Σύνοδος Νεοκαισαρείας (κανόνες)
Η τοπική Σύνοδος Νεοκαισαρείας συνεκλήθη στην Νεοκαισάρεια της Καππαδοκίας μεταξύ των ετών 314 και 325 και εξέδωσε 15 κανόνες (βλέπε κύριο άρθρο Σύνοδος Νεοκαισαρείας):
Κανόνες της Συνόδου της Νεοκαισάρειας - Περίληψη | Κείμενο |
---|---|
Κανὼν α’ (1): Περὶ πρεσβυτέρων γημάντων, ἢ πορνευσάντων. |
Πρεσβύτερος, ἐὰν γήμῃ, τῆς τάξεως αὐτὸν μετατίθεσθαι· ἐὰν δὲ πορνεύση ἤ μοιχεύση, ἐξωθεῖσθαι αὐτὸν τέλεον, καὶ ἄγεσθαι εἰς μετάνοιαν. |
Κανὼν β’ (2): Περὶ γυναικὸς δυσὶν ἀδελφοῖς γαμηθείσης. |
Γυνή, ἐὰν γήμηται δύο ἀδελφοῖς, ἐξωθείσθω μέχρι θανάτου· πλὴν ἐν τῷ θανάτῳ διὰ τὴν φιλανθρωπίαν, εἰποῦσα ὡς ὑγιάνασα λύσει τὸν γάμον, ἓξει τὴν μετάνοιαν. Ἐὰν δὲ τελευτήσῃ ἡ γυνὴ ἐν τοιούτῳ γάμῳ οὖσα, ἤτοι ὁ ἀνήρ, δυσχερὴς τῷ μείναντι ἡ μετάνοια. |
Κανὼν γ’ (2): Περὶ ἐπιτιμίας τῶν πολυγάμων. |
Περὶ τῶν πλείστοις γάμοις περιπιπτόντων, ὁ μὲν χρόνος σαφὴς ὁ ὡρισμένος, ἡ δὲ ἀναστροφὴ καὶ ἡ πίστις αὐτῶν συντέμνει τὸν χρόνον. |
Κανὼν δ’ (4): Περὶ ἐπιθυμίας μὴ εἰς ἔργον ἀχθείσης. |
Ἐὰν πρόθηταί τις, ἐπιθυμήσας γυναικός, συγκαθευδῆσαι μετ’ αὐτῆς, μὴ ἔλθῃ δὴ εἰς ἔργον αὐτοῦ ἡ ἐνθύμησις, φαίνεται ὅτι ὑπὸ τῆς χάριτος ἐῤῥύσθη. |
Κανὼν ε’ (5): Περὶ κατηχουμένου ἁμαρτήσαντος. |
Κατηχούμενος, ἐάν, εἰσερχόμενος εἰς Κυριακόν, ἐν τῇ τῶν κατηχουμένων τάξει στήκῃ, οὗτος δὲ ἁμαρτάνῃ, ἐὰν μὲν γόνυ κλίνων, ἀκροάσθω μηκέτι ἁμαρτάνων· ἐὰν δὲ καὶ ἀκροώμενος ἔτι ἁμαρτάνῃ, ἐξωθείσθω. |
Κανὼν ς’ (6): Περὶ κυοφορούσης, ὅτι ὅτε θέλει βαπτίζεται. |
Περὶ κυοφορούσης, ὅτι δεῖ φωτίζεσθαι ὁπότε βούλεται· οὐδὲν γὰρ ἐν τούτῳ κοινωνεῖ ἡ τίκτουσα τῷ τικτομένῳ, διὰ τὸ ἑκάστου ἰδίαν τὴν προαίρεσιν τὴν ἐπὶ τῇ ὁμολογίᾳ δείκνυσθαι. |
Κανὼν ζ’ (7): Περὶ πρεσβυτέρων, ὥστε μὴ ἑστιᾶσθαι εἰς γάμον διγαμούντων. |
Πρεσβύτερον εἰς γάμους διγαμούντων μὴ ἑστιᾶσθαι, ἐπεί, μετάνοιαν αἰτοῦντος τοῦ διγάμου, τὶς ἔσται ὁ πρεσβύτερος, ὁ διὰ τῆς ἐστιάσεως συγκατατιθέμενος τοῖς γάμοις; |
Κανὼν η’ (8): Οὗ τινος ἡ γυνὴ ἐφωράθη μοιχευθεῖσα, οὐ κληροῦται. |
Γυνή τινος μοιχευθεῖσα λαϊκοῦ ὄντος, ἐὰν ἐλεγχῇ φανερῶς, ὁ τοιοῦτος εἰς ὑπηρεσίαν ἐλθεῖν οὐ δύναται. Ἐὰν δὲ καὶ μετὰ τὴν χειροτονίαν μοιχευθῇ, ὀφείλει ἀπολῦσαι αὐτήν· ἐὰν δὲ συζῇ, οὐ δύναται ἔχεσθαι τῆς ἐγχειρισθείσης αὐτῷ ὑπηρεσίας. |
Κανὼν θ’ (9): Περὶ τῶν σωματικῶς πρὸ τῆς χειροτονίας ἡμαρτηκότων πρεσβυτέρων. |
Πρεσβύτερος, ἐὰν προημαρτηκὼς σώματι προαχθῇ καὶ ὁμολογήση ὅτι ἥμαρτε πρὸ τῆς χειροτονίας, μὴ προσφερέτω, μένων ἐν τοῖς λοιποῖς διὰ τὴν ἄλλην σπουδήν, τὰ γὰρ λοιπὰ ἁμαρτήματα ἔφασαν οἱ πολλοὶ καὶ τὴν χειροθεσίαν ἀφιέναι. Ἐὰν δὲ αὐτὸς μὴ ὁμολογῇ, ἐλεγχθῆναι δὲ φανερὼς μὴ δυνηθῇ, ἐπ’ αὐτῷ ἐκείνῳ ποιεῖσθαι τὴν ἐξουσίαν. |
Κανὼν ι’ (10): Περὶ τῶν ὡσαύτως ἡμαρτηκότων διακόνων. |
Ὁμοίως καὶ διάκονος, ἐὰν τῷ αὐτῷ ἁμαρτήματι περιπέσῃ, τήν τοῦ ὑπηρέτου τάξιν ἐχέτω. |
Κανὼν ια’ (11): Περὶ τοῦ μὴ χειροτονεῖσθαί τινα πρεσβύτερον πρὸ ἐτῶν λ'. |
Πρεσβύτερος πρὸ τριάκοντα ἐτῶν μὴ χειροτονείσθω, ἐὰν καὶ πάνυ ᾖ ὁ ἄνθρωπος ἄξιος, ἀλλὰ ἀποτηρείσθω, ὁ γὰρ Κύριος Ἰησοῦς Χριστὸς ἐν τῷ τριακοστῷ ἔτει ἐβαπτίσθη καὶ ἤρξατο διδάσκειν. |
Κανὼν ιβ’ (12): Περὶ τῶν ἐν ἀῤῥωστίᾳ βαπτισθέντων, ὅτι οὐ χειροτονοῦνται. |
Ἐὰν νοσῶν τις φωτισθῇ, εἰς πρεσβυτέριον ἄγεσθαι οὐ δύναται, οὐκ ἐκ προαιρέσεως γὰρ ἡ πίστις αὐτοῦ, ἀλλ’ ἐξ ἀνάγκης, εἰμὴ τάχα διὰ τὴν μετὰ ταῦτα αὐτοῦ σπουδὴν καὶ πίστιν καὶ διὰ σπάνιν ἀνθρώπων. |
Κανὼν ιγ’ (13): Περὶ χωρικῶν πρεσβυτέρων. |
Ἐπιχώριοι πρεσβύτεροι ἐν τῷ Κυριακῷ τῆς πόλεως προσφέρειν οὐ δύνανται παρόντος ἐπισκόπου ἢ πρεσβυτέρων πόλεως, οὔτε μὴν ἄρτον διδόναι ἐν εὐχῇ, οὐδὲ ποτήριον· ἐὰν δὲ ἀπῶσι καὶ εἰς εὐχὴν κληθῇ μόνος, δίδωσιν. |
Κανὼν ιδ’ (14): Ὃτι οἱ χωρεπίσκοποι εἰς τύπον εἰσὶ τῶν Ο’. |
Οἱ δὲ χωρεπίσκοποί εἰσὶ μὲν εἰς τύπον τῶν ἑβδομήκοντα, ὡς δὲ συλλειτουργοί, διὰ τὴν σπουδὴν τὴν εἰς τοὺς πτωχούς, προσφέρουσι τιμώμενοι. |
Κανὼν ιε’ (15): Περὶ τοῦ, ἑπτὰ διακόνους τάττεσθαι ἐν ἑκάστῃ πόλει. |
Διάκονοι ἑπτὰ ὀφείλουσιν εἶναι κατὰ τὸν κανόνα, κἄν πάνυ μεγάλη ᾖ ἡ πόλις· πεισθείσῃ δὲ ἀπὸ τῆς βίβλου τῶν Πράξεων. |