Διονύσιος Αλεξανδρείας (κανόνες)
Οι 4 κανόνες του Διονυσίου Αλεξανδρείας (+ 264/265) προέρχονται από την επιστολή του προς τον επίσκοπο Πενταπόλεως Βασιλείδη (βλέπε κύριο άρθρο Διονύσιος Αλεξανδρείας):
Κανόνες Διονυσίου Αλεξανδρείας - Περίληψη | Κείμενο |
---|---|
Κανὼν α’ (1): Ὅτι ἀδήλου οὔσης ἀκριβῶς τῆς ὥρας, καθ' ἣν ἀνέστη ὁ Κύριος, οἱ μετὰ τὸ μεσονύκτιον τοῦ μεγάλου Σαββάτου ἀπονηστιζόμενοι, ἀνέγκλητοι. |
Ἐπέστειλάς μοι, πιστότατε καὶ λογιώτατε υἱέ μου, πυνθανόμενος καθ' ἣν ὥραν ἀπονηστίζεσθαι δεῖ τὴν τοῦ Πάσχα ἡμέραν, τινὰς μὲν γὰρ τῶν ἀδελφῶν λέγειν φής, ὅτι χρὴ τοῦτο ποιεῖν πρὸς τὴν ἀλεκτοροφωνίαν, τινὰς δέ, ὅτι ἀφ΄ ἑσπέρας χρή. Οἱ μὲν γὰρ ἐν Ῥώμῃ ἀδελφοί, ὥς φασι, περιμένουσι τὸν ἀλέκτορα, περὶ δὲ τῶν ἐνταῦθα ἔλεγες, ὅτι τάχιον. Ἀκριβῆ δὲ ὅρον τιθέναι ἐπιζητεῖς καὶ ὥραν πάνυ μεμετρημένην, ὅπερ καὶ δύσκολον καὶ σφαλερόν ἐστί. Τὸ μὲν γὰρ ὅτι μετὰ τὸν τῆς Ἀναστάσεως τοῦ Κυρίου ἡμῶν καιρὸν χρὴ τῆς ἑορτῆς καὶ τῆς ευφροσύνης ἐνάρχεσθαι, μέχρις ἐκείνου τὰς ψυχὰς ταῖς νηστείαις ταπεινοῦντας, ὑπὸ πάντων ὁμοίως ὁμολογήσεται. Κατασκεύασας δὲ δι' ὧν ἔγραψάς μοι πάνυ ὑγιῶς καὶ τῶν θείων Εὐαγγελιστῶν αἰσθόμενος, ὅτι μηδὲν ἀπηκριβωμένον ἐν αὐτοῖς περὶ τῆς ὥρας, καθ' ἣν ἀνέστη, φαίνεται. Διαφόρως μὲν γὰρ οἱ Εὐαγγελισταὶ τοὺς ἐπὶ τὸ μνημεῖον ἐλθόντας ἀνέγραψαν κατὰ καιροὺς ἐνηλλαγμένους, καὶ πάντες ἀνεστηκότα ἤδη τὸν Κύριον ἔφασαν εὑρηκέναι, καὶ ὀψὲ σαββάτων, ὡς ὁ Ματθαῖος εἶπε, καὶ πρωΐας ἔτι σκοτίας οὔσης, ὡς ὁ ᾽Ιωάννης γράφει, καὶ ὄρθρου βαθέος, ὡς ὁ Λουκᾶς, καὶ λίαν πρωί ἀνατείλαντος τοῦ ἡλίου, ὡς ὁ Μᾶρκος. Καὶ πότε μὲν ἀνέστη, σαφῶς οὐδεὶς ἀπεφήνατο, ὅτι δὲ ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ μιᾷ σαββάτων, μέχρις ἀνατολῆς ἡλίου τῆς μιᾶς σαββάτων, οἱ ἐπὶ τὸ μνημεῖον παραγενόμενοι οὐκέτι κείμενον αὐτὸν ἐν αὐτῷ κατέλαβον, τοῦτο ἀνωμολόγηται. Καὶ μηδὲ διαφωνεῖν, μηδὲ εναντιοῦσθαι τοὺς Εὐαγγελιστὰς πρὸς ἀλλήλους ὑπολάβωμεν, ἀλλ' εἰ καὶ μικρολογία τις εἶναι δόξει περὶ τὸ ζητούμενον, εἰ συμφωνοῦντες πάντες ἐν ἐκείνῃ τῇ νυκτὶ τὸ τοῦ κόσμου φῶς, τὸν Κύριον ἡμῶν, ἀνατεταλκέναι, περὶ τὴν ὥραν διαφέρονται. Ἀλλ' ἡμεῖς εὐγνωμόνως τὰ λεχθέντα καὶ πιστῶς ἁρμόσαι προθυμηθῶμεν. Τὸ μὲν οὖν ὑπὸ τοῦ Ματθαίου λεχθὲν οὕτως ἔχει· Ὀψὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· Ἂγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸ λίθον, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ῏Ην δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ Ἄγγελος, εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι ᾽Ιησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἐστιν ὧδε· ἠγέρθη, καθὼς εἶπε. Τοῦτο δὲ τὸ λεχθὲν ὀψέ, οἱ μέν τινες οἰήσονται, κατὰ τὴν κοινότητα τοῦ ῥήματος, τὴν ἑσπέραν δηλοῦν τοῦ σαββάτου, οἱ δὲ σοφώτερον ἐξακούοντες, οὐ τοῦτο, ἀλλὰ νύκτα βαθεῖαν ἐροῦσιν εἶναι, βραδύτητα καὶ μακρὸν χρόνον τοῦ, ὀψέ, δηλοῦντος· καὶ ὅτι νύκτα λέγει, καὶ οὐχ ἑσπέραν, ἐπήγαγε, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων. Καὶ ἦκον, οὔπω, ὡς οἱ λοιποί φασι, τὰ ἀρώματα φέρουσαι, ἀλλὰ θεωρῆσαι τὸν τάφον, καὶ εὗρον τὸν σεισμὸν γεγονότα καὶ καθήμενον τὸν Ἄγγελον ἐπὶ τοῦ λίθου, καὶ ἀκηκόασι παρ' αὐτοῦ· Οὐκ ἔστιν ὧδε, ἠγέρθη. Ὁμοίως ὁ ᾽Ιωάννης, ἐν μιᾷ τῶν σαββάτων, φησί, Μαρία ἡ Μαγδαληνὴ ἦλθε πρωί, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον καὶ τὸν λίθον ᾐρμένον ἐκ τοῦ μνημείου· πλὴν παρὰ τούτῳ σκοτίας ἔτι οὔσης προεληλύθει. ῾Ο δὲ Λουκᾶς φησί· Τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ἐπὶ τὸ μνῆμα ἦλθον, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. Ὁ βαθὺς ὄρθρος, ἴσως προϋποφαινομένην αὐγὴν ἑωθινὴν ἐμφανίζει τῆς μιᾶς τῶν σαββάτων, διὰ τὸ παρῳχηκέναι ἤδη τελείως σὺν τῇ μετ' αὐτὸ νυκτὶ πᾶν τὸ σάββατον καὶ ἑτέραν ἄρχεσθαι ἡμέραν, ὅτε ἦλθον τὰ ἀρώματα καὶ τὰ μύρα φέρουσαι. Ὅθεν δῆλον, ὡς ἀνειστήκει πρὸ πολλοῦ. Τούτῳ κατακολουθεῖ καὶ ὁ Μάρκος, λέγων· Ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν· καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου∙ λίαν μὲν γὰρ πρωΐ, καί οὕτος εἶπεν, ὅπερ ταυτόν ἐστι τῷ βαθέος ὄρθρου, καὶ ἐπήγαγεν, ἀνατείλαντος τοῦ ἡλίου. Ἡ μὲν γὰρ ὁρμὴ καὶ ἡ ὁδὸς αὐτῶν, δῆλον ὡς ὄρθρου βαθέος καὶ λίαν πρωΐ κατήρχθη, παρέτειναν δὲ κατά τε τὴν πορείαν, καὶ περὶ τὸ μνημεῖον διατρίβουσαι μέχρις ἀνατολῆς ἡλίου· καὶ λέγει καὶ τότε ταύταις ὁ νεανίσκος ὁ λευχείμων· Ήγέρθη, οὐκ ἔστιν ὧδε.
Τούτων οὕτως ἐχόντων, τοῦτο τοῖς ἀκριβολογουμένοις ἀποφαινόμεθα, κατὰ ποίαν ὥραν ἢ καὶ ποῖον ἡμιώριον ἢ ὥρας τέταρτον ἄρχεσθαι προσῆκε τῆς ἐπὶ τῇ τοῦ Κυρίου ἡμῶν ἐκ νεκρῶν Ἀναστάσει χαρᾶς. Τοὺς μὲν λίαν ἐπιταχύνοντας καὶ πρὸ νυκτὸς ἐγγὺς ἤδη μεσούσης ἀνιέντας, ως ὀλιγώρους καὶ ἀκρατεῖς μεμφόμεθα, ὡς παρ᾽ ὀλίγον προκαταλύοντας τὸν δρόμον, λέγοντος ἀνδρὸς σοφοῦ· Οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν. Τοὺς δὲ ἐφυστερίζοντας καὶ διαρκοῦντας ἐπὶ πλεῖστον, καὶ μέχρι τετάρτης φυλακῆς ἐγκαρτεροῦντας, καθ' ἣν καὶ τοῖς πλέουσιν ὁ Σωτὴρ ἡμῶν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἐπεφάνη, ὡς γενναίους καὶ φιλοπόνους ἀποδεχόμεθα. Τοῖς δὲ μεταξύ, ὡς ἐκινήθησαν ἢ ὡς ἠδυνήθησαν, ἀναπαυσαμένοις, μὴ πάνυ διοχλῶμεν, ἐπεὶ μηδὲ τὰς ἓξ τῶν νηστειῶν ἡμέρας ἴσως, μηδὲ ὁμοίως πάντες διαμένουσιν. Ἀλλ' οἱ μὲν καὶ πάσας ὑπερτιθέασιν, ἄσιτοι διατελοῦντες, οἱ δὲ δύο, οἱ δὲ τρεῖς, οἰ δὲ τέσσαρας, οἱ δὲ οὐδεμίαν. Καὶ τοῖς μὲν πάνυ διαπονηθεῖσιν ἐν ταῖς ὑπερθέσεσιν, εἶτα ἀποκαμοῦσι καὶ μόνον οὐκ ἐκλείπουσι, συγγνώμη τῆς ταχυτέρας γεύσεως. Εἰ δέ τινες, οὐχ ὅπως οὐχ ὑπερτιθέμενοι, ἀλλὰ μηδὲ νηστεύσαντες, ἢ καὶ τρυφήσαντες τὰς προαγούσας τέσσαρας, εἶτα ἐλθόντες ἐπὶ τὰς τελευταίας δύο, καὶ μόνας αυτὰς ὑπερτιθέντες, τήν τε παρασκευὴν καὶ τὸ σάββατον, μέγα τι καὶ λαμπρὸν ποιεῖν νομίζουσιν, ἂν μέχρι τῆς ἕω διαμείνωσιν, οὐκ οἶμαι τὴν ἄθλησιν αὐτοὺς πεποιῆσθαι ἴσην τοῖς τὰς πλείονας ἡμέρας προησκηκόσι. Ταῦτα μέν, ὡς φρονῶ, συμβουλεύων περὶ τούτων ἔγραψα. |
Κανὼν β’ (2): Περὶ τοῦ μὴ μεταλαμβάνειν τὰς ἐν ἀφέδρῳ γυναῖκας. |
Περὶ δὲ τῶν ἐν ἀφέδρῳ γυναικῶν, εἰ προσῆκεν αὐτὰς οὔτω διακειμένας εἰς τὸν οἶκον εἰσιέναι τοῦ Θεοῦ, περιττὸν καὶ τὸ πυνθάνεσθαι νομίζω. Οὐδὲ γὰρ αὐτὰς οἶμαι πιστὰς οὔσας καὶ εὐλαβεῖς, τολμήσειν οὕτω διακειμένας ἢ τῇ τραπέζῃ τῇ ἁγίᾳ προσελθεῖν ἤ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ προσάψασθαι. Οὐδὲ γὰρ ἡ τὴν δωδεκαετῆ ῥύσιν ἔχουσα, πρὸς τὴν ἴασιν ἔθιγεν αὐτοί, ἀλλὰ μόνου τοῦ κρασπέδου. Προσεύχεσθαι μὲν γὰρ ὄπως ἂν ἔχῃ τις καὶ ὡς ἂν διάκηται μεμνῆσθαι τοῦ δεσπότου καὶ δεῖσθαι βοηθείας τυχεῖν, ἀνεπίφθονον, εἰς δὲ τὰ ἅγια καὶ τὰ ἅγια τῶν ἁγίων ὁ μὴ πάντῃ καθαρὸς καὶ ψυχῇ καὶ σώματι προσιέναι, κωλυθήσεται. |
Κανὼν γ’ (2): Περὶ τοῦ ἐν καιρῷ προσευχῆς, καὶ νηστείας ἀπέχεσθαι ἀλλήλων τοὺς ὁμοζύγους. |
Αὐτάρκεις δὲ καὶ οἱ γεγαμηκότες ἑαυτῶν ὀφείλουσιν εἶναι κριταί, ὅτι γὰρ ἀπέχεσθαι ἀλλήλων προσῆκον ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάσωσι τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ὦσιν, ἀκηκόατε Παύλου γράφοντος. |
Κανὼν δ’ (4): Περὶ τῶν ὀνειρωξάντων ὅτι, εἰ εὐσυνείδητοι, μεταλαμβανέτωσαν. |
Οἱ δὲ ἐν ἀπροαιρέτῳ νυκτερινῇ ῥύσει γενόμενοι, καὶ οὗτοι τῷ ἰδίῳ συνειδότι κατακολουθείτωσαν· καὶ ἑαυτοὺς, εἴτε διακρίνονται περὶ τούτου, εἴτε μή, σκοπείτωσαν. Ὡς γὰρ ἐπὶ τῶν βρωμάτων ὁ διακρινόμενος, φησίν, ἐὰν φάγῃ, κατακέκριται, οὕτω καὶ ἐν τούτοις εὐσυνείδητος ἔστω καὶ εὐπαρρησίαστος, κατὰ τὸ ἴδιον ἐνθύμιον, πᾶς ὁ προσιὼν τῷ Θεῶ· Ταῦτα, σὺ μὲν τιμῶν ἡμᾶς, οὐ γὰρ ἀγνοῶν ἀγαπητέ, τὰ πύσματα ἡμῖν προσήγαγες, ὁμόφρονας ἡμᾶς, ὥσπερ οὖν ἐσμέν, καὶ ὁμοψήφους σεαυτῷ παρασκευάζων. ᾽Εγὼ δέ, οὐχ ὡς διδάσκαλος, ἀλλ' ὡς μετὰ πάσης ἁπλότητος προσῆκον ἡμᾶς ἀλλήλοις διαλέγεσθαι, εἰς κοινὸν τὴν διάνοιαν ἑμαυτοῦ ἐξέθηκα· ἣν ἐπικρίνας καὶ σύ, συνετώτατέ μου υἱέ, ὅ,τι ἂν σοι φανῇ δίκαιον καὶ βέλτιον, εἰ καὶ οὕτως ἔχειν δοκιμάζοις, περὶ αὐτῶν ἀντιγράψεις. Ἔρρωσθαί σε, ἀγαπητέ μου υἱέ, ἐν εἰρήνῃ λειτουργοῦντα τῷ Κυρίῳ εὔχομαι. |