Γεννάδιος Κωνσταντινουπόλεως (κανόνας)
Ο κανόνας του Γενναδίου Κωνσταντινουπόλεως (+ 471) προέρχεται από μία εγκύκλιο του η οποία επικυρώθηκε από την Πενθέκτη Οικουμενική Σύνοδο και περιελήφθη σε όλες τις κανονικές συλλογές (βλέπε κύριο άρθρο Γεννάδιος Κωνσταντινουπόλεως):
Κανόνας Γενναδίου Κωνσταντινουπόλεως - Περίληψη | Κείμενο |
---|---|
Ἐπιστολὴ τοῦ Γενναδίου Κωνσταντινουπόλεως, πρὸς ἅπαντας τοὺς ὁσιωτάτους μητροπολίτας καὶ πρὸς τὸν πάπαν Ῥώμης: Περὶ τῶν Σιμωνιακῶν. |
Τῷ θεοφιλεστάτῳ συλλειτουργῷ (τῷδε), Γεννάδιος καὶ ἡ ἐνδημοῦσα τῇ βασιλίδι Κωνσταντινουπόλει, νέᾳ Ῥώμῃ, ἁγία σύνοδος.
Ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς καὶ Σωτὴρ Ἰησοῦς Χριστός, ἐγχειρίσας τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς τοῦ Εὐαγγελίου τὸ κήρυγμα καὶ διδασκάλους τούτους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἀνθρώποις ἐξαποστείλας, παρεκελεύσατο διαρρήδην, ἣν εἰλήφασι παρ' αὐτοῦ δωρεάν, ταύτην καὶ αὐτοὺς τοῖς ἀνθρώποις μεταδιδόναι δωρεάν, μὴ κτωμένους ὑπὲρ αὐτῆς χαλκὸν ἢ ἄργυρον ἢ χρυσὸν ἤ τινα περιουσίαν ἄλλην ὅλως, ὑλικὴν ἢ γεώδη· μὴ γὰρ εἶναι τῶν ἐπουρανίων καὶ πνευματικῶν χαρισμάτων ἀμοιβὴν τὰ γεηρὰ καὶ ἐπίκηρα. Ταύτην τὴν ἐντολὴν οὐ μόνον ἐκείνοις, ἀλλὰ καὶ ἡμῖν δι' ἐκείνων ἐνετείλατο, οὕς εἰς τὸν οἰκεῖον βαθμόν τε καὶ τόπον ὑπεισαγαγεῖν κατηξίωσε. Καὶ δεῖ, καθάπερ ἐκεῖνοι τότε, καὶ ἡμᾶς νῦν ἀκριβῶς φυλάττειν τε καὶ παρατηρεῖν καὶ μὴ σοφίζέσθαι τὰ ἄσοφα, μηδὲ κύβον ἀναρριπτεῖν ἐπικίνδυνον. Δωρεάν, φησίν, ἐλάβετε, δωρεὰν δότε. Μὴ κτήσησθε χαλκόν, μηδὲ ἄργυρον, μήτε χρυσὸν εἰς τὰς ζώνας ἡμῶν. Ἁπλοῦς καὶ σαφὴς ὁ τῆς ἐντολῆς ταύτης λόγος ἐστίν, οὐδὲν ποικῖλον ἔχων, οὐδὲ δυσέφικτον, οὐδὲ σοφιστικῆς δεόμενον ἐξηγήσεως, παρ' ἐμοῦ, φησίν, ἐδέξασθε τὸ τῆς ἱερωσύνης ἀξίωμα. Εἰ μὲν ὑπὲρ αὐτοῦ μοι μικρὸν ἢ μέγα τι κατεβάλεσθε καὶ τοῦτο ὑμῖν πέπραται παρ' ἐμοῦ, πωλεῖτε καὶ ὑμεῖς ἑτέροις αὐτό, εἰ δὲ δωρεὰν εἰλήφατε, δότε καὶ ὑμεῖς δωρεάν. Τί τῆς ἐντολῆς ταύτης σαφέστερον; Τί δὲ τοῖς πειθαρχοῦσι λυσιτελέστερον; Οὐαὶ τῷ ὄντι τοῖς κτήσασθαι τὴν τοῦ Θεοῦ δωρεὰν ἢ διδόναι ταύτην διὰ χρημάτων ὑπειληφόσιν· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας οἱ τοιοῦτοι κατὰ τὴν ἀπόφασιν τοῦ ἁγίου Πέτρου ὑπάρχουσι, συλληφθέντες ὑπὸ τῆς ἑαυτῶν φιλαργυρίας. Ὅθεν καὶ τῶν ὁσίων καὶ μακαρίων Πατέρων τῶν τῆς ἁγίας καὶ μεγάλης οἰκουμενικῆς συνόδου τῆς ἐν Χαλκηδόνι συναχθείσης, τῷ δεσποτικῷ τούτῳ νόμῳ συνᾴδων ὁ περὶ τούτου κανών, ἡμῖν σαφῶς οὑτωσί λέξεσιν αὐταῖς ἐκπεφώνηται· Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο καὶ εἰς πρᾶσιν καταγάγοι τὴν ἄπρατον χάριν, καὶ χειροτονήσοι ἐπὶ χρήμασιν ἐπίσκοπον ἢ χωρεπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον ἢ ἕτερόν τινα τῶν ἐν τῷ κλήρῳ καταριθμουμένων, ἤ προβάλοιτο ἐπὶ χρήμασιν οἰκονόμον ἢ ἔκδικον ἢ παραμονάριον ἢ ὅλως τινὰ τοῦ κλήρου, δι' αἰχροκέρδειαν οἰκείαν, ὁ τοῦτο ἐπιχειρήσας, ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν, καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ' ἐμπορίαν ὠφελείσθω χειροτονίας ἢ προβολῆς, ἀλλ' ἔστω ἀλλότριος τῆς ἀξίας ἢ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις καὶ μεσιτεύων φανείη τοῖς αἰσχροῖς τούτοις καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικὸς εἴη, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ· εἰ δέ λαϊκὸς ἢ μονάζων, ἀναθεματιζέσθω. Κάλλιστα καὶ λίαν εὐσεβῆ τοῦ κανόνος τῶν ἁγίων Πατέρων ὑπάρχει τὰ παραγγέλματα, πᾶσαν ἔφοδον σατανικὴν καὶ πᾶν ἐγχείρημα διαβολικόν, κατὰ τῆς πνευματικῆς φερόμενον δωρεᾶς, ἀπωθούμενά τε καὶ ἀνακόπτοντα. Οὐ βούλεται γὰρ οὐδαμῶς διὰ χρημάτων γίνεσθαι τῆς χειροτονίας τὴν προβολὴν ἢ ὑποδέχεσθαι, οὔτε παρὰ τοῦ ταύτην ἐνεργοῦντος, οὔτε παρὰ τοῦ τῆς χειροτονίας τὴν προβολὴν ὑποδεχομένου. Ἀλλ' οὐδὲ πρὸ τοῦ καιροῦ τῆς χειροτονίας, οὐδὲ μετὰ τὸν καιρὸν τῆς χειροτονίας, οὐδὲ κατὰ τὸν καιρὸν αυτὸν τῆς χειροτονίας, ὑπὲρ τῆς χειροτονίας δίδοσθαι χρήματα συγχωρεῖ, καθόλου γὰρ τὴν ἐπὶ τῷ πράγματι τούτῳ δωροδοκίαν ἀπέφησεν. Ὅμως ἐπειδὴ νῦν καίτοι προδήλως τούτων οὕτω κεκωλυμένων, ἐφωράθησάν τινες κατὰ τὴν Γαλατῶν, ὀλιγωροῦντες καὶ παραβαίνοντες δι' αἰσχροκέρδειαν καὶ φυλαργυρίαν τὰ σωτήρια ταῦτα καὶ φιλάνθρωπα παραγγέλματα, εὖ ἔχειν ἔδοξε καὶ ἡμῖν, αὐτὰ ταῦτα πάλιν ἀνανεώσασθαι μετὰ τῆς ἁγίας συνόδου, τῆς ἐνδημούσης ἐν ταύτῃ τῇ βασιλευούσῃ νέᾳ Ῥώμῃ, ὥστε, δίχα πάσης ἐπινοίας καὶ πάσης προφάσεως καὶ παντὸς σοφισμοῦ, τὴν ἀσεβῆ καὶ βδελυρὰν ταύτην, οὐκ οἶδ' ὅπως, ἐπεισελθοῦσαν συνήθειαν ταῖς ἁγιωτάταις ἐκκλησίαις, παντελῶς ἐκτεμεῖν, ἵνα ἀληθῶς ἀκαπηλεύτου καὶ καθαρᾶς παρὰ τῶν ἀρχιερέων τῆς ἐπὶ τῶν χειροτονουμένων ἀναρρήσεως γινομένης, ἄνωθεν ἡ τοῦ ἁγίου Πνεύματος χάρις ἐπιφοιτᾷ, ὡς νῦν γε, οὐκ οἶδα, εἰ διὰ χρημάτων τὴν προβολὴν ποιουμένων, καὶ οὐ τῆς χειρὸς καθαρῶς ἐνεργούσης, ἐπιφοιτᾷ τῷ προχειριζομένῳ κατὰ τὴν φωνὴν τοῦ κηρύγματος, καὶ οὐχὶ συστέλλεται μᾶλλον ἡ τοῦ ἁγίου Πνεύματος χάρις. Ἴσθι τοίνυν τὰ πάντα, θεοσεβέστατε, πάντα τὸν ὁντιναοῦν ἁλισκόμενον ἐπὶ τοιούτῳ τινὶ ἐπίσκοπον ἢ χωρεπίσκοπον ἢ περιοδευτὴν ἢ πρεσβύτερον ἢ διάκονον ἢ ἄλλον ὁντιναδήποτε τοῦ κανόνος, ἢ λαικόν, κοινῷ δόγματι τῶν ἀρχιερέων κατακεκρίσθαι καὶ κοινῇ ψήφῳ, καθὼς περὶ τούτου καὶ ὁ τῶν ἁγίων Πατέρων κανὼν φθάσας διαλαλεῖ. Δεῖ γὰρ εἶναι χάριν τὴν χάριν καὶ μηδαμοῦ παρ᾽ αὐτῇ μεσιτεύειν ἀργύριον. ῎Εστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος καὶ πάσης ἱερατικῆς ἀξίας τε καὶ λειτουργίας ἀλλότριος καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος ὑποκείμενος ὅ τε ταύτην κτᾶσθαι διὰ χρημάτων οἰόμενος καὶ ὁ ταύτην παρέχειν ἐπὶ χρήμασιν ὑπισχνούμενος, εἴτε κληρικός, εἴτε λαϊκὸς εἴη, κἄν ἐλέγχοιτο, κἂν μὴ ἐλέγχοιτο τοῦτο ποιεῖν. Οὐ γὰρ οἷόν τε συμβιβασθῆναί ποτε τὰ ἀσύμβατα, οὐδὲ Θεῷ συμφωνῆσαι τὸν μαμωνᾶν, ἢ τοὺς τούτῳ δουλεύοντας δουλεῦσαι Θεῷ, δεσποτικὴ καὶ αὕτη ἐστὶν ἀπόφασις ἀναμφίλεκτος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Τούτοις ἐπιθαρροῦντες ἡμεῖς κατὰ δύναμιν καὶ τούτοις ὑπείκοντες, μετὰ τοῦ ταῦτα φήσαντος, κατὰ τῶν ταῦτα παρανομούντων τὴν ἀπόφασιν πεποιήμεθα. Φροντισάτω δὲ καὶ ἡ σὴ ὁσιότης, ταῦτα διὰ πάσης φυλακῆς ποιουμένη, δῆλα καταστῆσαι δι' ἀντιγράφων, καὶ τοῖς ὑπὸ σὲ θεοφιλεστάτοις ἐπισκόποις καὶ περιοδευταῖς, καὶ τοῖς ἄλλοις ἅπασιν, ἵνα ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ πάντες ὁμοῦ χριστιανοί συμφραξάμενοι κατὰ τοῦ κοινοῦ δυσμενοῦς, ἰσχύσωμεν σὺν Θεῷ τὴν ὑπ' ἐκείνου φυτευθεῖσαν ἐν ἡμῖν τῆς φιλαργυρίας ῥίζαν, ἅμα πᾶσιν αὐτῆς τῶν κακῶν τοῖς βλαστήμασιν ἐκτεμεῖν. Πᾶσαν τὴν σὺν σοὶ ἐν Χριστῷ ἀδελφότητα προσαγορεύομεν. ᾽Ερρωμένως ἐν Κυρίῳ ὑπερεύχου ἡμῶν, θεοφιλέστατε ἀδελφέ. Γεννάδιος ἐπίσκοπος Κωνσταντινουπόλεως, νέας Ρώμης, ὑπέγραψα. |