Σύνοδος Κωνσταντινουπόλεως του 879 (κανόνες)
Η Σύνοδος Κωνσταντινουπόλεως του 879 συνεκλήθη επί πατριάρχη Φωτίου του Μεγάλου στο ναό της του Θεού Σοφίας. Η Σύνοδος αυτή που θεωρείται από πολλούς ως η όγδοη Οικουμενική Σύνοδος της Ορθόδοξης Εκκλησίας (βλ. σχετική επιχειρηματολογία), εξέδωσε 3 κανόνες, οι οποίοι όμως δεν έχουν αναγνωριστεί ακόμη από επίσημη Οικουμενική Σύνοδο.
Κανόνες της Συνόδου της Κωνσταντινουπόλεως του 879 - Περίληψη | Κείμενο |
---|---|
Κανὼν α’ (1): Περὶ τῶν ἐπιτιμηθέντων παρὰ τοῦ Ῥώμης, ὥστε οὕτως εἶναι καὶ παρὰ τοῦ Κωνσταντινουπόλεως, καὶ ἀνάπαλιν. |
Ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ὥστε, εἰ τινες τῶν ἐξ Ἰταλίας κληρικῶν ἢ λαϊκῶν ἢ ἐπισκόπων, ἐν τῇ ᾽Ασίᾳ ἢ Εὐρώπῃ ἢ Λιβύῃ διατρίβοντες, ὑπὸ δεσμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν παρὰ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ἐγένοντο, ἵνα ὦσιν οἱ τοιοῦτοι καὶ παρὰ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας ὅρῳ, τουτέστιν ἢ καθῃρημένοι ἢ ἀναθεματισμένοι ἢ ἀφωρισμένοι. Οὓς μέντοι Φώτιος, ὁ ἁγιώτατος ἡμῶν πατριάρχης, κληρικοὺς ἢ λαϊκοὺς ἢ τοῦ ἀρχιερατικοῦ τάγματος καὶ ἱερατικοῦ, ἐν οἱᾳδήποτε παροικίᾳ, ὑπὸ ἀφορισμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν ποιήσει, ἵνα ἔχῃ αὐτοὺς καὶ ὁ ἁγιώτατος πάπας ᾽Ιωάννης καὶ ἡ κατ' αὐτὸν ἁγία τοῦ Θεοῦ Ῥωμαίων ἐκκλησία ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας κρίματι, μηδὲν τῶν προσόντων πρεσβείων τῷ ἁγιωτάτῳ θρόνῳ τῆς Ῥωμαίων ἐκκλησίας, μηδὲ τῷ ταύτης προέδρῳ τὸ σύνολον καινοτομουμένων, μηδὲ νῦν, μήτε εἰς τὸ μετέπειτα. |
Κανὼν β’ (2): Ὅτι οἱ μονάσαντες ἐπίσκοποι, ἐκπίπτουσι τῆς ἀξίας. |
Εἰ καὶ μέχρι τοῦ νῦν ἔνιοι τῶν ἀρχιερέων εἰς τὸ τῶν μοναχῶν κατιόντες σχῆμα ἐπὶ τῷ τῆς ἀρχιερωσύνης ἐβιάζοντο διαμένειν ὕψει, καὶ τοῦτο πράττοντες παρεωρῶντο, ἀλλ' οὖν ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη σύνοδος, καὶ τοῦτο ρυθμίζουσα τὸ παρόραμα καὶ πρὸς τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τὴν ἄτακτον ταύτην ἐπανάγουσα πρᾶξιν, ὥρισεν, ἵνα εἴ τις ἐπίσκοπος ἢ εἴ τις ἄλλος τοῦ ἀρχιερατικοῦ ἀξιώματος πρὸς τὸν μοναδικὸν θελήσοι κατελθεῖν βίον καὶ τὸν τῆς μετανοίας τόπον ἀναπληρῶσαι, μηκέτι τοῦτον τῆς ἀρχιερατικῆς ἀντιποιεῖσθαι ἀξίας. Αἱ γὰρ τῶν μοναχῶν συνθῆκαι ὑποταγῆς λόγον ἐπέχουσι καὶ μαθητείας, ἀλλ' οὐχὶ διδασκαλίας ἢ προεδρείας, οὐδὲ ποιμένειν ἄλλους, ἀλλὰ ποιμαίνεσθαι ἐπαγγέλλονται. Διὸ, καθ' ἃ προείρηται, θεσπίζομεν, μηκέτι τινὰ τῶν ἐν ἀρχιερατικῷ καταλόγῳ καὶ ποιμένων ἐξεταζομένων εἰς τὴν τῶν ποιμαινομένων καὶ μετανοούντων χώραν ἑαυτὸν καταβιβάζειν. Εἴ δέ τις τοῦτο τολμήσειε πρᾶξαι, μετὰ τὴν ἐκφώνησιν καὶ διάγνωσιν τῆς νῦν ἐκπεφωνημένης ψήφου, αὐτὸς ἑαυτὸν τοῦ ἀρχιερατικοῦ ἀποστερήσας βαθμοῦ, οὐκέτι πρὸς τὸ πρότερον, ὅπερ δι' αὐτῶν τῶν ἔργων ἠθέτησεν, ἀξίωμα ἐπαναστρέψει. |
Κανὼν γ’ (3): Περὶ τῶν τυπτόντων ἐπισκόπους λαϊκῶν. |
Εἴ τις τῶν λαϊκῶν, αὐθεντήσας καὶ καταφρονήσας μὲν τῶν θείων καὶ βασιλικῶν προσταγμάτων, καταγελάσας δὲ καὶ τῶν φρικτῶν τῆς Ἐκκλησίας θεσμῶν τε καὶ νόμων, τολμήσειεν ἐπίσκοπόν τινα τύψαι ἢ φυλακίσαι, ἢ χωρὶς αἰτίας ἢ καὶ συμπλασάμενος αἰτίαν, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. |