Ἐκ τῶν πρὸς Σέλευκον ἰάμβων.
Περὶ τοῦ τίνα χρὴ ἀναγινώσκεσθαι βιβλία ἐκ τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης.
|
"Πλὴν ἀλλ' ἐκεῖνο προσμαθεῖν μάλιστά σοι
προσῆκον. Οὐχ ἅπασα βίβλος ἀσφαλής,
Ἡ σεμνὸν ὄνομα τῆς Γραφῆς κεκτημένη.
Εἰσί γάρ εἰσιν ἔσθ' ὅτε ψευδώνυμοι
Βίβλοι, τινὲς μὲν ἔμμεσοι καὶ γείτονες,
Ὡς ἄν τις εἴποι, τῶν ἀληθείας λόγων∙
Αἱ δ' ἄρα νόθοι τε καὶ λίαν ἐπισφαλεῖς,
Ὥσπερ παράσημα καὶ νόθα νομίσματα,
Ἅ βασιλέως μὲν τὴν ἐπιγραφὴν ἔχει,
Κίβδηλα δ' ἐστί, ταῖς ὕλαις δολούμενα.
Τούτου χάριν σοι τῶν θεοπνεύστων ἐρῶ
Βίβλον ἑκάστην. Ὡς δ᾽ ἂν εὐκρινῶς μάθῃς,
Τὰς τῆς Παλαιᾶς πρῶτα Διαθήκης ἐρῶ.
Ἡ Πεντάτευχος τὴν κτίσιν, εἶτ΄ Ἔξοδον,
Λευϊτικόν τε τὴν μέσην ἔχει βίβλον·
μεθ' ἣν Ἀριθμούς, εἶτα Δευτερονόμιον.
Τούτοις Ἰησοῦν προστίθει καὶ τοὺς Κριτάς·
Ἔπειτα τὴν Ρούθ, Βασιλειῶν τε τέσσαρας
Βίβλους· Παραλειπομένων δέ γε δύω Βίβλοι·
Ἔσδρας ἐπ᾽ αὐταῖς πρῶτος, εἶθ' ὁ δεύτερος.
Ἑξῆς στιχηρὰς πέντε σοι Βίβλους ἐρῶ·
Στεφθέντα τ' ἄθλοις ποικίλων παθῶν Ἰώβ,
Ψαλμῶν τε βίβλον, ἐμμελες ψυχῶν ἄκος·
Τρεῖς δ' αὖ Σολομῶντος τοῦ Σοφοῦ· Παροιμίαι,
Ἐκκλησιαστής, ᾎσμα τ' αὖ τῶν ᾀσμάτων.
Ταύταις Προφήτες προστίθει τοὺς δώδεκα·
Ὠσηὲ πρῶτον, εἶτ' Ἀμὼς τὸν δεύτερον,
Μιχαίαν, ᾽Ιωήλ, Ἀβδίαν, καὶ τὸν τύπον
Ἰωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους,
Ναοὺμ μετ' αὐτούς, Ἀββακοὺμ εἶτ' ἔνατον,
Σοφονίαν, Ἀγγαῖόν τε, καὶ Ζαχαρίαν,
Διώνυμόν τε ἄγγελον Μαλαχίαν.
Μεθ' οὓς Προφήτας μάνθανε τοὺς τέσσαρας,
Παρρησιαστὴν τὸν μέγαν Ἡσαΐαν,
Ἱερεμίαν τε συμπαθῆ, καὶ μυστικὸν
Ἰεζεκιήλ, ἔσχατον δὲ Δανιήλ,
Τὸν αὐτὸν ἔργοις καὶ λόγοις σοφώτατον·
Τούτοις προσεγκρίνουσι τὴν Ἐσθὴρ τινές.
Καινῆς Διαθήκης ὅρα μοι βίβλους λέγειν·
Εὐαγγελιστὰς τέσσαρας δέχου μόνους,
Ματθαῖον, εἶτα Μάρκον, οἷς Λουκᾶν τρίτον
Προσθείς, ἀρίθμει τὸν Ἰωάννην χρόνῳ
Τέταρτον, ἀλλὰ πρῶτον ὕψη δογμάτων,
Βροντῆς γὰρ υἱὸν εἰκότως τοῦτον καλῶ,
Μέγιστον ἠχήσαντα τῷ Θεοῦ λόγῳ.
Δέχου δὲ βίβλον Λουκᾶ καὶ τὴν δευτέραν,
Τὴν τῶν καθολικῶν Πράξεων Ἀποστόλων·
Τὸ σκεῦος ἑξῆς προστίθει τῆς ἐκλογῆς,
Τὸν τῶν ἐθνῶν κήρυκα, τὸν Ἀπόστολον
Παῦλον, σοφῶς γράψαντα ταῖς ἐκκλησίαις
Ἐπιστολὰς δὶς ἑπτά· Ῥωμαίοις μίαν,
ᾗ χρὴ συνάπτειν πρὸς Κορινθίους δύο,
Τὴν πρὸς Γαλάτας, τήν τε πρὸς Ἐφεσίους,
Μεθ' ἣν τὴν ἐν Φιλίπποις, εἶτα τὴν γεγραμμένην
Κολοσσαεῦσι, Θεσσαλονικεῦσι δύο,
Δύο Τιμοθέῳ, Τίτῳ δὲ καὶ Φιλήμονι,
Μίαν ἑκάστῳ, καὶ πρὸς Ἑβραίους μίαν.
Τινὲς δέ φασι τὴν πρὸς Ἑβραίους νόθον
Οὐκ εὖ λέγοντες· γνησία γὰρ ἡ χάρις
Εἶεν. Τί λοιπόν; Καθολικὰς ἐπιστολὰς
Τινὲς μὲν ἑπτά φασιν, οἱ δὲ τρεῖς μόνας
Χρῆναι δέχεσθαι, τὴν ᾽Ιακώβου μίαν,
Μίαν τε Πέτρου, τοῦ τ' Ἰωάννου μίαν.
Τινὲς δὲ τὰς τρεῖς, καὶ πρὸς αὐταῖς τὰς δύο
Πέτρου δέχονται, τὴν Ἱούδα δ' ἑβδόμην·
Τὴν δ' Ἀποκάλυψιν τοῦ Ἰωάννου πάλιν,
Τινὲς μὲν ἐγκρίνουσιν, οἱ πλείους δέ γε
Νόθον λέγουσιν. Οὗτος ἀψευδέστατος
Κανὼν ἄν εἴη τῶν θεοπνεύστων Γραφῶν.
|