Άνοιγμα κυρίως μενού

OrthodoxWiki β

Πέτρος Αλεξανδρείας (κανόνες)

Οι 15 κανόνες του Πέτρου Αλεξανδρείας (+ 311) προέρχονται από δύο έργα του αγίου (οι 14 από την επιστολή "Περί Μετανοίας" και 1 από το "Περί Πάσχα" σύγγραμμά του) (βλέπε κύριο άρθρο Πέτρος Αλεξανδρείας):

Κανόνες Πέτρου Αλεξανδρείας - Περίληψη Κείμενο
Κανὼν α’ (1):
Περὶ τῶν μετὰ πολλὰς βασάνους ἐξομοσάντων.
Ἐπεὶ τέταρτον ἤδη Πάσχα ἐπικατείληφε τὸν διωγμόν, αὐτάρκως ἔχει τοῖς μὲν προσενεχθεῖσι καὶ φυλακισθεῖσι, βασάνους τε ανηκέστους ὑπομεμενηκόσι καὶ ἀφορήτους μάστιγας καὶ πολλὰς ἑτέρας δεινὰς ἀνάγκας, ὕστέρον δὲ προδεδομένοις ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, εἰ καὶ μὴ ἐξ ἀρχῆς παρεδέχθησαν διὰ τὴν παρακολουθήσασαν μεγίστην πτῶσιν, ὅμως διὰ τὸ πολλὰ αὐτοὺς ἠθληκέναι καὶ ἐπὶ πολὺ ἀντιμαχέσασθαι, οὐ γὰρ κατὰ προαίρεσιν εἰς τοῦτο ἐληλύθασιν, ἀλλὰ καταπροδοθέντες ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἐπειδὴ καὶ στίγματα τοῦ Ἰησοῦ ἐνδείκνυται ἐν τοῖς σώμασιν αὐτῶν καὶ ἤδη τρίτον τινὲς ἔτος ἔχουσι καταπενθοῦντες, προσεπιτιμηθῆναι αὐτοῖς ἀπὸ τῆς προσελεύσεως καθ' ὑπόμνησιν ἄλλας τεσσαράκοντα ἡμέρας, ἃς καί περ νηστεύσας ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆναι, ἐπειράσθη ὑπὸ τοῦ διαβόλου. Εἰς ἃς καὶ αὐτοὶ κατὰ περισσὸν διαγυμνασθέντες, εὐτονώτερόν τε νήψαντες, γρηγορήσουσιν εἰς προσευχὰς τοῦ λοιποῦ, καταμελετῶντες τὸ λελεγμένον ὑπὸ τοῦ Κυρίου πρὸς τὸν πειράζοντα αὐτόν, ἵνα προσκυνήσῃ αὐτῷ· Ὕπαγε ὀπίσω μου Σατανᾶ, γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Κανὼν β’ (2):
Περὶ τῶν μετὰ εἰρκτὴν μόνην.
Τοῖς δὲ μετὰ τὸ φυλακισθῆναι μόνον καὶ ὑπομεμενηκέναι τὰς εν τῷ δεσμωτηρίῳ, ὡς ἂν ἐν πολιορκίᾳ, θλίψεις τε καὶ δυσωδίας, ὕστερον δὲ χωρὶς πολέμου βασάνων γενομένοις αἰχμαλώτοις, κατὰ πολλὴν πτωχείαν δυνάμεως καὶ κατά τινα τυφλότητα τεθραυσμένοις, ἐπαρκέσει ἐνιαυτὸς πρὸς τῷ ἐτέρῳ χρόνῳ. Ἐπεὶ ὅλως καὶ αὐτοὶ ἐπιδεδώκασιν ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ θλιβῆναι, εἰ καὶ ἀπήλαυσαν ἐν τῷ δεσμωτηρίῳ τῆς παρὰ τῶν ἀδελφῶν πολλῆς αναπαύσεως, ἅπερ πολλαπλασίονα ἀποδώσουσι, ποθοῦντες λυτρωθῆναι ἀπὸ τῆς πικροτάτης αἰχμαλωσίας τοῦ διαβόλου, μεμνημένοι μάλιστα τοῦ λέγοντος· Πνεῦμα Κυρίου ἐπ΄ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως.
Κανὼν γ’ (2):
Περὶ τῶν διὰ δειλίαν μόνην.
Τοῖς δὲ μηδ' ὅλως μηδέν τι τοιοῦτον πεπονθόσι, μηδὲ ἐνδειξαμένοις καρπὸν πίστεως, ἀλλ' αὐτομολήσασι πρὸς τὴν κακίαν, προδεδομένοις ὑπὸ δειλίας καὶ φόβου, νῦν δὲ εἰς μετάνοιαν ἐρχομένοις, ἀναγκαῖόν ἐστι καὶ ἁρμόζον, τὴν τῆς ἀκάρπου συκῆς παραβολὴν παραθέσθαι, ὡς ὁ Κύριος λέγει· Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθε καρπὸν ζητῶν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργὸν· Ἰδού, τρία ἔτη ἀφ΄ οὖ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτὴν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω κοπρία· κἄν μὲν ποιήσῃ καρπόν, εἰ δὲ μή γε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν. Ἣν πρὸ ὀφθαλμῶν λαβόντες, ἐνδειξάμενοί τε καρπὸν ἄξιον τῆς μετανοίας ἐν τῷ διαστήματι τοῦ τοσούτου χρόνου, μᾶλλον ὠφεληθήσονται.
Κανὼν δ’ (4):
Περὶ τῶν ἐξομοσάντων καὶ μὴ μετανοούντων.
Τοῖς γὰρ παντάπασιν ἀπεγνωσμένοις καὶ ἀμετανοήτοις, δέρμα τε Αἰθίοπος ἀμετάβλητον κεκτημένοις καὶ ποικίλματα παρδάλεως, λεχθήσεται τὸ τῆς ἑτέρας συκῆς· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται είς τὸν αἰῶνα, διὸ καὶ παραχρῆμα ξηραίνεται. Ἀποπληροῦται γοῦν ἐπ' αὐτοῖς καὶ τὸ ὑπὸ τοῦ ᾽Εκκλησιαστοῦ εἰρημένον· Διεστραμμένον οὐ δυνήσεται ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται ἀριθμηθῆναι, εἰ μὴ γὰρ πρότερον τὸ διεστραμμένον διορθωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἐπικοσμηθῆναι, καὶ εἰ μὴ πρότερον τὸ ὑστέρημα ἀναπληρωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἀριθμηθῆναι. Ὅθεν καὶ ἐπὶ τέλους συμβήσεται αὐτοῖς τὸ λελεγμένον ὑπὸ τοῦ προφήτου Ἡσαΐου· Καὶ ὄψονται γάρ, φησί, τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί, ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αυτῶν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Ἐπεὶ καί, ὡς προλέλεκται ὑπ' αὐτοῦ, οἱ δὲ ἄδικοι ὡς θάλασσα ἀναβεβρασμένη, οὕτω κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ μὴ δυνήσονται, καὶ οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ Θεὸς.
Κανὼν ε’ (5):
Περὶ τῶν ὑποκριναμένων τὰ πρὸς ἄρνησιν.
Τοῖς δὲ καθυποκριναμένοις, κατὰ τὸν ἐπιληπτευσάμενον Δαβίδ, ἵνα μὴ ἀποθάνῃ οὐκ ὄντα ἐπίληπτον, καὶ μὴ γυμνῶς ἀπογραψαμένοις τὰ πρὸς ἄρνησιν, ἀλλὰ διαπαίξασι κατὰ πολλὴν στενοχωρίαν, ὡς ἂν παιδία βουλευτικὰ ἔμφρονα ἐν παιδίοις ἄφροσι, τὰ τῶς ἐχθρῶν ἐπιβουλάς, ἤτοι ὡς διελθόντες βωμούς, ἤτοι ὡς χειρογραφήσαντες, ἤτοι ὡς ἀνθ' ἑαυτῶν βαλόντες ἐθνικούς, εἰ καί τισιν αὐτῶν συνεχώρησάν τινες τῶν ὁμολογησάντων, ὡς ἤκουσα, ἐπεὶ μάλιστα κατὰ πολλὴν εὐλάβειαν ἐξέφυγον αὐτόχειρες γενέσθαι τοῦ πυρὸς καὶ τῆς ἀναθυμιάσεως τῶν ἀκαθάρτων δαιμόνων, ἐπεὶ τοίνυν ἔλαθεν αὐτοὺς ἀνοίᾳ, τοῦτο πράξαντας ὅμως, ἑξάμηνος αὐτοῖς ἐπιτεθήσεται τῆς ἐν μετανοίᾳ ἐπιστροφῆς. Οὕτω γὰρ μᾶλλον καὶ αὐτοὶ ὠφεληθήσονται, καταμελετῶντες τὸ προφητικὸν ῥητὸν καὶ λέγοντες· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, ὅσπερ, ὡς ἴστε, ἐν τῷ ἕκτῳ μηνὶ τῆς συλλήψεως τοῦ ἑτέρου παιδίου, τοῦ προκηρύξαντος πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ μετάνοιαν είς ἄφεσιν ἁμαρτιῶν, συνελήφθη καὶ αὐτὸς κηρύξαι μετάνοιαν. Καὶ γὰρ καὶ τῶν ἁμφοτέρων ἀκούομεν ἐν πρώτοις κηρυσσόντων οὐ μόνον περὶ μετανοίας, ἀλλὰ καὶ περὶ βασιλείας οὐρανῶν, ἥτις καθὼς μεμαθήκαμεν, ἐντὸς ἡμῶν ἐστι, τῷ ἐγγὺς ἡμῶν εἶναι τὸ ῥῆμα, ὃ πιστεύομεν ἐν τῷ στόματι ἑαυτῶν καὶ ἐν τῇ καρδίᾳ ἑαυτῶν. Περὶ ἧς καὶ αὐτοὶ ὑπομνησθέντες, μαθήσονται ὁμολογεῖν ἐν τῷ στόματι ἑαυτῶν, ὅτι Κύριος Ἰησοῦς Χριστός, πιστεύοντες ἐν τῇ καρδίᾳ ἑαυτῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ἅτε δὴ ἀκούοντες, ὅτι καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Κανὼν ς’ (6):
Περὶ τῶν ὑποβεβλημένων εἰς τοῦτο δούλων ἀναγκαστικῶς παρὰ τῶν οἰκείων δεσποτῶν.
Τοῖς δὲ δούλους χριστιανοὺς ἀνθ' ἑαυτῶν ὑποβεβληκόσιν, οἱ μὲν δοῦλοι, ὡς ἂν ὑποχείριοι ὄντες, καὶ τρόπον τινὰ καὶ αὐτοὶ φυλακισθέντες ὑπὸ τῶν δεσποτῶν, καταπειληθέντες τε ὑπ᾽ αυτῶν καὶ διὰ τὸν φόβον αὐτῶν εἰς τοῦτο ἐλελυθότες καὶ κατολισθίσαντες, ἐν ἐνιαυτῷ τὰ τῆς μετανοίας ἔργα δείξουσι, μανθάνοντες τοῦ λοιποῦ, ὡς δοῦλοι Χριστοῦ, ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ φοβεῖσθαι αὐτόν, ἀκούοντες μάλιστα ὅτι ἕκαστος, ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
Κανὼν ζ’ (7):
Περὶ τῶν ὑποβαλόντων αὐτοὺς δεσποτῶν.
Οἱ δὲ ελεύθεροι, ἐν τρισὶν ἔτεσιν ἐξετασθήσονται ἐν μετανοίᾳ, καὶ ὡς ὑποκρινάμενοι καὶ ὡς καταναγκάσαντες τοὺς ὁμοδούλους θῦσαι, ἅτε δὴ παρακούσαντες, τοῦ ἀποστόλου, τὰ αὐτὰ θέλοντος ποιεῖν τοὺς δεσπότας τοῖς δούλοις, ἀνιέντας τὴν ἀπειλήν, εἰδότας, φησίν, ὅτι καὶ ἡμῶν καὶ αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς καὶ προσωποληψία παρ' αὐτῷ οὐκ ἔστιν. Εἰ δέ ἕνα Κύριον ἔχομεν πάντες ἀπροσωπόληπτον, ἐπεὶ καὶ πάντα καὶ ἐν πᾶσιν ἐστιν ὁ Χριστός, ἔν τε βαρβάροις καὶ Σκύθαις, δούλοις καὶ ἐλευθέροις, σκοπεῖν ὀφείλουσιν ὃ κατειργάσαντο, θελήσαντες τὴν ψυχὴν ἑαυτῶν σῶσαι, τοὺς δὲ συνδούλους ἑαυτῶν ἑλκύσαντες ἐπὶ είδωλολατρίαν, δυναμένους καὶ αὐτοὺς ἐκφυγεῖν, εἰ τὸ δίκαιον καὶ τὴν ἰσότητα ἦσαν αὐτοῖς παρασχόντες, ὡς πάλιν ὁ ἀπόστολος λέγει.
Κανὼν η’ (8):
Περὶ τῶν παραδεδομένων, καὶ ἐκπεπτωκότων, εἴτα ἀναπαλαισάντων.
Τοῖς δὲ παραδεδομένοις καὶ ἐκπεπτωκόσι, τοῖς τε αὐτοῖς προσεληλυθόσιν εἰς τὸν ἀγῶνα καὶ ὁμολογοῦσιν εἶναι χριστιανοῖς, εμβεβλημένοις τε ἐν τῇ φυλακῇ μετὰ βασάνων, εὔλογόν ἐστιν ἐν ἀγαλλιάσει καρδίας συνεπισχύειν καὶ κοινωνεῖν ἐν πᾶσιν, ἔν τε ταῖς προσευχαῖς καὶ τῇ μεταλήψει τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ καὶ τῇ παρακλήσει τοῦ λόγου, ἵνα εὐτονώτερον ἀγωνισάμενοι καταξιωθῶσι καὶ αὐτοὶ τοῦ βραβείου τῆς ἄνω κλήσεως. Καὶ γὰρ ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται· ὅπερ, εἰ καὶ πάντες οἱ ἐκπεπτωκότες πεποιήκασι, τελειοτάτην καὶ ὁλοκάρδιον μετάνοιαν ἐνεδείξαντο.
Κανὼν θ’ (9):
Περὶ τῶν εἰς τὸν ἀγῶνα τοῦ μαρτυρίου ὠδίνοντα παραπηδώντων.
Καὶ τοῖς δὲ ὡς ἂν ἐξ ὕπνου ἑαυτοὺς παραπηδῶσιν εἰς τὸν ἀγῶνα, ὠδίνοντα καὶ μέλλοντα ἑλκύσαι, ἑαυτοῖς δὲ πειρασμὸν ἐπισπασαμένοις θαλαττομαχίας καὶ πολλῆς κυματώσεως, μᾶλλον δὲ καὶ τοῖς ἀδελφοῖς προσεκκαίουσιν ἄνθρακας ἁμαρτωλῶν, καὶ αὐτοῖς κοινωνητέον, ἅτε δὴ ἐν ὀνόματι Χριστοῦ παρερχομένοις εἰς τοῦτο· εἰ καὶ μὴ προσέχουσιν αὐτοῦ τοῖς λόγοις, διδάσκοντος προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν, καὶ πάλιν ἐν εὐχῇ λέγειν τῷ Πατρί· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ∙ ἴσως δὲ καὶ ἀγνοοῦσι τὰς πολλάκις γινομένας ἀναχωρήσεις τοῦ οἰκείου δεσπότου καὶ διδασκάλου ἡμῶν ἀπὸ τῶν θελόντων ἐπιβουλεύειν καὶ ὅτι ἔσθ΄ ὅτε, οὐδὲ παρρησίᾳ περιεπάτει δι᾽ αὐτούς, καὶ ὅτι καὶ ὅτε ὁ καιρὸς τοῦ πάθους αυτοῦ προσήγγισεν οὐχ ἑαυτὸν παρέδωκεν, ἀλλ' ἐδέξατο, ἕως ἦλθον ἐπ' αὐτὸν μετὰ μαχαιρῶν καὶ ξύλων· λέγει οὖν πρὸς αὐτούς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; οἳ καὶ παρέδωκαν αὐτόν, φησι, Πιλάτῳ. Καθ' ὁμοιότητα γοῦν αὐτοῦ καὶ οἱ κατὰ σκοπὸν αὐτοῦ βαίνοντες πεπόνθασι, μεμνημένοι τῶν θείων αὐτοῦ λόγων, δι᾽ ὧν, ἐπιστηρίζων ἡμᾶς περὶ τῶν διωγμῶν, λέγει· Προσέχετε ἑαυτοῖς, παραδώσουσι γὰρ ἡμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ἡμᾶς. Παραδώσουσι δὲ εἶπεν, ἀλλ' οὐχὶ ἑαυτοὺς παραδώσετε· καὶ ἐπὶ ἡγεμόνας δέ, φησί, καὶ βασιλεῖς ἀχθήσεσθε διὰ τὸ ὄνομά μου, ἀλλ' οὐχὶ ἑαυτοὺς ἄξετε. Ἐπεὶ καὶ μεταπηδᾶν ἡμᾶς βούλεται ἀπὸ τόπων εἰς τόπους διωκομένους διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάλιν ἀκούομεν αὐτοῦ λέγοντος· Καὶ ὅτε διώκουσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν. Οὐ γὰρ θέλει αὐτομολεῖν ἡμᾶς πρὸς τοὺς τοῦ διαβόλου ὑπασπιστὰς καὶ δορυφόρους, ὅπως μὴ καὶ πλειόνων θανάτων αἴτιοι αὐτοῖς γινώμεθα, ὡς ἄν καταναγκάζοντες αὐτοὺς μᾶλλον κατατραχύνεσθαι καὶ τελεσιουργεῖν τὰ θανατηφόρα ἔργα, ἀλλ' ἐκδέχεσθαι καὶ προσέχειν ἑαυτοῖς, γρηγορεῖν τε καὶ προσεύχεσθαι, ἵνα μὴ εἰσέλθωμεν εἰς πειρασμόν. Οὕτω Στέφανος πρῶτος κατ' ἴχνος αὐτοῦ μαρτύριον ἀναδεξάμενος, ἐν Ἱεροσολύμοις συναρπασθεὶς ὑπὸ τῶν παρανόμων καὶ ἀχθεὶς ἐν τῷ συνεδρίῳ, λιθοβολούμενος ἐν ὀνόματι Χριστοῦ, ἐδοξάσθη παρακαλῶν καὶ λέγων· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὕτως Ἰάκωβος δεύτερος, συλληφθεὶς ὑπὸ Ἠρώδου, μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη. Οὕτως ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, πολλάκις συλληφθεὶς καὶ φυλακισθεὶς καὶ ἀτιμασθείς, ὕστερον ἐν Ῥώμῃ ἐσταυρώθη. Ὁμοίως καὶ ὁ περιβόητος Παῦλος, πλεονάκις παραδοθεὶς καὶ ἕως θανάτου κινδυνεύσας, πολλά τε ἀθλήσας καὶ καυχησάμενος ἐν πολλοῖς διωγμοῖς καὶ θλίψεσιν, ἐν τῇ αὐτῇ πόλει καὶ αὐτὸς μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη, ὃς ἐν οἷς ἐκαυχήσαντο κατέληξεν· ὅτι καὶ ἐν Δαμασκῷ σπυρίδι ἐχαλάσθη διὰ τοῦ τείχους νυκτός, καὶ ἐξέφυγε τὰς χεῖρας τοῦ ζητοῦντος αὐτὸν πιάσαι. Τὸ γὰρ προκείμενον ἦν αὐτοῖς, ἐν πρώτοις εὐαγγελίζεσθαι καὶ διδάσκειν τὸν λόγον τοῦ Θεοῦ, ἐν οἷς ἐπιστηρίζοντες τοὺς ἀδελφοὺς ἐμμένειν ἐν τῇ πίστει, καὶ τοῦτο ἔλεγον, ότι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἐζήτουν γὰρ οὐ τὸ ἑαυτῶν συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Καὶ ἦν πολλὰ λέγειν αὐτοῖς εἰς ταῦτα πρὸς τὸ κατὰ λόγον πράσσειν, εἰ μή, ὡς λέγει ὁ ἀπόστολος, ἐπιλείψῃ δ' ἂν ἡμᾶς διηγουμένους ὁ χρόνος.
Κανὼν ι’ (10):
Ὅτι ὁ ἐν διωγμῷ αὐτομολήσας, ἐκπεπτωκώς τε καὶ ἀναπαλαίσας κληρικός, οὐ δύναται ἔτι ἐν τῇ λειτουργίᾳ εἶναι.
Ὅθεν οὐκ ἔστιν εὔλογον, οὐδὲ τοὺς ἀπὸ κλήρου αὐτομολήσαντας, ἐκπεπτωκότας τε καὶ ἀναπαλαίσαντας, ἔτι ἐν τῇ λειτουργίᾳ εἶναι, ἅτε δὴ καταλείψαντας τὸ ποίμνιον τοῦ Κυρίου καί μωμησαμένους ἑαυτούς, ὅπερ οὐδεὶς τῶν ἀποστόλων πεποίηκε. Καὶ γὰρ ο πολλοὺς διωγμοὺς ἐξανύσας, πολλά τε ἆθλα ἀγωνισμάτων ἐνδειξάμενος, ὁ μακάριος ἀπόστολος Παῦλος, ἐγνωκὼς ὅτι κάλλιόν ἐστιν ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, ἐπιφέρει καὶ λέγει· Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκί, ἀναγκαιότερον δι' ὑμᾶς. Σκοπῶν γὰρ οὐ τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν, ἀναγκαιότερον τῆς ἑαυτοῦ ἀναπαύσεως ἡγήσατο τὸ παραμένειν τοῖς ἀδελφοῖς καὶ ἐπιμελεῖσθαι αὐτῶν. Ὅς καὶ τὸν διδάσκοντα θέλει εἶναι ἐν τῇ διδασκαλίᾳ, τύπον γινόμενον τῶν πιστῶν. Ὅθεν οἱ ἐν τῇ εἱρκτῇ ἐπιδικαζόμενοι, τῆς λειτουργίας ἐκπεπτωκότες καὶ ἀναπαλαίσαντες, πάνυ ἀναισθητοῦσι· πῶς γὰρ αἰτοῦσιν ὃ κατέλειψαν, δυνάμενοι τοῖς ἀδελφοῖς εὔχρηστοι εἶναι ἐν καιρῷ τοιούτῳ; ῞Εως μὲν οὖν ἄπταιστοι ἦσαν, συγγνώμην εἶχον ἐπὶ τῇ παραλόγῳ αὐτῶν πράξει, ὅτε δὲ ἔπταισαν, ὡς ἂν περπερευσάμενοι καὶ ἑαυτοὺς μωμησάμενοι, οὐκέτι δύνανται λειτουργεῖν. Διὸ φροντιζέτωσαν μᾶλλον ἐν ταπεινοφροσύνῃ, πῶς ἐκτελέσουσι παυσάμενοι τῆς κενοδοξίας. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ κοινωνία μετ' ἐπιστάσεως καὶ ἀκριβείας πρὸς ἀμφότερα γινομένη· καὶ ἵνα μὴ δόξωσι λυπεῖσθαι, μετὰ βίας περιδρασσόμενοι τῆς ἐντεῦθεν ἀναλύσεως, καὶ ἵνα μή τινες ἐκπεσόντες προφασίσωνται, ὡς ἂν διὰ τὴν ἀφορμὴν τῆς ἐπιτιμίας ὑπεκλελυμένοι, οἵτινες πλέον ἁπάντων αἰσχύνην καὶ ὄνειδος ἕξουσι, κατ' ἐκεῖνον τὸν τεθεικότα θεμέλιον καὶ μὴ ἰσχύσαντα ἐκτελέσαι. Ἄρξονται γάρ, φησί, πάντες οἱ παραπορευόμενοι ἐμπαίζειν αὐτόν, λέγοντες· Οὗτος ὁ ἄνθρωπος θεμέλιον ἔθηκε καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
Κανὼν ια’ (11):
Περὶ τῶν ζήλῳ μὲν καλῷ αὐτομολησάντων, ἠττηθέντων δέ, καὶ διὰ τοῦτο ὕστερον ἀποδυρομένων.
Οἱ γὰρ πρῶτον παραπηδήσαντες ἐν τῷ βράσματι τοῦ διωγμοῦ, περιεστῶτες εἰς τὸ δικαστήριον καὶ θεωροῦντες τοὺς ἁγίους μάρτυρας σπεύδοντας ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐν καλῷ τῷ ζήλῳ προθυμούμενοι, ἐπεδίδουν ἑαυτοὺς εἰς τοῦτο, πολλῇ τῇ παρρησίᾳ χρώμενοι, βλέποντες μάλιστα τοὺς ὑποσυρομένους καὶ ἐκπίπτοντας, δι' οὓς ὑποθεομαινόμενοι ἔσωθεν καὶ ἐνηχούμενοι καταπολεμῆσαι τὸν ὑπεραιρόμενον καὶ ἀντικείμενον, ἔσπευδον ἐν τοῦτο, ἵνα μὴ καὶ δοκῇ παρ' ἐαυτῷ φρόνιμος εἶναι, ἐφ΄ οἷς κατὰ πανουργίαν ἔδοξε νικᾶν, εἰ καὶ ἐλάνθανεν ἑαυτὸν νικώμενον ὑπὸ τῶν ἐγκαρτερούντων τὰς τῶν ξυστήρων καὶ μαστίγων βασάνους, τήν τε ὀξύτητα τῆς μαχαίρας καὶ τὰς καταφλέξεις τοῦ πυρὸς καὶ τὰς τῶν ὑδάτων καταποντώσεις. Καὶ τοῖς κατὰ πίστιν ὑπεξιοῦσιν εὐχὰς καὶ δεήσεις γίνεσθαι, ἤτοι ὑπὲρ τῶν ἐν φυλακῇ κατατιμωρηθέντων καὶ προδεδομένων ὑπὸ λιμοῦ καὶ δίψης, ἤτοι ὑπὲρ τῶν ἔξωθεν τῆς φυλακῆς ἐπὶ τοῦ δικαστηρίου καταβασανισθέντων διὰ κυστήρων καὶ μαστίγων, ὕστερον δὲ ἡττηθέντων ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἄξιόν ἐστιν ἐπινεῦσαι. Συμπάσχειν γὰρ καὶ συναλγεῖν τοῖς ὀδυρομένοις καὶ στενάζουσιν ὑπὲρ τῶν ἐν τῷ ἀγῶνι ἡττηθέντων ὑπὸ τῆς πολλῆς βίας τοῦ κακομηχάνου διαβόλου, ἤτοι ὑπὲρ γονέων ἢ ἀδελφῶν ἤ τέκνων, οὐδένα οὐδὲν καταβλάπτει. Ἴσμεν γὰρ καὶ δι᾽ ἑτέρων πίστιν ἀπολαύσαντάς τινας τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἐπί τε ἀφέσει ἁμαρτιῶν καὶ ὑγείᾳ σώματος καὶ ἀναστάσει νεκρῶν. Μεμνημένοι τοίνυν τῶν πολλῶν αὐτῶν καμάτων, ὧν προϋπήνεγκαν ἐν ὀνόματι τοῦ Χριστοῦ, καὶ τῶν ταλανισμῶν, οὐ μὴν ἀλλὰ καὶ μεταγνόντων αὐτῶν καὶ ἀποδυρομένων τὸ πεπραγμένον αὐτοῖς κατὰ προδοσίαν, ἐν ἀτονίᾳ καὶ νεκρότητι τοῦ σώματος, ἔτι τε καὶ μεμαρτυρημένων ἀπολιτεύτων γενομένων ἐν τῷ βίῳ αὐτῶν, συνευχόμεθα καὶ συμπαρακαλοῦμεν ὑπὲρ ἱλασμοῦ αὐτῶν μετὰ τῶν ἄλλων καθηκόντων, διὰ τοῦ γενομένου ὑπὲρ ἡμῶν παρακλήτου πρὸς τὸν Πατέρα, ἱλασκομένου ταῖς ἁμαρτίαις ἡμῶν· Καὶ ἐάν τις γάρ, φησίν, ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.
Κανὼν ιβ’ (12):
Περὶ τῶν δόντων ἀργύρια, ὥστε μὴ ἀρνήσασθαι.
Τοῖς γὰρ ἀργύρια δεδωκόσι πρὸς τὸ ἀνενοχλήτους αὐτοὺς παντάπασι γενέσθαι ἀπὸ πάσης κακίας, οὐκ ἔστιν ἔγκλημα προσάγειν, ζημίαν γὰρ καὶ ἀπώλειαν χρημάτων ὑπήνεγκαν, ἵνα μὴ τὴν ψυχὴν ἑαυτῶν ζημιωθῶσιν ἢ ἀπολέσωσιν. ῞Οπερ ἄλλοι κατὰ αἰσχροκέρδειαν οὐ πεποιήκασι, καίτοι γε τοῦ Κυρίου λέγοντος· Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ ἢ ἀπολέσῃ, καὶ ὅτι· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐφάνησαν γὰρ παρ' ἐκείνοις Θεῷ δουλεύοντες, τὰ ἀργύρια μισήσαντες καὶ καταπατήσαντες καὶ καταφρονήσαντες αὐτῶν, ἀπεπλήρωσάν τε καὶ ἐν τούτῳ τὸ γεγραμμένον· Λύτρον ἀνδρὸς ψυχῆς, ὁ ἴδιος πλοῦτος. Ἐπεὶ καὶ ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἀνέγνωμεν, τοὺς συρέντας ἀντὶ Παύλου καὶ Σίλα ἐν Θεσσαλονίκῃ ἐπὶ τοὺς πολιτάρχας, μετὰ καὶ πλησμονῆς ἀπολυθέντας. Μετὰ γὰρ τὸ καταβαρῆσαι αὐτοὺς πολλὰ διὰ τὸ ὄνομα καὶ ταράξαι τὸν ὄχλον καὶ τοὺς πολιτάρχας, λαβόντες, φησί, τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς. Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ Σίλαν εἰς Βέῤῥοιαν.
Κανὼν ιγ’ (13):
Περὶ τῶν ἐασάντων τάς ἰδίας περιουσίας καὶ φυγόντων, ἀνθ' ὧν ἄλλοι κατεσχέθησαν, ὅτι ἀνέγκλητοι.
Ὅθεν οὐδὲ τοῖς καταλείψασι πάντα διὰ τὴν τῆς ψυχῆς σωτηρίαν καὶ ἀναχωρήσασιν ἔστιν ἐγκαλεῖν, ὡς ἂν ἑτέρων δι' αὐτοὺς κατασχεθέντων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐφέσῳ ἀντὶ Παύλου συνήρπασαν Γάιον εἰς τὸ θέατρον καὶ Ἀρίσταρχον, συνεκδήμους Παύλου, καὶ βουλόμενον εἰσελθεῖν εἰς τὸν δῆμον, ἐπεὶ καὶ δι' αὐτόν, πείσαντα καὶ μεταστήσαντα πολὺν ὄχλον ἐπὶ τὴν θεοσέβειαν, ἡ στάσις ἦν γενομένη, οὐκ εἴων αὐτὸν οἱ μαθηταί, φησίν· Οὐ μὴν ἀλλὰ καί τινες τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Εἰ δὲ ἐπιμένοιέν τινες ἐρεσχελοῦντες τοῖς εἰλικρινῶς προσέχουσι τῷ λέγοντι· Σώζων, σῶζε τὴν σεαυτοῦ ψυχήν, μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, ὑπομνησθήτωσαν καὶ περὶ τοῦ προκρίτου τῶν ἀποστόλων Πέτρου, βεβλημένου τε ἤδη εἰς φυλακὴν καὶ παραδοθέντος τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, οὐ ἐν νυκτὶ φυγόντος καὶ ῥυσθέντος ἐκ χειρὸς τοῦ φονώδους Ἡρώδου καί πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾽Ιουδαίων, κατ' ἐντολὴν τοῦ Ἀγγέλου Κυρίου, γενομένης, φησίν, ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι, δι' οὓς οὐδεμία αἰτία τῷ Πέτρῳ προσάπτεται. Ἐξῆν γὰρ καὶ αὐτούς, ἑωρακότας τὸ γενόμενον, ἐκφυγεῖν, ὡς πάντα τὰ παιδία τὰ ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, εἰ ἐγνώκεισαν οἱ γονεῖς αὐτῶν τὸ μέλλον ἔσεσθαι, ἅπερ ἀνῃρέθησαν ὑπὸ τοῦ μιαιφόνου Ἡρώδου διὰ τὸ ὑπ᾽ αὐτοῦ ζητούμενον ἀπολέσθαι ἓν παιδίον, ὅπερ καὶ αὐτὸ κατ᾽ ἐντολὴν Ἀγγέλου Κυρίου ἐξέφυγεν, ἤδη ἀρξάμενον ταχέως σκυλεύειν καὶ ὀξέως προνομεύειν κατὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος, καθὼς γέγραπται· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνομεύειν, διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Οἱ γοῦν Μάγοι, ὡς ἤδη σκυλευθέντες καὶ προνομευθέντες, ὑποτεταγμένως καὶ τιμητικῶς προσκυνοῦσι τὸ παιδίον, ἀνοίγοντες τοὺς θησαυροὺς αὐτῶν καὶ προσφέροντες αὐτῷ καιριώτατα καὶ πρεπωδέστατα δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, ὡς βασιλεῖ καὶ Θεῷ καὶ ἀνθρώπῳ. Ὅθεν οὐκέτι πρὸς τὸν Ἀσσύριον βασιλέα ἠξίωσαν ὑποστρέψαι, συνεργούμενοι ὑπὸ τῆς προνοίας· Χρηματισθέντες γὰρ, φησί, κατ' ὄναρ, μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. ῞Οθεν, ἰδὼν ὁ αἱμοβόρος Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, ἐθυμώθη λίαν καὶ ἀποστείλας, φησίν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων. Μεθ' ὧν καὶ τὸ πρὸ αὐτοῦ γεννηθὲν ἕτερον παιδίον ζητήσας ἀποκτεῖναι καὶ μὴ εὑρών, τὸν πατέρα αὐτοῦ Ζαχαρίαν ἐφόνευσε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐκφυγόντος τοῦ παιδίου μετὰ τῆς μητρὸς Ἐλισάβετ, ἐφ΄ ὧν οὐδεμίαν μέμψιν ἔχουσιν.
Κανὼν ιδ’ (14):
Περὶ τῶν, οἷς βίαν πολλὴν οἱ εἰδωλολάτραι ἐπήγαγον.
Εἰ δέ τινες βίαν πολλὴν καὶ ἀνάγκην πεπόνθασι, χάνον λαβόντες ἐν τῷ στόματι καὶ δεσμούς, καὶ ἐπιμείναντες καρτερῶς τῇ διαθέσει τῆς πίστεως καὶ τὰς χεῖρας αὐτῶν καῆναι καρτερήσαντες, προσαγομένας ἀκοντὶ τῷ ἀνιέρῳ θύματι. Ὥσπερ οὖν ἔγραψάν μοι οἱ ἀπὸ τῆς φυλακῆς τρισμακάριοι μάρτυρες περὶ τῶν ἐν τῇ Λιβύῃ καὶ ἕτεροι δὲ συλλειτουργοί, οἱ τοιοῦτοι, συμμαρτυρούντων αὐτοῖς μάλιστα καὶ τῶν ἄλλων ἀδελφῶν, δύνανται εἶναι ἐν τῇ λειτουργίᾳ, ταχθέντες ἐν τοῖς ὁμολογηταῖς, ὡς καὶ οἰ κατανεκρωθέντες ἐν ταῖς πολλαῖς βασάνοις καὶ μηκέτι ἐξισχύσαντες λαλῆσαι ἢ φθέγξασθαι ἢ κινηθῆναι εις τὸ ἀντιστῆναι τοῖς εἰς μάτην βιαζομένοις, οὐδὲ γὰρ συγκατέθεντο τῇ βδελυρίᾳ αὐτῶν, ὥσπερ οὖν παρὰ συλλειτουργῶν πάλιν ἤκουσα. Ταχθήσεται δὲ ἐν τοῖς ὁμολογηταῖς καὶ πᾶς ὁστισοῦν κατὰ Τιμόθεον πολιτεύεσθαι, πειθόμενος καὶ αὐτὸς τῷ λέγοντι· Δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα, ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
Κανὼν ιε’ (15):
Περὶ τοῦ ἐν μὲν τετράδι καὶ παρασκευὴ νηστεύειν, ἐν δὲ Κυριακὴ μηκέτι, μηδὲ γονυκλιτεῖν.
Οὐκ ἐγκαλέσει τις ἡμῖν παρατηρουμένοις τετράδα καὶ παρασκευήν, ἐν αἷς καὶ νηστεύειν ἡμῖν κατὰ παράδοσιν εὐλόγως προστέτακται· τὴν μὲν τετράδα, διὰ τὸ γενόμενον συμβούλιον ὑπὸ τῶν Ἰουδαίων ἐπὶ τῇ προδοσίᾳ τοῦ Κυρίου, τὴν δὲ παρασκευὴν, διὰ τὸ πεπονθέναι αὐτὸν ὑπὲρ ἡμῶν. Τὴν δὲ Κυριακήν, χαρμοσύνης ἡμέραν ἄγομεν, διὰ τὸν ἀναστάντα ἐν αὐτῇ, ἐν ᾗ οὐδὲ γόνυ κλίνειν παρειλήφαμεν.