Σύνοδος Κωνσταντινουπόλεως του 394 (κανόνας)
Η τοπική Σύνοδος Κωνσταντινουπόλεως συνεκλήθη επί πατριάρχη Νεκταρίου το έτος 394 και εξέδωσε μία απόφαση η οποία επικυρώθηκε ως κανόνας (βλέπε κύριο άρθρο Σύνοδος Κωνσταντινουπόλεως του 394):
Κανόνες της Συνόδου της Κωνσταντινουπόλεως του 394 - Περίληψη | Κείμενο |
---|---|
Νεκτάριος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπε ἐκ τῶν ὑπομνηματων τῆς ἐν Κωνσταντινουπόλει περὶ Ἀγαπίου καὶ Βαγαδίου. | Τῆς ἁγίας ταύτης συνόδου κατὰ Θεοῦ χάριν πάλιν ἐν τῷ ἁγίῳ τόπῳ τοῦτῳ συνειλεγμένης, εἰ δοκιμάζει ἡ αὐτὴ τῶν ἁγίων ἀδελφῶν καὶ συλλειτουργῶν σύνοδος, ἐπειδὴ καὶ ἑστῶτας ὁρῶ τοὺς διαφερομένους πρὸς ἑαυτοὺς περὶ τῆς τῶν Βοστρηνῶν ἐπισκοπῆς, τοὺς ἀδελφοὺς ἡμῶν Βαγάδιον καὶ Ἀγάπιον, τῶν πρὸς ἀλλήλους ἐνάρξασθαι δικαίων. Καὶ μετὰ τὸ πραχθῆναί τινα παρ' αὐτοῖς χάριν τῆς αὐτῆς ὑποθέσεως καὶ ἐμφανισθῆναι καθαίρεσιν τοῦ ρηθέντος Βαγαδίου γενομένην ὑπὸ δύο καὶ μόνον ἐπισκόπων τῶν καὶ τετελευτηκότων ἤδη κατὰ τὸν καιρὸν τῆς αὐτῆς συνόδου.
Ἀραβιανὸς ἐπίσκοπος Ἀγκύρας εἶπεν· Οὐ τῆς παρούσης ἕνεκα δίκης, ἀλλὰ τοῦ ἐφεξῆς βίου παντὸς δεδοικώς, τοῦτο ἀξιῶ τὴν ἁγίαν σύνοδον διαλαλῆσαι, ἔξεστι γενέσθαι καθαίρεσιν παρὰ δύο ἐπισκόπων ἢ οὐ; καὶ κατὰ ἀπόντος μητροπολίτου ἔξεστιν ἢ οὐ; Οὐδὲν πρόκριμα πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Δέδοικα δὲ μὴ ἐκ τῶν ὑπομνημάτων τούτων τινὲς λαβόμενοι ἐξουσίας, τοιαῦτα τολμήσωσιν. Ἀξιῶ οὖν ὑμᾶς ἀποκρίνασθαι. Νεκτάριος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ἐπαινετῶς εἰσηγήσατο ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀραβιανός· οὐ μὴν δυναμένης δίκης ἐξομοιοῦσθαι, τὸ παρελθὸν μὴ κατακρίναντες, τὸ ἑξῆς ἀσφαλισώμεθα. Ἀραβιανὸς ἐπίσκοπος Ἀγκύρας εἶπε· Τὸ παρελθὸν ἡ τῶν μακαρίων Πατέρων τῶν ἐν Νικαίᾳ σύνοδος κατακρίνει, ἡ κελεύουσα μὴ ἐλάττους εἶναι τριῶν τοὺς χειροτονοῦντας, μηδὲ ἀπόντος τοῦ μητροπολίτου· τοῦ δὲ μέλλοντος ἕνεκεν δεδοικὼς ἐγώ, τὴν ἐρώτησιν ἐποιησάμην. Ἀξιῶ οὖν ὑμᾶς σαφῶς διαλαλῆσαι καὶ μήτε ἠρτημένως, μήτε ἀμφιβόλως, ὥστε μὴ ἐξεῖναι ὑπὸ δύο ἀνθρώπων μήτε χειροτονεῖσθαι, μήτε καθαιρεῖσθαι ἐπίσκοπον, ἀκολούθως τῇ ἐν Νικαίᾳ συνόδῳ. Καὶ μεθ' ἕτερα, Θεόφιλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπὶ τῶν ἀπελθόντων οὐ δυνατὸν ψῆφον ἐκφέρειν ἀγανακτήσεως, ἐπειδήπερ μὴ παρόντες κατεκρίθησαν. Εἰ μέντοι γε περὶ τῶν μελλόντων διασκοπείη τις τῶν ὀφειλόντων καθαιρεῖσθαι, φαίνεταί μοι μὴ μόνον τρεῖς παρεῖναι προσήκειν, ἀλλ' εἰ δυνατὸν τοὺς πάντας ἐπαρχεώτας, ἵνα τῇ τῶν πολλῶν ψήφῳ ἀκριβεστέρα ἡ κατάκρισις τοῦ ἀξίου τῆς καθαιρέσεως δεικνύηται, παρόντος καὶ κρινομένου. Νεκτάριος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπε· Νομίμων εἰσηγήσεων καὶ δογμάτων πρυτανευομένων, ἀκόλουθον οὐ διὰ προσώπων τινὰς αἰτίας τὰ τοιαῦτα δογματίζεσθαι. Τοιγαροῦν καθάπερ ὁ ἁγιώτατος ἐπίσκοπος Ἀραβιανὸς εἰσηγήσατο, τὰ μέλλοντα ἀσφαλίσασθαι βουλόμενος, ἀκολούθως καὶ φιλανθρώπως ἡ τοῦ ἁγιωτάτου ἐπισκόπου Θεοφίλου ψῆφος διωρίσατο, μὴ χρῆναι πρὸς τὸ ἑξῆς μηδὲ παρὰ τριῶν, μήτοι γε παρὰ δύο, τὸν ὑπεύθυνον δοκιμαζόμενον καθαιρεῖσθαι, ἀλλὰ γὰρ πλείονος συνόδου ψήφῳ καὶ τῶν τῆς ἐπαρχίας, καθὼς καὶ οἰ ἀποστολικοὶ κανόνες διωρίσαντο. Φλαβιανὸς ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Ἅπερ κατέθεντο οἱ περὶ τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἐπίσκοπον Νεκτάριον καὶ τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἐπίσκοπον Θεόφιλον δῆλα καὶ στέργομεν πάντες οἱ ἐκκλησιαστικοί. |