Ἐκ τῶν ἔμμετρων αὐτοῦ ποιημάτων: Περὶ τοῦ τίνα χρὴ ἀναγινώσκεσθαι βιβλία ἐκ τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης.
|
Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι,
πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες,
δέχνυσο τοῦτον ἐμοῖο τὸν ἔγκριτον, ὦ φίλ' ἀριθμόν.
Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι)
τῆς ἀρχαιοτέρας ἑβραϊκῆς σοφίης.
Πρωτίστη Γένεσις· εἶτα Ἔξοδος, Λευϊτικόν τε·
ἔπειτ' Ἀριθμοί· εἶτα Δεύτερος νόμος·
ἔπειτ' Ἰησοῦς, καὶ Κριταί· ῾Ρούθ, ὀγδόη·
Ἡ δ' ἐνάτη δεκάτη τε βίβλοι, πράξεις Βασιλήων,
καὶ Παραλειπόμεναι· ἔσχατον Ἔσδραν ἔχεις.
Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτός γ' Ἰώβ·
ἔπειτα Δαυίδ, εἶτα τρεῖς Σολομώντειαι,
Ἐκκλησιαστής, ᾎσμα, καὶ Παροιμίαι·
καὶ πένθ' ὁμοίως Πνεύματος προφητικοῦ.
Μίαν μέν εἰσίν ἐς γραφήν οἱ δώδεκα,
Ὠσηέ, κ' Ἀμώς, καὶ Μιχαίας ὁ τρίτος·
ἔπειτ' Ἰωήλ, εἶτ' Ἰωνᾶς, Ἀβδίας,
Ναούμ τε, Ἀββακούμ τε καὶ Σοφονίας,
Ἀγγαῖος, εἶτᾳ Ζαχαρίας, καὶ Μαλαχίας.
Μία μὲν οἵδε· δευτέρα δ' Ἡσαΐας
Ἔπειθ' ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους·
εἶτ' Ἰεζεκιήλ, καὶ Δανιήλου χάρις.
Ἀρχαίας μὲν ἔθηκα δύω καὶ εἴκοσι βίβλους,
τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους.
Ἤδη δ' ἀρίθμει καὶ νέου μυστηρίου·
Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοις θαύματα Χριστοῦ
Μᾶρκος· δ' ᾽Ιταλίῃ, Λουκᾶς Ἀχαϊάδι·
πᾶσι δ' Ἰωάννης κήρυξ μέγας, οὐρανοφοίτης·
ἔπειτα Πράξεις τῶν σοφῶν Ἀποστόλων.
Δέκα δὲ Παύλου τέσσαρές τ' ἐπιστολαί·
ἑπτὰ δὲ καθολικαί, ὧν, Ἰακώβου μία,
δύω δὲ Πέτρου, τρεῖς δ' Ἰωάννου πάλιν·
Ἰούδα δ' ἐστὶν ἑβδόμη· πάσας ἔχεις.
Ἐν δὲ τούτων ἐκτός, οὐκ ἐν γνησίαις.
|