Αλλαγές

Μετάβαση σε: πλοήγηση, αναζήτηση

Μέγας Παρακλητικός Κανόνας

412 bytes προστέθηκαν, 13:46, 31 Μαΐου 2008
μ
ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ - Το κείμενο
==ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ - Το κείμενο==
<div lang="grc" class="polytonic" style="font-family: Verdana, Arial, Helvetica, sans-serif;">
Εἰς τό ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
''Ψαλμὸς 142''
· Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθεία σου ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνη σου
''Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου''.
''Στίχ, α''. Ἐξομολογεῖσθε τῶ Κυρίω,
καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
''Στίχ, β''. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,
καὶ τῶ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς,
''Στίχ, γ''. Παρὰ Κυρίου ἐγένετο αὕτη,
καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
''Ἦχος δ' '. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ
Τη Θεοτόκω ἐκτενῶς νὺν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοῖ, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, πολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψης σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
''Δόξα... Καὶ νύν...''
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προϊστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νὺν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
''Ψαλμὸς 50''
· Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
''Ἦχος πλ. δ' Ὠδὴ α' Ὁ Εἱρμὸς''
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα καὶ διελοῦσα θάλασσανú Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἄσμα τῷ Θεῷ ἀναμέλποντα.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.''
Των λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι τὴν ταπεινήν μου ψυχήν, καὶ συμφορῶν νέφη, τὴν ἐμὴν καλύπτουσι, καρδίαν Θεονύμφευτεú ἀλλ' ἡ φῶς τετοκυία, τὸ θεῖον καὶ προαιώνιον, λάμψον μοὶ τὸ φῶς τὸ χαρμόσυνον.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.''
Ἐξ ἀμέτρητων ἀναγκὼν καὶ θλίψεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, καὶ συμφορῶν βίου, λυτρωθεὶς Πανάχραντε, τῇ κραταιᾷ δυνάμει σου, ἀνυμνῶ μεγαλώνω, τὴν ἄμετρόν σου συμπάθειαν, καὶ την εἰς ἐμέ σου παράκλησιν.
''Δόξα...''
Νῦν πεποιθὼς ἐπὶ τὴν σην κατέφυγον, ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σην σκέπην, ὁλοψύχως ἕδραμον, καὶ γόνυ κλίνω Δέσποινα, καὶ θρηνῶ καὶ στενάζω, μὴ μὲ παρίδης τὸν ἄθλιον, των Χριστιανῶν καταφύγιον.
''Καὶ νύν...''
Οὐ σιωπήσω του βοᾶν τρανώτατα, τὰ μεγαλεῖα τὰ σά, εἰμὴ γὰρ σὺ Κόρη, πάντοτε πρό_στασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ σου, τὶς ἐκ τοσούτου μὲ κλύδωνος, καὶ δεινῶν κινδύνων ἐρρύσατο.
''Ὠδὴ γ' Ὁ Εἱρμὸς''
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καί της Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σή, των ἐφετῶν ἡ ἀκρότης, των πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.''
Ἀπορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοὶú πρόφθασον θερμὴ προστασία, καὶ σην βοήθειαν, δὸς μοὶ τῷ δούλῳ σου, τῷ ταπεινῷ καὶ ἀθλίω, τῷ τὴν σην ἀντίληψιν, ἐπιζητοῦντι θερμῶς.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.''
Ἐθαυμάστωσας ὄντως, νῦν ἐπ' ἐμοὶ Δέσποινα, τὰς εὐεργεσίας σου Κόρη, καὶ τὰ ἐλέη σουú ὅθεν δοξάζω σε, καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον, κηδεμονίαν σου.
''Δόξα...''
Καταιγὶς μὲ χειμάζει, των συμφορῶν Δέσποινα, καί των λυπηρῶν τρικυμίαι, καταποντίζουσινú ἀλλὰ προφθάσασα, χείρα μοὶ δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.
''Καὶ νύν....''
Ἀλήθη Θεοτόκον, ὁμολογῶ Δέσποινα, σὲ την του θανάτου τὸ κράτος, ἐξαφανίσασανú ὡς γὰρ φυσίζωος, ἐκ των δεσμῶν των του ἄδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν μὲ ῥεύσαντα.
''Ἱερεὺς''
· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
''Κάθισμα Ἦχος β''
Τὰ ἄνω ζητῶν
''Ὠδὴ δ''
Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικούς, κόλπους μὴ λιπῶν, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενοςú διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοὶ κραυγάζωú Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς''.
Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν; ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι; τῖνα θερμὴν ἔξω βοηθόν, θλίψεσι του βίου καὶ ζάλαις οἴμοι! κλονούμενος; Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχῶμαι, καὶ προστρέχω τῇ σκέπη σουú σῶσον με.
· '' Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς''.
Τὸν ποταμόν, τὸν γλυκερόν του ἐλέους σου, τὸν πλουσίαις δωρεαῖς δροσίσαντα, τὴν παναθλίαν καὶ ταπεινήν, πάναγνε ψυχήν μου, των συμφορῶν καί των θλίψεων, καμίνω φλογισθεῖσαν, μεγαλύνω κηρύττω, καὶ προστρέχω τῇ σκέπη σουú σῶσον με.
''Δόξα...''
Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροσμάχητον, καταφυγὴν σκέπην κραταιάν, ὅπλον σωτηρίαςú μὴ μὲ παρίδης τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.
''Καὶ νύν...''
Πῶς ἐξειπεῖν, σου κατ' ἀξίαν δυνήσομαι, τους ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τους τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; Ἀλλ' ὦ της σῆς προνοίας, καί της εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!
''Ὠδὴ ε''
Ἴνα τὶ μὲ ἀπώσω, ἀπό του προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; Ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς των ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.''
Εὐχαρίστως βοῶ σοὶú χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφεú χαῖρε θεία σκέπη, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητονú χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, των εἰς σὲ προστρεχόντων ἐκ πίστεως.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.''
Οἱ μισοῦντες μὲ μάτην, βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι, τὸ πανάθλιον σῶμα σπαράξαι μου, καὶ καταβιβᾶσαι, πρὸς γῆν Ἁγνὴ ἐπιζητοῦσινú ἀλλ' ἐκ τούτων προφθάσασα σῶσον με.
''Δόξα...''
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης μὲ λύτρωσαι, καὶ τῇ σὴ δυνάμει, ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν των πολεμούντων, καὶ μισούντων μὲ Κόρη πανύμνητε.
''Καὶ νύν...''
Τὶ σοὶ δῶρον προσάξω, της εὐχαριστίας ἀνθ' ὦνπερ ἀπήλαυσα, των σῶν δωρημάτων, καί της σῆς ἀμέτρητου χρηστότητος; Τοιγαροῦν δοξάζω, ὑμνολογῶ καὶ μεγαλύνω, σου τὴν ἄμετρον πρὸς μὲ συμπάθειαν.
''Ὠδὴ ς''
Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ἅδη προσήγγισεú καὶ δέομαι ὡς Ἰωνάςú Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.''
Τὰ νέφη, των λυπηρῶν ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμὸν ἐμποιοῦσι μοὶ Κόρηú ἀλλ' ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον, ἀπέλασον ταῦτα μακράν, τῇ ἐμπνεύσει της θείας πρεσβείας σου.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.''
Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα, καί των νόσων ἰατρὸν σὲ γινώσκω, καὶ παντελῆ συντριμμόν του θανάτου, καὶ ποταμόν της ζωῆς ἀνεξάντλητον, καὶ πάντων των ἐν συμφοραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.
''Δόξα...''
Οὐ κρύπτω σου, τὸν βυθόν του ἐλέους, καὶ τὴν βρύσιν των ἀπείρων θαυμάτων, καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως, της πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα, ἀλλ' ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.
''Καὶ νύν...''
Ἐκύκλωσαν, αἱ του βίου μὲ ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει των θλίψεωνú ἀλλ' εὔροιμί σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.
''Ἱερεὺς''
· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
''Κοντάκιον Ἦχος β''
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδης ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὦς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοί. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
''Α' Ἀντίφωνον''
Ἦχος δ'
''Προκείμενον''
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
''Ἱερεὺς Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.''
Χορὸς ΚύριεΚαὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, ἐλέησον (γ')Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ἱερεὺς Σοφία. Ὀρθοῖ''Χορὸς'' Κύριε, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίουἐλέησον (γ').
''Ἱερεὺς Εἰρήνη πᾶσι'' Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Χορὸς Καὶ τῶ Πνεύματί σου''Ἱερεὺς'' Εἰρήνη πᾶσι.
Ἱερεὺς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου..''Χορὸς'' Καὶ τῶ Πνεύματί σου.
''Ἱερεὺς Πρόσχωμεν'' Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου...
Χορὸς Δόξα σοί, Κύριε, δόξα σοί''Ἱερεὺς'' Πρόσχωμεν.
''Χορὸς'' Δόξα σοί, Κύριε, δόξα σοί.
Τῷ καιρῷ ἐκείνω, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ, γυνὴ δὲ τίς, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἡ καὶ παρακαθήσασα παρά τους πόδας του Ἰησοῦ, ἤκουε των λόγων αὐτοῦú ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν. ἐπιστάσα δὲ εἶπε: Κύριε, οὐ μέλει σοί, ὅτι ἡ ἀδελφή μου μόνην μὲ κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτὴ ἵνα μοὶ συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτὴ: Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζη περὶ πολλὰú ἑνὸς δὲ ἐστὶ χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τίς γυνὴ φωνὴν ἐκ του ὄχλου εἶπεν αὐτῷ: Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὖς ἐθήλασας. Αὐτὸς δὲ εἶπε: Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον του Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
«''Τῷ καιρῷ ἐκείνω, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ, γυνὴ δὲ τίς, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἡ καὶ παρακαθήσασα παρά τους πόδας του Ἰησοῦ, ἤκουε των λόγων αὐτοῦú ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν. ἐπιστάσα δὲ εἶπε: Κύριε, οὐ μέλει σοί, ὅτι ἡ ἀδελφή μου μόνην μὲ κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτὴ ἵνα μοὶ συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτὴ: Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζη περὶ πολλὰú ἑνὸς δὲ ἐστὶ χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τίς γυνὴ φωνὴν ἐκ του ὄχλου εἶπεν αὐτῷ: Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὖς ἐθήλασας. Αὐτὸς δὲ εἶπε: Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον του Θεοῦ καὶ φυλάσσοντες αὐτόν''».
 ''Δόξα... Ἦχος β''
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
''Καὶ νύν...''
Ταὶς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
''Ἦχος πλ. β''
Ὅλην ἀποΘέμενοι
''Ἔτερα Θεοτοκία''
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
''Ἱερεὺς ''  «''Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου: ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰτιρμοίς: ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια: πρεσβείαις της παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει του τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις των τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις του τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, των ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. των ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου καὶ Ἰωάννου του Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου του Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου του ἐν Μύροις της Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου της Πενταπόλεως, των θαυματουργῶν. των ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος, καὶ Θεοδώρου του Στρατηλάτου καὶ Μηνᾶ του θαυμαρτουργοῦ, των ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου: των ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς Φωτηνής, Μαρίνης: Παρασκευῆς καὶ Εἰρήνης: των ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου των Ἁγίων. ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν των ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς''».
''Χορὸς '' Κύριε, ἐλέησον (ιβ')
''Ὠδὴ ζ''
Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντεςú Εὐλογητὸς εἰ Κύριε, ὁ Θεὸς εἰς τους αἰῶνας.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς''.
Φῶς ἡ τεκοῦσα Θεοτόκε, σκοτισθέντα μὲ νυκτὶ ἁμαρτημάτων, φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα ποθῶ σὲ δοξάζω.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς''.
Σκέπη γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα Παρθένε, γυμνωθέντι μοὶ νῦν, ἀπάσης βοηθείας, ἀβοήθητων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.
''Δόξα...''
Ὅλη ψυχὴ καὶ διανοία, καὶ καρδία σὲ καὶ χείλεσι δοξάζω, ἀπολαύσας των σῶν, μεγάλων χαρισμάτωνú ἀλλ' ὦ της σῆς χρηστότητος, καὶ ἀπείρων σου θαυμάτων!
''Καὶ νύν...''
Βλέψον ἰλέω ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἦν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν μὲ λύτρωσαι, ἀμετρήτω σου ἐλέει.
''Ὠδὴ η''
Τον ἐν ὄρει ἁγίω δοξασθέντα, καὶ ἐν βάτῳ πυρί το της Ἀειπαρθένου, τῷ Μωυσῆ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.''
Διὰ σπλάγχνα ἐλέους σου Παρθένε, μὴ παρίδης σεμνή, ποντούμενόν με σάλω, βιωτικῶν κυμάτων, ἀλλὰ δίδου μοὶ χείρα βοηθείας, καταπονουμένω, κακώσεσι του βίου.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.''
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὔροσάν με Ἁγνή, καὶ συμφοραί του βίου, καὶ πειρασμοὶ μὲ πάντοθεν ἐκύκλωσανú ἀλλὰ πρόστηθί μοί, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπη.
''Δόξα...''
Ἐν ταῖς ζάλαις ἐφεῦρον σὲ λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις, ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.
''Καὶ νύν...''
Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε θεία καὶ μανναδόχε στάμνε, χαῖρε χρυσὴ λυχνία, λαμπὰς ἄσβεστος, χαῖρε των παρθένων δόξα καὶ μητέρων, ὡράισμα καὶ κλέος.
''Ὠδὴ θ''
Ἐξέστη ἐπὶ τούτω ὁ οὐρανός, καί της γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἄνθρωποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα των οὐρανῶνú διὸ σὲ Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς''.
Πρὸς τῖνα καταφύγω ἄλλην Ἁγνὴ; ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι; ποῦ πορευθῶ; ποίαν δὲ ἐφεύρω καταφυγήν; ποίαν θερμὴν ἀντίληψιν; ποῖον ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγον.
· ''Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς''.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ Θεονύμφευτε, καὶ τὸν βυθόν, τὸν ἀνεξερεύνητον ἐξειπεῖν, των ὑπὲρ νοῦν θαυμάτων σου, των τετελεσμένων διηνεκῶς, τοῖς πόθω σὲ τιμῶσι, καὶ πίστει προσκυνοῦσιν, ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.
''Δόξα...''
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν σου ὁμολογῶú καὶ τὰς εὐεργεσίας σου, ἂς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω, μεγαλύνω, ψυχή τε καὶ καρδία, καὶ λογισμῶ καὶ γλώσση πάντοτε.
''Καὶ νύν...''
Τὴν δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδης καὶ δάκρυα, καὶ στεναγμόν, ἀλλ' ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσονú δύνασαι γάρ πάντα ὡς πανσθενούς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.
''Μεγαλυνάρια''
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
''Τρισάγιον''
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
''Δόξα... Καὶ νύν...''
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
''Ἱερεὺς '' Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.
''Ἦχος πλ. β''
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὦς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.
''Δόξα...''
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νύν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
''Καὶ νύν...''
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους τῶν χριστιανῶν.
''Δόξα σοὶ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοί''.
«''Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις της παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει του τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις των τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις του τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, των ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, των ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλέησαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός''».
''Ἦχος γ''
Ὁ οὐρανὸν τοὶς ἄστροις
''Ἱερεὺς '' Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
==Υποσημειώσεις==
12.426
επεξεργασίες

Μενού πλοήγησης