόμεναι, τὴν ὑπόληψιν βλάψωσι τῆς ἐκκλησίας.
Κανὼν με’:
Περὶ τῶν ἀσθενούντων, καὶ ὑπὲρ ἑαυτῶν ἀποκρίνεσθαι μὴ δυναμένων· (καὶ περὶ σκηνικῶν μετανοούντων καὶ ἐπιστρεφόντων πρὸς τὸν Κύριον).
Ὥστε τοὺς ἀσθενοῦντας, οἵτινες ὑπὲρ ἑαυτῶν ἀποκρίνεσθαι οὐ δύνανται, τότε βαπτίζεσθαι, ὅτε τῇ αὐτῶν προαιρέσει τὴν περὶ αυτῶν μαρτυρίαν κινδύνῳ ἰδίῳ εἴπωσιν. Ὥστε τοῖς σκηνικοῖς καὶ μίμοις καὶ τοῖς λοιποῖς τοιουτοτρόποις προσώποις ἢ ἀποστάταις, μετανοοῦσι καὶ ἐπιστρέφουσι πρὸς Θεόν, χάριν ἢ καταλλαγὴν μὴ ἀρνεῖσθαι.
Κανὼν μς’:
Περὶ τῶν παθῶν τῶν μαρτύρων.
Ἐξέστω ἔτι μὴν ἀναγινώσκεσθαι τὰ πάθη τῶν μαρτύρων, ἡνίκα αἱ ἐτήσιαι αὐτῶν ἡμέραι ἐπιτελοῦνται.
Κανὼν μζ’:
Περὶ Δονατιστῶν, καὶ παιδίων τῶν παρὰ τοῖς Δονατισταῖς βαπτιζομένων.
Ἤρεσεν, ἵνα ἐρωτήσωμεν τοὺς ἀδελφοὺς καὶ συνιερεῖς ἡμῶν Σιρίκιον καὶ Σιμπλικιανόν, περὶ μόνων τῶν νηπίων τῶν παρὰ τοῖς Δονατισταῖς βαπτιζομένων, μήπως τοῦτο, ὅπερ οἰκείᾳ προθέσει οὐκ ἐποίησαν, τῇ τῶν γονέων πλάνῃ ἐμποδίσῃ αὐτοῖς πρὸς τὸ μὴ προκόπτειν εἰς ὑπουργίαν τοῦ ἁγίου θυσιαστηρίου, ὅταν πρὸς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν σωτηριώδει προθέσει ἐπιστρέψωσι. Τούτων δὲ ἐναρχθέντων, Ὁνωράτος καὶ Οὐρβανός, οἱ ἐπίσκοποι τῆς Μαυριτανίας Σιτιφένσης χώρας, εἶπον· Ἐκ πολλοῦ, ὅτε πρὸς τὴν ὑμετέραν ἁγιωσύνην ἀπεστελλόμεθα, τὰ γραφέντα ὑπερεθέμεθα ταύτῃ τῇ κατανοήσει, ὅτι προσεδοκῶμεν ἀδελφοὺς ἡμῶν παραγενέσθαι τοποτηρητὰς Νουμιδίας· ἀλλ' ἐπειδὴ οὐκ ὀλίγαι ἡμέραι εἰσίν, ἀφοῦ οἱ προσδοκώμενοι οὐδαμῶς κατέλαβον, περαιτέρω παριδεῖν τὰ ἐνταλέντα ἡμῖν ἀπὸ τῶν συνεπισκόπων οὐ δεῖ. Καὶ διὰ τοῦτο, ἀδελφοί, τὴν ἀναφορὰν ἡμῶν προθύμως εἰσδέξασθε, περὶ τῆς πίστεως γὰρ τοῦ ἐν Νικαίᾳ τρακτάτου ἠκούσαμεν· ἀληθές ἐστι περὶ τῶν γινομένων μετὰ τὸ ἄριστον ἁγίων, ἵνα ἀπὸ νηστικῶν, ὡς ἔστιν ἄξιον, προσφέρωνται, καὶ τότε ἐβεβαιώθη.
Κανὼν μη’:
Περὶ ἀναβαπτισμάτων, καὶ ἀναχειροτονιῶν, ἢ μεταβάσεων ἐπισκόπων.
Ἐκεῖνο δὲ ἀναφέρομεν ἐνταλὲν ἡμῖν, τὸ καὶ ἐν τῇ συνόδω τῇ ἐν Καπούῃ ὁρισθέν, ὥστε μὴ ἐξεῖναι γίνεσθαι ἀναβαπτίσεις ἢ ἀναχειροτονήσεις ἢ μετακινήσεις ἐπισκόπων. Κρεσκώνιος, οὖν τοῦ Ῥεκένσης ἀγροῦ ἐπίσκοπος, καταφρονήσας τοῦ ἰδίου λαοῦ, τῇ Τουβηκένῃ ἐπέβη ἐκκλησίᾳ καὶ ἕως τῆς σήμερον, πολλάκις ὑπομνησθεὶς κατὰ τὸ ὁρισθὲν καταλιπεῖν τὴν αὐτὴν ἐκκλησίαν, ᾗ τινι ἐπῆλθεν, οὐχ εἵλετο. Περὶ τούτου δὲ τὰ προαναγγελθέντα βέβαια ἠκούσαμεν καὶ αἰτοῦμεν κατὰ τὸ ἐνταλὲν ἡμῖν, ἵνα καταξιώσητε δοῦναι παρρησίαν ἐπ' ἀδείας ἡμῖν γενέσθαι, ὅτι αὕτη ἡ ἀνάγκη παρασκευάζει τῷ ἄρχοντι τῆς χώρας κατ' ἐκείνου προσελθεῖν, κατὰ τὰς διατάξεις τῶν ἐνδοξοτάτων βασιλέων, ίνα ὁ τῇ πράῳ ὑπομνήσει τῆς ὑμετέρας ἁγιωσύνης πειθαρχῆσαι μὴ θελήσας καὶ διορθώσασθαι τὸ ἀσυγχώρητον, αὐθεντίᾳ ἀρχοντικῇ παραχρῆμα κωλυθῇ. Αὐρήλιος ἐπίσκοπος εἶπε· Φυλαχθέντος τοῦ τύπου τῆς καταστάσεως, μὴ κριθῇ τῆς συνόδου ὑπάρχων, ἐὰν ἐπιεικῶς αἰτηθεὶς παρὰ τῆς ὑμετέρας ἀγάπης ἀποστῆναι παρῃτήσατο, ἐπειδὴ ἐκ τῆς οἰκείας καταφρονήσεως καὶ μονοτονίας περιῆλθεν εἰς ἀρχοντικὴν ἐξουσίαν. Ὁνωράτος καὶ Οὐρβανός, οἱ ἐπίσκοποι εἶπον· Τοῦτο οὖν πᾶσιν ἀρέσκει; ᾽Απὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Δίκαιόν ἐστιν, ἀρέσκει.
Κανὼν μθ’:
Πόσοι ἐπίσκοποι ἐπίσκοπον χειροτονεῖν ὀφείλουσι.
Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Κἀκεῖνο ἡμῖν ἐνετάλη, ἐπειδὴ ἐκ τοῦ πλησίον ἀδελφοὶ ἡμῶν δύο ἐπίσκοποι τῆς Νουμιδίας χειροτονῆσαι ἐτόλμησαν ἱερέα, κρίνατε μὴ γενέσθαι χειροτονίας ἐπισκόπων, εἰ μὴ ἀπὸ δώδεκα. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ὁ ἀρχαῖος τύπος φυλαχθήσεται, ἵνα μὴ ἥττονες τριῶν τῶν ὁρισθέντων εἰς χειροτονίαν ἐπισκόπων ἀρκέσωσι, διότι ἐν Τριπόλει τυχὸν καὶ ἐν Ἀρζουΐη δῆλον ὡς παρέγκεινται βάρβαρα ἔθνη, ἐν Τριπόλει δὲ πέντε καὶ μόνοι εἰσίν, ὡς γινώσκετε, ἐπίσκοποι καὶ δυνατὸν ἐξ αὐτοῦ πολλάκις τοῦ ἀριθμοῦ τοὺς δύο ἀνάγκη τινὶ κατέχεσθαι. Δυσχερὲς γάρ ἐστιν ἐξ οἱουδήποτε ἀριθμοῦ πάντας δύνασθαι ἀπαντῆσαι, μὴ ὀφείλει τοῦτο αὐτὸ παρεμποδὼν εἶναι τῷ χρησίμῳ τῆς ἐκκλησίας· καὶ γὰρ εἰς ταύτην τὴν ἐκκλησίαν, εἰς ἣν κατηξίωσεν ἡ ὑμετέρα συνελθεῖν ἀγιωσύνη, συχνῶς καὶ σχεδὸν κατὰ Κυριακὴν χειροτονουμένους ἔχομεν. Μὴ ἄρα δύναμαι συνεχῶς δώδεκα ἢ δέκα ἢ οὐχὶ πολὺ ἐλάττους συγκαλεῖν ἐπισκόπους; Δύο δὲ γείτονας προσζεῦξαι εὐχερές ἐστι τῇ ἐμῇ βραχύτητι. Διὸ ὁρᾷ σὺν ἐμοὶ ἡ ὑμετέρα ἀγάπη, τοῦτο αὐτὸ μὴ δύνασθαι παραφυλαχθῆναι.

Κανόνες 50-89