Γ΄ Οικουμενική Σύνοδος (κανόνες)

Από OrthodoxWiki
Μετάβαση σε: πλοήγηση, αναζήτηση

Η Γ΄ Οικουμενική Σύνοδος συνεκλήθη στην Έφεσο το 431 μ.Χ. και εξέδωσε 8 κανόνες (βλέπε κύριο άρθρο Γ΄ Οικουμενική Σύνοδος):

Κανόνες της Γ΄ Οικουμενικής Συνόδου - Περίληψη Κείμενο
Κανὼν α’ (1):
Περὶ Κελεστίου τὸν αἱρετικοῦ, καὶ τῶν αὐτοῦ ὀπαδῶν.
Ἐπειδὴ ἐχρῆν καὶ τοὺς ἀπολειφθέντας τῆς ἁγίας συνόδου, καὶ μείναντας κατὰ χώραν ἤ πόλιν, διά τινα αἰτίαν. ἢ ἐκκλησιαστικήν, ἢ σωματικήν, μὴ ἀγνοῆσαι τὰ ἐν αὐτῇ τετυπωμένα, γνωρίζομεν τῇ ὑμετέρᾳ ἁγιότητι καὶ ἀγάπῃ, ὅτι περ, εἴ τις μητροπολίτης τῆς ἐπαρχίας, ἀποστατήσας τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου, προσέθετο τῷ τῆς ἀποστασίας συνεδρίῳ, ἤ μετὰ τοῦτο προστεθείη, ἢ τὰ Κελεστίου ἐφρόνησεν, ἢ φρονήσει, οὗτος κατὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων διαπράττεσθαί τι οὐδαμῶς δύναται, πάσης ἐκκλησιαστικῆς κοινωνίας ἐντεῦθεν ἤδη ὑπὸ τῆς συνόδου ἐκβεβλημένος, καὶ ἀνενέργητος ὑπάρχων. Ἀλλὰ καὶ αὐτοῖς τοῖς τῆς ἐπαρχίας ἐπισκόποις, καὶ τοῖς πέριξ μητροπολίταις, τοῖς τὰ τῆς ὀρθοδοξίας φρονοῦσιν, ὑποκείσεται εἰς τὸ πάντῃ καὶ τοῦ βαθμοῦ τῆς ἐπισκοπῆς ἐκβληθῆναι.
Κανὼν β’ (2):
Περὶ ἀποστατῶν ἐπισκόπων.
Εἰ δέ τινες ἐπαρχιῶται ἐπίσκοποι ἀπελείφθησαν τῆς ἁγίας συνόδου, καὶ τῇ ἀποστασίᾳ προσετέθησαν, ἢ προστεθῆναι πειραθεῖεν, ἢ καὶ ὑπογράψαντες τῇ Νεστορίου καθαιρέσει, ἐπαλινδρόμησαν πρὸς τὸ τῆς ἀποστασίας συνέδριον· τούτους πάντῃ κατὰ τὸ δόξαν τῇ ἁγίᾳ συνόδῳ ἀλλοτρίους εἶναι τῆς ἱερωσύνης, καὶ τοῦ βαθμοῦ ἐκπίπτειν.
Κανὼν γ’ (2):
Περὶ κληρικῶν εὐσεβῶν καθαιρεθέντων διὰ τὴν εὐσέβειαν.
Εἰ δέ τινες τῶν ἐν ἑκάστῃ πόλει, ἤ χώρᾳ κληρικῶν, ὑπὸ Νεστορίου, καὶ τῶν σῦν αὐτῷ ὄντων, τῆς ἱερωσύνης ἐκωλύθησαν διὰ τὸ ὀρθῶς φρονεῖν, ἐδικαιώσαμεν καὶ τούτους τὸν ἴδιον ἀπολαβεῖν βαθμόν. Κοινῶς δὲ τοὺς τῇ ὀρθοδόξῳ καὶ οἰκουμενικῇ συνόδῳ συμφρονοῦντας κληρικούς, κελεύομεν τοῖς ἀποστατήσασιν, ἤ ἀφισταμένοις ἐπισκόποις, μηδ’ ὅλως ὑποκεῖσθαι κατὰ μηδένα τρόπον.
Κανὼν δ’ (4):
Περὶ κληρικῶν Νεστοριανῶν καὶ Κελεστιανῶν.
Εἰ δέ τινες ἀποστατήσαιεν τῶν κληρικῶν, καὶ τολμήσαιεν ἢ κατ' ἰδίαν, ἢ δημοσίᾳ, τὰ Νεστορίου, ἢ τὰ Κελεστίου φρονῆσαι, καὶ τούτους καθῃρημένους ὑπὸ τῆς ἁγίας συνόδου δεδικαίωται.
Κανὼν ε’ (5):
Περὶ τῶν καθῃρημένων μὲν κληρικῶν, ἐκχωρηθέντων δὲ ὑπὸ τῶν Νεστοριανῶν.
Ὅσοι δὲ ἐπὶ ἀτόποις πράξεσι κατεκρίθησαν ὑπὸ τῆς ἁγίας συνόδου, ἢ ὑπὸ τῶν οἰκείων ἐπισκόπων, καὶ τούτοις ἀκανονίστως, κατὰ τὴν ἐν ἅπασιν ἀδιαφορίαν αὐτοῦ, ὁ Νεστόριος, καὶ οἱ τὰ αὐτοῦ

φρονοῦντες, ἀποδοῦναι ἐπειράθησαν, ἢ πειραθεῖεν, κοινωνίαν, ἢ βαθμὸν ἀνωφελήτους εἶναι, καὶ μένειν οὐδὲν ἦττον καθῃρημένους ἐδικαιώσαμεν.

Κανὼν ς’ (6):
Περὶ τῶν πειρασαμένων ἀκυρῶσαι τὰ πρακτικὰ ταύτης τῆς συνόδου.
Ὁμοίως δὲ καὶ εἴ τινες βουληθεῖεν, τὰ περὶ ἑκάστου πεπραγμένα ἐν τῇ ἁγίᾳ συνόδῳ, τῇ ἐν Ἐφέσῳ, οἰῳσδήποτε τρόπῳ παρασαλεύειν, ἡ ἁγία σύνοδος ὥρισεν, εἰ μὲν ἐπίσκοποι εἶεν, ἤ κληρικοί, τοῦ οἰκείου παντελῶς ἀποπίπτειν βαθμοῦ· εἰ δὲ λαϊκοί, ἀκοινωνήτους ὑπάρχειν.
Κανὼν ζ’ (7):
Περὶ τῶν ἐναλλασσόντων τὴν τῆς ἐν Νίκαιᾳ πίστιν.
Τούτων ἀναγνωσθέντων, ὥρισεν ἡ ἁγία σύνοδος, ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν, ἤγουν συγγράφειν, ἤ συντιθέναι, παρὰ τὴν ὁρισθεῖσαν παρὰ τῶν ἁγίων Πατέρων, τῶν ἐν τῇ Νικαέων συναχθέντων πόλει, σὺν ἁγίῳ Πνεύματι. Τοὺς δὲ τολμῶντας ἤ συντιθέναι πίστιν ἑτέραν, ἤγουν προσκομίζειν, ἤ προφέρειν τοῖς θέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, ἢ ἐξ ἑλληνισμοῦ, ἢ ἐξ ἰουδαϊσμοῦ, ἤγουν ἐξ αἱρέσεως οἰασδηποτοῦν· τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι, ἤ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς, καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι. Κατὰ τὸν ἴσον δὲ τρόπον, εἰ φωραθεῖέν τινες, εἴτε ἐπίσκοποι, εἴτε κληρικοί, εἴτε λαϊκοί, ἢ φρονοῦντες, ἢ διδάσκοντες τὰ ἐν τῇ προκομισθείσῃ ἐκθέσει παρὰ Χαρισίου τοῦ πρεσβυτέρου, περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἤγουν τὰ μιαρὰ καὶ διεστραμμένα τοῦ Νεστορίου δόγματα, ἃ καὶ ὑποτέτακται, ὑποκείσθωσαν τῇ ἀποφάσει τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου· ὥστε δηλονότι, τὸν μὲν ἐπίσκοπον, ἁπαλλοτριοῦσθαι τῆς ἐπισκοπῆς, καὶ εἶναι καθῃρημένον· τὸν δὲ κληρικόν, ὁμοίως ἐκπίπτειν τοῦ κλήρου· εἰ δὲ λαϊκός τις εἴη, καὶ οὗτος ἀναθεματιζέσθω, καθὰ προείρηται.
Κανὼν η’ (8):
Ὁ Ἀντιοχείας μὴ ἐκλεγέτω τοὺς Κύπρου ἐπισκόπους.
Πρᾶγμα παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς καὶ τοὺς κανόνας τῶν ἁγίων Ἀποστόλων καινοτομούμενον, καὶ τῆς πάντων ἐλευθερίας ἁπτόμενον, προσήγγειλεν ὁ θεοφιλέστατος συνεπίσκοπος Ῥηγῖνος, καὶ οἱ σῦν αὐτῷ θεοφιλέστατοι ἐπίσκοποι τῆς Κυπρίων ἐπαρχίας, Ζήνων καὶ Εὐάγριος. Ὅθεν, ἐπειδὴ τὰ κοινὰ πάθη μείζονος δεῖται τῆς θεραπείας, ὡς καὶ μείζονα τὴν βλάβην φέροντα, καὶ μάλιστα, εἰ μηδὲ ἔθος ἀρχαῖον παρηκολούθησεν, ὥστε τὸν ἐπίσκοπον τῆς Ἀντιοχέων πόλεως τάς ἐν Κύπρῳ ποιεῖσθαι χειροτονίας, καθὰ διὰ τῶν λιβέλλων καὶ τῶν οἰκείων φωνῶν ἐδίδαξαν οἱ εὐλαβέστατοι ἄνδρες, οἱ τὴν πρόσοδον τῇ ἁγίᾳ συνόδῳ ποιησάμενοι, ἕξουσι τὸ ἀνεπηρέαστον καὶ ἀβίαστον οἱ τῶν ἁγίων ἐκκλησιῶν, τῶν κατὰ τὴν Κύπρον, προεστῶτες, κατὰ τοὺς κανόνας τῶν ὁσίων Πατέρων, καὶ τὴν ἀρχαίαν συνήθειαν, δι’ ἑαυτῶν τάς χειροτονίας τῶν εὐλαβεστάτων ἐπισκόπων ποιούμενοι· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων διοικήσεων, καὶ τῶν ἁπανταχοῦ ἐπαρχιῶν παραφυλαχθήσεται· ὥστε μηδένα τῶν θεοφιλεστάτων ἐπισκόπων ἐπαρχίαν ἑτέραν, οὐκ οὖσαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ὑπὸ τὴν αὐτοῦ, ἤγουν τῶν πρὸ αὐτοῦ χεῖρα καταλαμβάνειν· ἀλλ’ εἰ καί τις κατέλαβε, καὶ ὑφ’ ἑαυτὸν πεποίηται, βιασάμενος, ταύτην ἀποδιδόναι· ἵνα μὴ τῶν Πατέρων οἱ κανόνες παραβαίνονται, μηδὲ ἐν ἱερουργίας προσχήματι, ἐξουσίας τῦφος κοσμικῆς περεισδύηται, μηδὲ λάθωμεν τὴν ἐλευθερίαν κατὰ μικρὸν ἀπολέσαντες, ἥν ἡμῖν ἐδωρήσατο τῷ ἰδίῳ αἵματι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ πάντων ἀνθρώπων ἐλευθερωτής. Ἔδοξε τοίνυν τῇ ἁγὶᾳ καὶ οἰκουμενικῇ συνόδῳ, σῴζεσθαι ἑκάστῃ ἐπαρχὶα καθαρά καὶ ἀβίαστα τὰ αὐτῇ προσόντα δίκαια ἐξ ἀρχῆς καὶ ἄνωθεν, κατὰ τὸ πάλαι κρατῆσαν ἔθος, ἄδειαν ἔχοντος ἑκάστου μητροπολίτου τὰ ἴσα τῶν πεπραγμένων πρὸς τὸ οἰκεῖον ἀσφαλὲς ἐκλαβεῖν. Εἰ δέ τις μαχόμενον τύπον τοῖς νῦν ὡρισμένοις προκομίσοι, ἄκυρον τοῦτον εἶναι ἔδοξε τῇ ἁγὶᾳ πάσῃ οἰκουμενικῇ συνόδῳ.