Θεόφιλος Αλεξανδρείας (κανόνες)
Οι 14 κανόνες του Θεόφιλου Αλεξανδρείας (+ 412) προέρχονται από διάφορα συγγράμματα αυτού (βλέπε κύριο άρθρο Θεόφιλος Αλεξανδρείας):
Κανόνες Θεόφιλου Αλεξανδρείας - Περίληψη | Κείμενο |
---|---|
Κανὼν α’ (1): Περὶ τῆς ἐν τῇ παραμονῇ τῶν Θεοφανείων νηστείας, εἰ τύχῃ ἐν Κυριακῇ. |
Προσφώνησις, τῶν Ἁγίων θεοφανείων ἐπιστάντων ἐν Κυριακῆ.
Καὶ τὸ ἔθος καὶ τὸ πρέπον ἡμᾶς ἀπαιτεῖ πᾶσαν Κυριακὴν τιμᾶν καὶ ἐν ταύτῃ πανηγυρίζειν, ἐπειδήπερ ἐν ταύτῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐκ νεκρῶν ἀνάστασιν ἡμῖν ἐπρυτάνευσε. Διὸ ἐν ταῖς ἱεραῖς Γραφαῖς καὶ πρώτη κέκληται, ὡς ἀρχὴ τῆς ζωῆς ἡμῖν ὑπάρχουσα, καὶ ὀγδόη, ἅτε δὴ ὑπεραναβεβηκυΐα τῶν Ἰουδαίων σαββατισμόν, Ἐπεὶ οὖν συνέβη τὴν τῶν ἁγίων Θεοφανείων νήστιμον ἡμέραν εἶναι, ταύτην οἰκονομήσωμεν καὶ πρὸς ἑκάτερον ἐπιστημόνως χωρήσομεν, ἵνα, μεταλαμβάνοντες ὀλίγων φοινίκων, ἐκκλίνωμεν ἅμα καὶ τὰς αἱρέσεις τὰς μὴ τιμώσας τὴν ἀναστάσιμον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμέραν, καὶ τὸ ὀφειλόμενον τῇ νηστίμῳ ἡμέρᾳ ἀποδῶμεν, περιμένοντες τὴν ἑσπερινὴν σύναξιν, ἥτις ἐνταῦθα, Θεοῦ θέλοντος, τελεῖται. Συναχθῶμεν τοίνυν ἀπὸ ὥρας ἐνάτης ἐνταῦθα. |
Κανὼν β’ (2): Περὶ τοῦ πῶς χρηστέον τοῖς ἀρειανίσασιν ἐπισκόποις. |
Περὶ τῶν κοινωνησάντων τοῖς Ἀρειανοῖς καὶ μέχρι τοῦ νῦν τὰς ἐκκλησίας κατεχόντων, ὡς ἔχει τὸ ἔθος γινέσθω. Οὕτω μέν τοι, ὥστε ἑτέρους καταστῆναι, μαρτυρουμένους ἐν ὀρθοδοξίᾳ, κἀκείνους αὐλίζεσθαι. Οὕτως οἰκονομουμένων καὶ τούτων, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις πόλεσι πεποιήκασιν οἱ ἐν τῇ Θηβαΐδι ὀρθόδοξοι ἐπίσκοποι, οἱ καταστάντες παρὰ Ἀπόλλωνος τοῦ ἐπισκόπου καὶ κοινωνήσαντες τοῖς ἔχουσι τὰς ἐκκλησίας Ἀρειανοῖς ἐπιτιμάσθωσαν, εἴ γε γνώμῃ ἑαυτῶν πεποιήκασι τοῦτο. Εἰ δὲ ὑπήκοοι γεγόνασι τῷ οἰκείῳ ἐπισκόπῳ, αὐλιζέσθωσαν ὡς μὴ ἐπεγνωκότες τὸ εὔλογον. Καὶ εἰ μὲν πάντες οἱ λαοὶ τούτους ἀποποιοῦνται μετὰ τῶν ἄλλων, ἕτεροι χειροτονείσθωσαν· εἰ δὲ ἀντιποιοῦνται αὐτῶν μετ' ἐκείνων, οἷς κεκοινωνήκασι, ταύτης καὶ οὗτοι ἀποπειράσθωσαν τῆς συνηθείας, ᾗ ἐχρήσαντο οἱ ἐν Θηβαΐδι πάντες ὀρθόδοξοι ἐπίσκοποι. |
Κανὼν γ’ (2): Περὶ πρεσβυτέρου, εἰ ἐβιάσατο πρὸ τῆς χειροτονίας αὐτοῦ γυναῖκα ἀποταξαμένην, ζῶντος τοῦ ἰδίου ἀνδρός. |
Περὶ Βίστου, καταστάντος Ἐρέβῃ πρεσβυτέρου, ζητητέον· καὶ εἰ μὲν ἀποταξαμένην τινὰ ζῶντος τοῦ ἀνδρὸς ἐβιάσατο, μὴ συγχωρείσθω εἶναι πρεσβύτερος, ὅπου γε οὐδὲ ὡς λαϊκὸς ὀφείλει συνάγεσθαι, τῆς Ἐκκλησίας εἰωθυίας τοὺς τοιούτους χωρίζειν. Οὐ φέρει δὲ τοῦτο πρόκριμα τῷ ἐπισκόπῳ Ἀπόλλωνι, εἰ ἐξ ἀγνοίας αὐτὸν κατέστησε, τῆς ἁγίας συνόδου κελευσάσης, τοὺς ἀναξίους μετὰ τὴν χειροτονίαν ἐλεγχομένους ἐπὶ ἐγκλήματι ἐκβάλλεσθαι. |
Κανὼν δ’ (4): Περὶ κληρικοῦ, ὂν καθεῖλεν ὁ οἰκεῖος ἐπίσκοπος. |
Περὶ δὲ Σούρ, ἐπειδὴ ὁ ἐπίσκοπος Ἀπόλλων διεβεβαιώσατο καὶ ἀπεσταλκέναι τοῦτον καὶ ἀλλότριον τῆς Ἐκκλησίας πεποιηκέναι, ἔστω οὕτως ὡς ἀπεφήνατο ὁ ἐπίσκοπος, χρωμένου ἐκείνου ταῖς οἰκείαις δικαιολογίαις, εἴ γε βούλεται καὶ μέμφεται τὴν ἀπόφασιν τοῦ ἐπισκόπου. |
Κανὼν ε’ (5): Περὶ διακόνου, εἰ πρὸ τοῦ βαπτίσματος τὴν οἰκείαν ἀδελφιδῆν ἔγημε. |
Περὶ δὲ Πανούφ, τοῦ καταστάντος διακόνου ἐν τῇ Λυκῷ, δεῖ ζητῆσαι καί, εἰ μὲν εὑρεθείη οὗτος ἔτι κατηχούμενος τυγχάνων, τὴν ἀδελφιδῆν ἑαυτοῦ πρὸς γάμου κοινωνίαν δεξάμενος, μετὰ δὲ τὸ βάπτισμα εἰς κλῆρον ἀχθείς, μενέτω ἐν τῷ κλήρῳ, εἴ γε κεκοίμηται ἐκείνη καὶ μετά τὸ βάπτισμα οὐκ ἐκοινώνησεν αὐτῇ. Εἰ δὲ πιστὸς τυγχάνων τὴν αὐτὴν ἀδελφιδῆν ἑαυτοῦ πρὸς γάμου κοινωνίαν ἐδέξατο, ἔστω τοῦ κλήρου ἀλλότριος, οὐ γὰρ πρόκριμα τῷ ἐπισκόπῳ φέρει Ἀπόλλωνι, εἰ ἐξ ἀγνοίας κατέστησεν αὐτόν. |
Κανὼν ς’ (6): Περὶ ἀναγνώστου, εἰ ἐπόρνευσε, καὶ αὔθις ἐχειροτονήθη. |
Περὶ Ἰακὼβ χρὴ ζητῆσαι, εἰ ἀναγνώστης ὤν, ἐγκλήματι πορνείας ὑπεύθυνος ἐδείχθη καὶ παρὰ τῶν πρεσβυτέρων ἐξεβλήθη, εἶτα κεχειροτόνηται, οὗτος βαλλέσθω, ἀκριβοῦς ἐξετάσεως γενομένης καὶ μὴ μόνον ἐκ ψιθυρισμῶν ἢ κακολογιῶν ὑποψίας εἰς αὐτὸν γενομένης. Εἰ δὲ μὴ εὑρεθείη ὑπεύθυνος, μενέτω ἐν τῷ κλήρῳ, οὐ γὰρ δεῖ ταῖς ματαίαις διαβολαῖς προσέχειν. |
Κανὼν ζ’ (7): Περὶ τοῦ γίνεσθαι τάς χειροτονίας, συμμαρτυρούντων καὶ τῶν ἁγίων. |
Περὶ τῶν ὀφειλόντων χειροτονεῖσθαι, οὗτος ἔστω τύπος, ὥστε πᾶν τὸ ἱερατεῖον συμφωνεῖν καὶ αἱρεῖσθαι, καὶ τότε τὸν ἐπίσκοπον δοκιμάζειν καί, συναινοῦντος αὐτῷ τοῦ ἱερατείου, χειροτονεῖν ἐν μέσῃ τῇ ἐκκλησίᾳ, παρόντος τοῦ λαοῦ καὶ προσφωνοῦντος τοῦ ἐπισκόπου, εἰ καὶ ὁ λαὸς δύναται αὐτῷ μαρτυρεῖν. Χειροτονία δὲ λαθραίως μὴ γινέσθω, τῆς γὰρ Ἐκκλησίας εἰρήνην ἐχούσης, πρέπει παρόντων τῶν ἁγίων τὰς χειροτονίας ἐπὶ τῆς ἐκκλησίας γίνεσθαι. Ἐν δὲ τῇ ἐνορίᾳ, εἰ μὲν κοινωνήσαντές εἰσί τινες ταῖς τῶν κοινωνησάντων γνώμαις, μὴ ἄλλως χειροτονείσθωσαν, ἀλλὰ τῶν ἀληθῶς ὀρθοδόξων κληρικῶν δοκιμαζόντων, παρόντος πάλιν τοῦ ἐπισκόπου, καὶ προσφωνοῦντος παρόντι τῷ λαῷ, μόνον ἵνα μὴ περιδρομή τις γένηται. |
Κανὼν η’ (8): Περὶ τοῦ τίνες ἐκχωροῦνται γεύεσθαι τῶν μετὰ τὰ ἀναλισκόμενα εἰς τὴν θυσίαν. |
Τὰ προσφερόμενα εἰς λόγον θυσίας, μετὰ τὰ ἀναλισκόμενα εἰς τὴν τῶν μυστηρίων χρείαν, οἱ κληρικοὶ διανεμέσθωσαν· καὶ μήτε κατηχούμενος ἐκ τούτων ἐσθιέτω ἢ πινέτω, ἀλλὰ μᾶλλον οἱ κληρικοὶ καὶ οἱ σὺν αὐτοῖς πιστοὶ ἀδελφοί. |
Κανὼν θ’ (9): Περὶ τοῦ μὴ παιδεύεσθαί τινα κληρικὸν χωρὶς ἀξιοπίστων μαρτύρων. |
Ἐπειδὴ Ἱέραξ τόν δε, ὡσανεὶ ἐπὶ πορνείᾳ διαβαλλόμενον, οὐκ ὀφείλειν λέγει ἐν τῷ κλήρῳ εἶναι, ὁ δὲ ἐπίσκοπος Ἀπόλλων διϊσχυρίσατο τηνικαῦτα μηδέν κατήγορον ἐν μέσῳ ἐληλυθέναι κατ' αὐτοῦ, ἐξεταζέσθω καὶ οὗτος· καὶ εἰ μὲν κατήγορος τις ἀνάφύεται πίστεως ἄξιος καὶ τὸ ἔγκλημα ἀποδείκνυται, φερομένων ἀξιοπίστων μαρτύρων, τῆς ἔκκλησίας ἐκβαλλέσθω, εἰ δὲ τοῦ κλήρου ἄξιός ἐστι καὶ ἐπὶ σωφροσύνῃ μαρτυρεῖται, μενέτω ἐν τούτῳ. |
Κανὼν ι’ (10): Περὶ ἐκλογῆς οἰκονόμου τῆς ἐπισκοπῆς. |
Ὥστε γνώμῃ παντὸς τοῦ ἱερατείου οἰκονόμον ἀποδειχθῆναι ἕτερον, ἐφ’ ᾧ συντέθειται καὶ ὁ ἐπίσκοπος Ἀπόλλων, πρὸς τὸ τὰς ἐκκλησίας εἰς δέον ἀναλίσκεσθαι. |
Κανὼν ια’ (11): Περὶ τοῦ τάς χήρας, καὶ πένητας, καὶ ξένους, ἐκ τῶν τῆς Ἐκκλησίας βοηθεῖσθαι. |
Αἱ χῆραι καὶ οἱ πένητες καὶ οἱ παρεπιδημοῦντες ξένοι πάσης ἀναπαύσεως ἀπολαυέτωσαν, καὶ μή τις τὰ τῆς ἐκκλησίας ἰδιοποιείσθω. |
Κανὼν ιβ’ (12): Ὅτι οἱ Ναυατιανοὶ προσερχόμενοι χειροτονοῦνται. |
Ἀφήγησις περὶ τῶν λεγομένων Καθαρῶν.
Δεδήλωκέ μοι ἡ σὴ εὐλάβεια, ὥς τινες τῶν ὀνομαζόντων ἑαυτοὺς Καθαροὺς προσελθεῖν βούλονται τῇ Ἐκκλησίᾳ. Ἐπειδὴ τοίνυν ἡ μεγάλη σύνοδος, ἡ γενομένη ἐν Νικαίᾳ παρὰ τῶν μακαρίων Πατέρων ἡμῶν, ὥρισεν ὥστε χειροτονεῖσθαι τοὺς προσερχομένους, θέλησον κατὰ τὸν τύπον τοῦτον τοὺς ἐθέλοντας προσέρχεσθαι τῇ Ἐκκλησίᾳ χειροτονεῖν, εἴ γε ὁ βίος αὐτῶν ὀρθός ἐστι καὶ μη δὲν τούτοις ἀντίκειται. |
Κανὼν ιγ’ (13): Περὶ τῶν μετανοούντων συζυγῶν ἀπὸ τῆς παρανόμου συνοικεσίας, καὶ διὰ τοῦτο ταχθέντων εἰς τοὺς κατηχουμένους. |
Ἀγάθωνι ἐπισκόπῳ.
Ἀγνοῶν τοὺς τῆς Ἐκκλησίας νόμους, Μάξιμος διϊσχυρίσατο παρανόμῳ συμβιώσει συνῆφθαι καὶ ἐπειδὴ θορυβεῖ αὐτὸν τὸ ἀσύνακτον εἶναι, διεβεβαιώσατο, ἐπειδὴ ἀγνοίᾳ τὸ παράνομον ἔδρασεν, ἐκ συμφώνου ἀπέχεσθαι τῆς παρανόμου συμβιώσεως, κἀκείνης ἀγαπώσης τοῦτο. Ἐὰν τοίνυν δοκιμάσῃς ὅτι τοῦτο ποιοῦσιν ἐκ συμφώνου καὶ μὴ ἀπατῶσιν, ἐπειδὴ δεκαέτης ἐστὶ χρόνος, εἰ σκοπεῖς μετὰ κατηχουμένων αὐτοὺς συνάγεσθαι τέως, οὕτω διοίκησον. Εἰ δὲ συνορᾷς ὅτι ἀπατῆσαι βούλονται καὶ δεῖται τὰ κατ' αὐτοὺς ἔτι στύψεως, ὄπερ ὁ Θεὸς ὑποβάλλει σοι, τοῦτο ποίησον, πανταχοῦ πρὸς τὸ ἐπέχον ὁδηγούμενος, ἐπὶ γὰρ τῶν τόπων τυγχάνων, τὰς γνώμας αὐτῶν μᾶλλον εἰδέναι δύνασαι. |
Κανὼν ιδ’ (14): Περὶ τῆς θεραπευσάσης τὴν ἀδικίαν, καὶ διὰ τοῦτο συγχωρηθείσης συνίστασθαι τοῖς πιστοῖς. |
Μηνᾷ ἐπισκόπῳ.
Νόμιμον πρᾶγμα πεποιήκασιν οἱ πρεσβύτεροι ἐν Γεμίνῳ τῇ κώμῃ, εἰ ἀληθεύει ἡ κομίζουσα τὸ γράμμα Εὐσταθία· φάσκει γάρ, ὅτι Κυράδιον ἀδικοῦσαν καὶ μὴ βουλομένην ἀναστεῖλαι τὴν ἀδικίαν, ἐχώρισαν τῆς συνάξεως. Ἐπειδὴ τοίνυν εὖρον ὡς, τὸ ἑαυτῆς κακὸν θεραπεύσασα, βούλεται συναχθῆναι, θέλησον παρασκευάσαι αὐτὴν ἀποθέσθαι πρῶτον τὴν ἀδικίαν καὶ πεῖσαι μετανοῆσαι, ἵν' οὕτως, εἰ συνίδοις ὅτι νόμῳ Θεοῦ προσέρχεται, τῆς συνάξεως ὀρεγομένη, ἐπιστρέψῃς αὐτῇ μετὰ τῶν λαῶν συνάγεσθαι. |