Σύνοδος Γάγγρας (κανόνες)
Η τοπική Σύνοδος Γάγγρας συνεκλήθη στην Γάγγρα της Παφλαγονίας το έτος 340 και εξέδωσε 21 κανόνες (βλέπε κύριο άρθρο Σύνοδος Γάγγρας):
Κανόνες της Συνόδου της Γάγγρας - Περίληψη | Κείμενο |
---|---|
Κανὼν α': Περὶ ἀρᾶς τῆς εἰς τοὺς τὸν γάμον βδελυσσομένους. |
Εἴ τις τὸν γάμον μέμφοιτο, καὶ τὴν καθεύδουσαν μετὰ τοῦ ἀνδρὸς αὐτῆς, οὖσαν πιστὴν καὶ εὐλαβῆ, βδελύσσοιτο ἢ μέμφοιτο, ὡς ἂν μὴ δυναμένην εἰς βασιλείαν εἰσελθεῖν, ἀνάθεμα ἔστω. |
Κανὼν β': Περὶ ἀρᾶς τῆς εἰς τοὺς κατακρίνοντας τοὺς ἐσθίοντας κρέα. |
Εἴς τις ἐσθίοντα κρέα χωρὶς αἵματος καὶ εἰδωλοθύτου καὶ πνικτοῦ μετ' εὐλαβείας καὶ πίστεως κατακρίνοι, ὡς ἂν διὰ τὸ μεταλαμβάνειν ἐλπίδα μὴ ἔχοντα, ἀνάθεμα ἔστω. |
Κανὼν γ': Περὶ τῆς εἰς τοὺς ἀφιστῶντας τῶν οἰκείων δεσποτῶν τοὺς δούλους. |
Εἴ τις δοῦλος προφάσει θεοσεβείας διδάσκοι καταφρονεῖν δεσπότου καὶ ἀναχωρεῖν τῆς ὑπηρεσίας, καὶ μὴ μετ' εὐνοίας καὶ πάσης τιμῆς τῷ ἑαυτοῦ δεσπότῃ ἐξυπηρετεῖσθαι, ἀνάθεμα ἔστω. |
Κανὼν δ': Περὶ τῆς εἰς τοὺς διακρινομένους μεταλαβεῖν παρὰ ἐγγάμων πρεσβυτέρων. |
Εἴ τις διακρίνοιτο παρὰ πρεσβυτέρου γεγαμηκότος ὡς μὴ χρῆναι, λειτουργήσαντος αὐτοῦ, προσφορᾶς μεταλαμβάνειν, ἀνάθεμα ἔστω. |
Κανὼν ε': Περὶ τῆς εἰς τοὺς καταφρονοῦντας τῆς ἐν τῇ ἐκκλησίᾳ συνάξεως. |
Εἴ τις διδάσκοι τὸν οἶκον τοῦ Θεοῦ εὐκαταφρόνητον εἶναι, καὶ τὰς ἐν αὐτῷ συνάξεις, ἀνάθεμα ἔστω. |
Κανὼν ς’ (6): Περὶ τῆς εἰς τοὺς ἀπὸ γνώμης τοῦ ἐπισκόπου ἐκκλησιάζοντας. |
Εἰ τις παρὰ τὴν ἐκκλησίαν ἰδίᾳ ἐκκλησιάζοι, καί καταφρονῶν τῆς ἐκκλησίας, τὰ τῆς ἐκκλησίας ἐθέλοι πράττειν, μὴ συνόντος τοῦ πρεσβυτέρου κατὰ γνώμην τοῦ ἐπισκόπου, ἀνάθεμα ἔστω. |
Κανὼν ζ': Περὶ τοῦ μόνον ἐντὸς τῆς ἐκκλησίας διδόναι τὰς προσφορᾶς. |
Εἴ τις καρποφορίας ἐκκλησιαστικὰς ἐθέλοι λαμβάνειν, ἢ διδόναι ἔξω τῆς ἐκκλησίας, παρὰ γνώμην τοῦ ἐπισκόπου, ἢ τοῦ ἐγκεχειρισμένου τὰ τοιαῦτα, καὶ μὴ μετὰ γνώμης αὐτοῦ ἐθέλοι πράττειν, ἀνάθεμα ἔστω. |
Κανὼν η': Περὶ τοῦ μόνον ἐντὸς τῆς ἐκκλησίας διδόναι τὰς προσφορᾶς. |
Εἴ τις διδοῖ, ἢ λαμβάνοι καρποφορίαν, παρεκτὸς τοῦ ἐπισκόπου ἢ τοῦ ἐπιτεταγμένου είς οἰκονομίαν εὐποιΐας, καὶ ὁ διδοὺς καὶ ὁ λαμβάνων ἀνάθεμα ἔστω. |
Κανὼν θ': Περὶ ἀρᾶς τῆς εἰς τοὺς παρθενεύοντας διὰ τὸ τὸν γάμον βδελύττεσθαι. |
Εἴ τις παρθενεύοι ἢ ἐγκρατεύοιτο, ὡς ἂν βδελυκτῶν τῶν γάμων ἀναχωρήσας, καὶ μὴ δι' αὐτὸ τὸ καλὸν καὶ ἅγιον τῆς παρθενίας, ἀνάθεμα ἔστω. |
Κανὼν ι' (10): Περὶ τῆς εἰς τοὺς τὰ παρθενεύοντας καὶ κατεπαιρομένους τῶν γεγαμηκότων. |
Εἴ τις τῶν παρθενευόντων διὰ τὸν Κύριον, κατεπαίροιτο τῶν γεγαμηκότων, ἀνάθεμα ἔστω. |
Κανὼν ια': Περὶ τῆς εἰς τοὺς κατὰ Χριστὸν συμπόσια ἐξευτελίζοντας. |
Εἴς τις καταφρονοίη τῶν ἐκ πίστεως ἀγάπας ποιούντων, καὶ διὰ τιμὴν τοῦ Κυρίου συγκαλούντων τοὺς ἀδελφούς, καὶ μὴ ἐθέλοι κοινωνεῖν ταῖς κλήσεσι, διὰ τὸ ἐξευτελίζειν τὸ γινόμενον, ἀνάθεμα ἔστω. |
Κανὼν ιβ': Περὶ τῆς είς τοὺς περιβολαίῳ μὲν χρωμένους, καταφρονοῦντας δὲ τῶν βήρους φορούντων. |
Εἴ τις ἀνδρῶν διὰ νομιζομένην ἂσκησιν περιβολαίῳ χρῆται, καὶ ὡς ἂν ἐκ τούτου τὴν δικαιοσύνην ἔχων καταψηφίσοιτο τῶν μετ' εὐλαβείας τοὺς βήρους φορούντων καὶ τῇ ἄλλῃ κοινῇ καὶ ἐν συνηθείᾳ οὔσῃ ἐσθῆτι κεχρημένων, ἀνάθεμα ἔστω. |
Κανὼν ιγ': Περὶ τῆς εἰς γυναῖκας ἀνδρῷα φορούσας. |
Εἴ τις γυνὴ διὰ νομιζομένην ἄσκησιν μεταβάλλοιτο ἀμφίασμα καὶ ἀντὶ τοῦ εἰωθότος γυναικείου ἀμφιάσματος ἀνδρῷον ἀναλάβοι, ἀνάθεμα ἔστω. |
Κανὼν ιδ': Περὶ τῆς εἰς καταλιμπανούσας τοὺς οἰκείους ἄνδρας, διὰ τὸ βδελύττεσθαι τὸν γάμον. |
Εἴ τις γυνὴ καταλιμπάνοι τὸν ἄνδρα καὶ ἀναχωρεῖν ἐθέλοι, βδελυττομένη τὸν γάμον, ἀνάθεμα ἔστω. |
Κανὼν ιε': Περὶ τῆς εἰς τοὺς μὴ τρέφοντας, μηδὲ παιδεύοντας τὰ ἴδια τέκνα. |
Εἴ τις καταλιμπάνοι τὰ ἑαυτοῦ τέκνα, καὶ μὴ τεκνοτροφοῖ, καὶ τὸ ὅσον ἐπ' αὐτῶ πρὸς θεοσέβειαν τὴν προσήκουσαν ἀνάγοι, ἀλλὰ προφάσει τῆς ἀσκήσεως ἀμελοίη, ἀνάθέμα ἔστω. |
Κανὼν ις’ (16): Περὶ τῆς εἰς τοὺς ἀμελοῦντας τῶν ἰδίων γονέων. |
Εἴ τινα τέκνα γονέων, μάλιστα πιστῶν, ἀναχωροίη προφάσει θεοσεβείας καὶ μὴ τὴν καθήκουσαν τιμὴν τοῖς γονεῦσιν ἀπονέμοι, προτιμωμένης δηλονότι παρ' αὐτοῖς τῆς θεοσεβείας, ἀνάθεμα ἔστω. |
Κανὼν ιζ': Περὶ τῆς εἰς τὰς ἀποκειρούσας τὴν κόμην. |
Εἴ τις γυναικῶν διὰ νομιζομένην ἄσκησιν ἀποκείροιτο τὰς κόμας, ἃς ἔδωκεν ὁ Θεὸς εἰς ὑπόμνησιν τῆς ὑποταγῆς, ὡς παραλύουσα τὸ πρόσταγμα τῆς ὑποταγῆς, ἀνάθεμα ἔστω. |
Κανὼν ιη': Περὶ τῆς εἰς τοὺς τὴν Κυριακὴν νηστεύοντας. |
Εἴ τις διὰ νομιζομένην ἄσκησιν ἐν τῇ Κυριακῇ νηστεύοι, ἀνάθεμα ἔστω. |
Κανὼν ιθ': Περὶ τῆς εἰς τοὺς τὰς νενομισμένας νηστείας λύοντας. |
Εἴ τις τῶν ἀσκουμένων χωρὶς σωματικῆς ἀνάγκης ὑπερηφανεύοιτο καὶ τὰς παραδεδομένας νηστείας εἰς τὸ κοινὸν καὶ φυλασσομένας ὑπὸ τῆς ἐκκλησίας παραλύοι, ὑποικουροῦντος ἐν αὐτῷ τελείου λογισμοῦ, ἀνάθεμα ἔστω. |
Κανὼν κ' (20): Περὶ τῆς εἰς τοὺς τὰς μνήμας τῶν μαρτύρων ἐξουθενοῦντας. |
Εἴ τις αἰτιῷτο ὑπερηφάνῳ διαθέσει κεχρημένος καὶ βδελυσσόμενος τὰς συνάξεις τῶν μαρτύρων ἢ τὰς ἐν αὐταῖς γινομένας λειτουργίας καὶ τὰς μνημας αὐτῶν, ἀνάθεμα ἔστω. |
Κανὼν κα': Περὶ ἀπολογίας τῆς αὐτῆς συνόδου δι' οὓς ἐξέθετο Κανόνας. |
Ταῦτα δὲ γράφομεν οὐκ ἐκκόπτοντες τοὺς ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ κατὰ τὰς Γραφὰς ἀσκεῖσθαι βουλομένους, ἀλλὰ τοὺς λαμβάνοντας τὴν ὑπόθεσιν τῆς ἀσκήσεως εἰς ὑπερηφανίαν κατὰ τῶν ἀφελέστερον βιούντων ἐπαιρομένους τε καὶ παρὰ τὰς Γραφὰς καὶ τοὺς ἐκκλησιαστικοὺς κανόνας καινισμοὺς εἰσάγοντας. Ἡμεῖς τοιγαροῦν, καὶ παρθενίαν μετὰ ταπεινοφροσύνης θαυμάζομεν, καὶ ἐγκράτειαν μετὰ σεμνότητος καὶ θεοσεβείας γινομένην ἀποδεχόμεθα, καὶ ἀναχώρησιν τῶν ἐγκοσμίων πραγμάτων μετὰ ταπεινοφροσύνης ἀγόμεθα, καὶ γάμου συνοίκησιν σεμνὴν τιμῶμεν, καὶ πλοῦτον μετὰ δικαιοσύνης καὶ εὐποιΐας οὐκ ἐξουθενοῦμεν, καὶ λιτότητα καὶ εὐτέλειαν ἀμφιασμάτων δι' ἐπιμέλειαν μόνον τοῦ σώματος ἀπερίεργον ἐπαινόμεν· τὰς δέ ἐκλύτους καὶ τεθρυμμένας ἐν τῇ ἐσθῆτι προόδους ἀποστρεφόμεθα, καὶ τοὺς οἴκους τοῦ Θεοῦ τιμῶμεν, καὶ τὰς συνόδους τὰς ἐπ' αὐτοῖς ὡς ἁγίας καὶ ἐπωφελεῖς ἀσπαζόμεθα, οὐ συγκλείοντες τὴν εὐσέβειαν ἐν τοῖς οἴκοις, ἀλλὰ πάντα τόπον τὸν ἐπ' ὀνόματι τοῦ Θεοῦ οἰκοδομηθέντα τιμῶντες, καὶ τὴν ἐν αὐτῇ τῇ ἐκκλησία συνέλευσιν εἰς ὠφέλειαν τοῦ κοινοῦ προσιέμεθα, καὶ τὰς καθ' ὑπερβολὴν εὐποιΐας τῶν ἀδελφῶν, τὰς κατὰ τὰς παραδόσεις διὰ τῆς ἐκκλησίας εἰς τοὺς πτωχοὺς γινομένας, μακαρίζομεν, καὶ πάντα, συνελόντας εἰπεῖν, τὰ παραδοθέντα, ὑπὸ τῶν θείων Γραφῶν καὶ τῶν ἀποστολικῶν παραδόσεων ἐν τῇ ἐκκλησίᾳ γίνεσθαι εὐχόμεθα. |