Αλλαγές

Μετάβαση σε: πλοήγηση, αναζήτηση

Δ΄ Οικουμενική Σύνοδος (κανόνες)

2 bytes αφαιρέθηκαν, 23:29, 18 Αυγούστου 2008
μ
καμία σύνοψη επεξεργασίας
Η [[Δ΄ Οικουμενική Σύνοδος]] συνεκλήθη στη Χαλκηδόνα το έτος 451 μ.Χ. και εξέδωσε 30 κανόνες (''βλέπε κύριο άρθρο [[Δ΄ Οικουμενική Σύνοδος]]''):
{| {{Prettytable}}
|align="left"|Τοὺς παρὰ τῶν ἁγίων Πατέρων καθ' ἑκάστην σύνοδον ἄχρι τοῦ νῦν ἐκτεθέντας κανόνας κρατεῖν ἐδικαιώσαμεν.
|-
|align="left"|Κανὼν β’ (2):<br>'''Περὶ τὸν μὴ χειροτονεῖν διὰ χρημάτων.'''
|align="left"|Εἴ τις ἐπίσκοπος, ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο, καὶ εἰς πρᾶσιν καταγάγοι τὴν ἄπρατον χάριν, καὶ χειροτονήσοι ἐπὶ χρήμασιν ἐπίσκοπον, ἢ χωρεπίσκοπον, ἢ πρεσβυτέρους, ἢ διακόνους, ἢ ἕτερόν τινα τῶν ἐν τῷ κλήρῳ κατηριθμημένων, ἢ προβάλλοιτο ἐπὶ χρήμασιν οἰκονόμον, ἢ ἔκδικον, ἢ παραμονάριον, ἢ ὅλως τινὰ τοῦ κανόνος, δι’ αἰσχροκέρδειαν οἰκείαν, ὁ τοῦτο ἐπιχειρήσας, ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν· καὶ ὁ χειροτονούμενος, μηδὲν ἐκ τῆς κατ' ἐμπορίαν ὠφελείσθω χειροτονίας, ἢ προβολῆς· ἀλλ ἔστω ἀλλότριος τῆς ἀξίας, ἢ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις καὶ μεσιτεύων φανείη τοῖς οὕτως αἰσχροὶς καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικὸς εἴη, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ· εἰ δὲ λαϊκός, ἤ μονάζων, ἀναθεματιζέσθω.
|-
|-
|align="left"|Κανὼν λ’ (30):<br>'''Περὶ τῶν ἐν τῇ συνόδῳ μὴ ὑπογραφόντων Αἰγυπτίων ἐπισκόπων.'''
|align="left"|Ἐπειδὴ οἱ εὐλαβέστατοι ἐπίσκοποι τῆς Αἰγύπτου, οὐχ ὡς μαχόμενοι τῇ καθολικῇ πίστει, ὑπογράψαι τῇ ἐπιστολῇ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος ἐπὶ τοῦ παρόντος ἀνεβάλοντο, ἀλλὰ φάσκοντες ἔθος εἶναι ἐν τῇ Αἰγυπτιακῇ διοικήσει παρὰ γνώμην καὶ διατύπωσιν τοῦ ἀρχιεπισκόπου μηδὲν τοιοῦτο ποιεῖν· καὶ ἀξιοῦσιν ἐνδοθῆναι αὐτοῖς ἄχρι τῆς χειροτονίας τοῦ ἐσομένου τῆς τῶν Ἀλεξανδρέων μεγαλουπόλεως  ἐπισκόπου· εὔλογον ἡμῖν ἐφάνη καὶ φιλάνθρωπον, ὥστε αὐτοῖς μένουσιν ἐπὶ τοῦ οἰκείου σχήματος ἐν τῇ βασιλευούσῃ πόλει, ἔνδοσιν παρασχεθῆναι, ἄχρις ἂν χειροτονηθῇ ὁ ἀρχιεπίσκοπος τῆς Ἀλεξανδρέων μεγαλοπόλεως. Ὅθεν μένοντες ἐπὶ τοῦ οἰκείου σχήματος, ἤ ἐγγύας παρέξουσιν, εἰ τοῦτο αὐτοῖς δυνατόν, ἤ ἐξωμοσίᾳ καταπιστευθήσονται.
|}
[[Κατηγορία:Ιεροί Κανόνες]]
12.398
επεξεργασίες

Μενού πλοήγησης