Αλλαγές

Μετάβαση σε: πλοήγηση, αναζήτηση
καμία σύνοψη επεξεργασίας
H '''προς Σμυρναίους''' είναι μία από τις επτά γνήσιες επιστολές του [[Ιγνάτιος ο Θεοφόρος|Αγίου Ιγνατίου του Θεοφόρου]] (+107/117 μ.Χ.<ref>Η κοίμηση του αγίου τοποθετείται στα '''''107/117''''' στο Παπαδόπουλος Γ. Στυλιανός, ''Πατρολογία'', τόμ. Α', έκδ. 4η, Αθήνα 2000, σελ. 178, και στα '''''107/118''''' στο Νικολαΐδης Ι. Νίκος, ''Αποστολικοί Πατέρες, Γραμματολογική και Θεολογική προσέγγιση', Πουρναράς, Θεσσαλονίκη 2002, σελ. 176.</ref>).
 
Στην ''προς Σμυρναίους'' επιστολή, ο Ιγνάτιος επαινεί τους παραλήπτες για την πίστη τους (''1''), εκθέτει τα της χριστιανικής πίστεως σε αντιπαπαραβολή με τις [[Δοκητισμός|δοκητικές]] δοξασίες και ενέργειες (''2-7''), προτρέπει το λαό να βρίσκεται ''"ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος"'' (''8-9''), ευχαριστεί καο παρακαλεί να στείλουν στην Αντιόχεια αντιπρόσωπο θεοπρεσβευτή για να συγχωρεί τους εκεί ειρηνεύσαντες ήδη χριστιανούς (''10-13'')<ref>''Θ.H.E.'', τόμ. 06, εκδ. Μαρτίνος Αθ., Αθήνα 1965, στ. 710.</ref>.
==Κείμενο==
XI<br>
1 Ἡ προσευχὴ ὑμῶν ἀπῆλθεν ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ὅθεν δεδεμένος θεοπρεπεστάτοις δεσμοῖς πάντας ἀσπάζομαι, οὐκ ὢν ἄξιος ἐκεῖθεν εἶναι, ἔσχατος αὐτῶν ὤν· κατὰ θέλημα δὲ κατηξιώθην, οὐκ ἐκ συνειδότος ἀλλ ̓ ἐκ χάριτος θεοῦ· ἣν εὔχομαι τελείαν μοι δοθῆναι, ἵνα ἐν τῇ προσευχῇ ὑμῶν θεοῦ ἐπιτύχω. 2 ἵνα οὖν ὑμῶν τέλειον γένηται τὸ ἔργον καὶ ἐπὶ γῆς καὶ ἐν οὐρανῷ·, πρέπει εἰς τιμὴν θεοῦ χειροτονῆσαι τὴν ἐκκλησίαν ὑμῶν θεοπρεσβεύτην, εἰς τὸ γενόμενον ἐν Συρίᾳ1 Συρίᾳ συγχαρῆναι αὐτοῖς, ὅτι εἰρηνεύουσιν καὶ ἀπέλαβον τὸ ἴδιον μέγεθος καὶ ἀπεκατεστάθη· αὐτοῖς τὸ ἴδιον σωματεῖον. 3 ἐφάνη· μοι οὖν θεοῦ2 θεοῦ ἄξιον πρᾶγμα, πέμψαι τινὰ τῶν ὑμετέρων μετ ̓ ἐπιστολῆς, ἵνα συνδοξάσῃ τὴν κατὰ θεὸν αὐτοῖς γενομένην εὐδίαν, καὶ ὅτι λιμένος ἤδη· ἐτύγχανον3 ἐτύγχανον τῇ προσευχῇ ὑμῶν. τέλειοι ὄντες τέλεια καὶ φρονεῖτε. θέλουσιν γὰρ ὑμῖν εὖ πράσσειν θεὸς ἕτοιμος εἰς τὸ παρέχειν.
XII<br>
1 Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη· τῶν ἀδελφῶν τῶν ἐν Τρωάδι, ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούρρου,5  ὃν ἀπεστείλατε μετ ̓ ἐμοῦ ἅμα Ἐφεσίοις, τοῖς ἀδελφοῖς ὑμῶν, ὃς κατὰ πάντα με ἀνέπαυσεν. καὶ ὄφελον πάντες αὐτὸν ἐμιμοῦντο, ὄντα ἐξεμπλάριον θεοῦ διακονίας. ἀμείψεται αὐτὸν ἡ χάρις κατὰ πάντα. 2 ἀσπάζομαι τὸν ἀξιόθεον ἐπίσκοπον καὶ θεοπρεπὲς πρεσβυτέριον καὶ τοὺς συνδούλους μου διακόνους καὶ τοὺς κατ ̓ ἄνδρα καὶ κοινῇ πάντας ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ καὶ τῇ σαρκὶ αὐτοῦ καὶ τῷ· αἵματι, πάθει τε καὶ ἀναστάσει σαρκικῇ τε καὶ πνευματικῇ, ἐν ἑνότητι θεοῦ καὶ ὑμῶν. χάρις ὑμῖν, ἔλεος, εἰρήνη·, ὑπομονὴ διὰ παντός.
XIII<br>
1 Ἀσπάζομαι τοὺς οἴκους τῶν ἀδελφῶν μου σὺν γυναιξὶ καὶ τέκνοις καὶ τὰς παρθένους τὰς λεγομένας χήρας. ἔρρωσθέ μοι ἐν δυνάμει πατρός. ἀσπάζεται ὑμᾶς Φίλων σὺν ἐμοὶ ὤν. 2 ἀσπάζομαι τὸν οἶκον Ταουΐας,2  ἣν εὔχομαι ἑδρᾶσθαι πίστει καὶ ἀγάπῃ σαρκικῇ τε καὶ πνευματικῇ. ἀσπάζομαι Ἄλκην, τὸ ποθητόν μοι ὄνομα, καὶ Δάφνον τὸν ἀσύγκριτον καὶ Εὔτεκνον καὶ πάντας κατ ̓ ὄνομα. ἔρρωσθε ἐν χάριτι θεοῦ.
==Υποσημειώσεις==
4.720
επεξεργασίες

Μενού πλοήγησης