Σύνοδος Λαοδικείας (κανόνες)

Από OrthodoxWiki
Αναθεώρηση ως προς 16:07, 19 Αυγούστου 2008 από τον Papyrus (Συζήτηση | Συνεισφορά)
(διαφορά) ← Παλαιότερη αναθεώρηση | Τελευταία αναθεώρηση (διαφορά) | Νεότερη αναθεώρηση → (διαφορά)
Μετάβαση σε: πλοήγηση, αναζήτηση

Η τοπική Σύνοδος Λαοδικείας συνεκλήθη στην Λαοδικεία της Φρυγίας μεταξύ των ετών 343 και 381 και εξέδωσε 60 κανόνες (βλέπε κύριο άρθρο Σύνοδος Λαοδικείας):

Κανόνες της Συνόδου της Λαοδικείας - Περίληψη Κείμενο
Κανὼν α':
Ἐπιτίμιον τῶν δευτερογαμούντων.
Περὶ τοῦ δεῖν κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα, τοὺς ἐλευθέρως καὶ νομίμως συναφθέντας δευτέροις γάμοις μὴ λαθρογαμίαν ποιήσαντας, ὀλίγου χρόνου παρελθόντος καὶ σχολάσαντας ταῖς προσευχαῖς καὶ νηστείαις, κατὰ συγγνώμην ἀποδίδοσθαι αὐτοῖς τὴν κοινωνίαν ὡρίσαμεν.
Κανὼν β':
Ὅτι οἱ ἁμαρτήσαντες, ἐξομολογούμενοι καὶ μετανοοῦντες, προσάγονται τῇ κοινωνίᾳ.
Περὶ τοῦ τοὺς ἐξαμαρτάνοντας ἐν διαφόροις πταίσμασι, καὶ προσκαρτεροῦντας τῇ προσευχῇ τῆς εξομολογήσεως καὶ μετανοίας, καὶ τὴν ἀποστροφὴν τῶν κακῶν τελείαν ποιουμένους, κατὰ τὴν ἀναλογίαν τοῦ πταίσματος, καιροῦ μετανοίας δοθέντος τοῖς τοιούτοις, διὰ τοὺς οἰκτιρμοὺς καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ προσάγεσθαι τῇ κοινωνίᾳ.
Κανὼν γ':
Ὅτι οἱ νεοφώτιστοι οὐ χειροτονοῦνται.
Περὶ τοῦ μὴ δεῖν προσφάτως φωτισθέντα προσάγεσθαι ἐν τάγματι ἱερατικῷ.
Κανὼν δ':
Ὅτι ἱερατικὸς οὐ τοκίζει.
Περὶ τοῦ μὴ δεῖν ἱερατικοὺς δανείζειν, καὶ τόκους καὶ τὰς λεγομένας ἡμιολίας λαμβάνειν.
Κανὼν ε':
Περὶ τοῦ μὴ ψηφίζεσθαι τοὺς χειροτονηθησομένους ἐνώπιον ἀκροωμένων.
Περὶ τοῦ μὴ δεῖν τὰς χειροτονίας ἐπὶ παρουσίᾳ ἀκροωμένων γίνεσθαι.
Κανὼν ς’:
Αἱρετικοὶ εἰς τὸν ναὸν μὴ εἰσερχέσθωσαν.
Περὶ τοῦ μὴ συγχωρεῖν τοῖς αἱρετικοῖς εἰσιέναι εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπιμένοντας τῇ αἱρέσει.
Κανὼν ζ':
Οἱ αἱρετικοὶ οὐ προσδέχονται πρὸ τοῦ ἀναθεματίσαι πᾶσαν αἵρεσιν.
Περὶ τοῦ τοὺς ἐκ τῶν αἱρέσεων, τοὐτέστι Ναυατιανῶν ἤτοι Φωτεινιανῶν ἢ Τεσσαρεσκαιδεκατιτῶν, ἐπιστρεφομένους, εἴτε κατηχομένους εἴτε πιστοὺς τοὺς παρ' ἐκείνοις, μὴ προσδέχεσθαι, πρὶν ἀναθεματίσωσι πᾶσαν αἴρεσιν, ἐξαιρέτως δὲ ἐν ᾗ κατείχοντο. Καὶ τότε λοιπὸν τοὺς λεγομένους παρ' αὐτοῖς πιστούς, ἐκμανθάνοντας τὰ τῆς πίστεως σύμβολα, χρισθέντας τε τῷ ἁγίῳ χρίσματι, οὕτω κοινωνεῖν, τῶν μυστηρίων τῶν ἁγίων.
Κανὼν η':
Ὅτι οἱ Φρύγες λεγόμενοι αἱρετικοί, προσερχόμενοι τῇ ἐκκλησίᾳ, βαπτίζονται.
Περὶ τοῦ τοὺς ἀπὸ τῆς αἱρέσεως τῶν λεγομένων Φρυγῶν ἐπιστρέφοντας, εἰ καὶ ἐν κλήρῳ νομιζομένῳ παρ' αὐτοῖς τυγχάνοιεν, εἰ καὶ μέγιστοι λέγοιντο, τοὺς τοιούτους μετὰ πάσης ἐπιμελείας κατηχεῖσθαί τε καὶ βαπτίζεσθαι ὑπὸ τῶν τῆς ἐκκλησίας ἐπισκόπων τε καὶ πρεσβυτέρων.
Κανὼν θ’:
Ὅτι οὐκ ἐπιτρέπεται τοῖς πιστοίς εἰσιέναι εἰς τὰ κοιμητήρια ἢ τὰ μαρτύρια τῶν αἱρετικῶν εὐχῆς ἕνεκα.
Περὶ τοῦ μὴ συγχωρεῖν εἰς τὰ κοιμητήρια ἢ εἰς τὰ λεγόμενα μαρτύρια πάντων τῶν αἱρετικῶν ἀπιέναι τοὺς τῆς ἐκκλησίας, εὐχῆς ἢ θεραπείας ἕνεκα· ἀλλὰ τοὺς τοιούτους, ἐὰν ὦσι πιστοί, ἀκοινωνήτους γίνεσθαι μέχρι τινός· Μετανοοῦντας δὲ καὶ ἐξομολογουμένους ἐσφάλθαι, παραδέχεσθαι.
Κανὼν ι' (10):
Ὅτι οὐ συναπτέον γάμους πρὸς αἱρετικούς.
Περὶ τοῦ μὴ δεῖν τοὺς τῆς ἐκκλησίας ἀδιαφόρως πρὸς γάμου κοινωνίαν συνάπτειν τὰ ἐαυτῶν παιδία αἱρετικοῖς.
Κανὼν ια':
Προκαθήμεναι μὴ καθιστάσθωσαν ἐν ἐκκλησίαις.
Περὶ τοῦ μὴ δεῖν τὰς λεγομένας πρεσβύτιδας, ἤτοι προκαθημένας, ἐν τῇ ἐκκλησίᾳ καθίστασθαι.
Κανὼν ιβ':
Οἱ πίστει καὶ πολιτείᾳ δοκιμώτατοι καθιστάσθωσαν ἐπίσκοποι.
Περὶ τοῦ τοὺς ἐπισκόπους κρίσει τῶν μητροπολιτῶν καὶ τῶν πέριξ ἐπισκόπων καθίστασθαι εἰς τὴν ἐκκλησιαστικὴν ἀρχήν, ὄντας ἐκ πολλοῦ δεδοκιμασμένους ἔν τε τῷ λόγῳ τῆς πίστεως καὶ τῇ τοῦ εὐθέος βίου πολιτείᾳ.
Κανὼν ιγ':
Ὅτι ἄδεκτοι εἰς ἱερατεῖον οἱ ὑπό τοῦ ὅχλου ἐκλεγόμενοι.
Περὶ τοῦ μὴ τοῖς ὄχλοις ἐπιτρέπειν τὰς ἐκλογὰς ποιεῖσθαι τῶν μελλόντων καθίστασθαι εἰς ἱερατεῖον.
Κανὼν ιδ΄:
Ὅτι οὐ διαπέμπονται τὰ ἅγια ἐν τῷ Πάσχᾳ εἰς παροικίας.
Περὶ τοῦ μὴ τὰ ἅγια, εἰς λόγον εὐλογιῶν, κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα, εἰς ἑτέρας παροικίας διαπέμπεσθαι.
Κανὼν ιε':
Μόνοι οἱ κανονικοί ψάλται ψάλλουσιν ἐπ' ἐκκλησίας.
Περὶ τοῦ μὴ δεῖν πλὴν τῶν κανονικῶν ψαλτῶν, τῶν ἐπὶ τὸν ἄμβωνα ἀναβαινόντων καὶ ἀπὸ διφθέρας ψαλλόντων, ἑτέρους τινὰς ψάλλειν ἐν ἐκκλησίᾳ.
Κανὼν ις΄:
Ὅτι ἐν σαββάτῳ ἀναγινωσκέσθωσαν τὰ Εὐαγγέλια καὶ ἕτεραι Γραφαί.
Περὶ τοῦ ἐν σαββάτῳ, εὐαγγέλια μετὰ ἑτέρων Γραφῶν ἀναγινώσκεσθαι.
Κανὼν ιζ':
Ὅτι οὐκ ἐπισυναπτέον τοὺς ψαλμούς ἐν τῇ ἐκκλησίᾳ.
Περὶ τοῦ μὴ δεῖν ἐπισυνάπτειν ἐν ταῖς συνάξεσι τοὺς ψαλμοὺς, ἀλλὰ διὰ μέσου καθ' ἕκαστον ψαλμὸν γίνεσθαι ἀνάγνωσιν.
Κανὼν ιη':
Περὶ τοῦ, τὰς αὐτάς εὐχὰς πάντοτε ἐπιτελεῖν.
Περὶ τοῦ τὴν αὐτὴν λειτουργίαν τῶν εὐχῶν πάντοτε καὶ ἐν ταῖς ἐνάταις καὶ ἐν ταῖς ἑσπέραις ὀφείλειν γίνεσθαι.
Κανὼν ιθ’:
Περί τάξεως τῶν εὐχῶν.
Περὶ τοῦ δεῖν ἰδίᾳ πρῶτον, μετὰ τὰς ὁμιλίας τῶν ἐπισκόπων, καὶ τῶν κατηχουμένων εὐχὴν ἐπιτελεῖσθαι, καὶ μετὰ τὸ ἐξελθεῖν τοὺς κατηχουμένους, τῶν ἐν μετανοίᾳ τὴν εὐχὴν γίνεσθαι. Καί τούτων προσελθόντων ὑπὸ χεῖρα καὶ ὑποχωρησάντων, οὕτω τῶν πιστῶν τὰς εὐχὰς γίνεσθαι τρεῖς, μίαν μὲν τὴν πρώτην διὰ σιωπῆς, τὴν δὲ δευτέραν καὶ τρίτην διὰ προσφωνήσεως πληροῦσθαι. Εἶθ' οὕτω τὴν εἰρήνην δίδοσθαι· καὶ μετὰ τὸ τοὺς πρεσβυτέρους δοῦναι τῷ ἐπισκόπῳ τὴν εἰρήνην, τότε τοὺς λαϊκοὺς τὴν εἰρήνην διδόναι, καὶ οὕτω τὴν ἁγίαν προσφορὰν ἐπιτελεῖσθαι· καὶ μόνοις ἐξὸν εἶναι τοῖς ἱερατικοῖς εἰσιέναι εἰς τὸ θυσιαστήριον καὶ κοινωνεῖν.
Κανὼν κ' (20):
Ὅτι ὁ διάκονος οὐ καθέζεται ἀκέλευστος ἐνώπιον πρεσβυτέρου.
Ὅτι οὐ δεῖ διάκονον ἔμπροσθεν πρεσβυτέρου καθέζεσθαι, ἀλλὰ μετὰ κελεύσεως τοῦ πρεσβυτέρου καθέζεσθαι. ῾Ομοίως δὲ ἔχειν τιμὴν καὶ τοὺς διακόνους ὑπὸ τῶν ὑπηρετῶν καὶ πάντων τῶν κληρικῶν.
Κανὼν κα':
Ὑπηρέτης οὐχ ἄπτεται τῶν ἱερῶν σκευῶν.
Ὅτι οὐ δεῖ ὑπηρέτας ἔχειν ἐν τῷ διακονικῷ καὶ ἄπτεσθαι τῶν ἱερῶν σκευῶν.
Κανὼν κβ':
Καθήκοντα τῶν ὑπηρετῶν τῆς ἐκκλησίας.
Ὅτι οὐ δεῖ ὑπηρέτην ὡράριον φορεῖν, οὐδὲ τῆς θύρας ἐγκαταλιμπάνειν.
Κανὼν κγ':
Ψάλται καὶ ἀναγνώσται οὐ φέρουσιν ὀράριον.
Ὅτι οὐ δεῖ ἀναγνώστας ἢ ψάλτας ὠράριον φορεῖν καὶ οὕτως ἀναγινώσκειν ἢ ψάλλειν.
Κανὼν κδ':
Τοῖς κληρικοῖς καὶ ὑπηρέταις τῆς ἐκκλησίας ἀπαγορεύεται ἡ εἴσοδος εἰς καπηλεῖα.
Ὅτι οὐ δεῖ ἱερατικοὺς ἀπὸ πρεσβυτέρων ἕως διακόνων καὶ ἑξῆς τῆς ἐκκλησιαστικῆς τάξεως ἕως ὑπηρετῶν, ἢ ἀναγνωστῶν, ἢ ψαλτῶν, ἢ ἐφορκιστῶν, ἢ θυρωρῶν, ἢ τοῦ τάγματος τῶν ἀσκητῶν, εἰς καπηλεῖον εἰσιέναι.
Κανὼν κε':
Ὁ ὑπηρέτης οὐ δίδωσιν ἄρτον, οὐδ' εὐλογεῖ ποτήριον.
Ὅτι οὐ δεῖ ὑπηρέτην ἄρτον διδόναι, οὐδὲ ποτήριον εὐλογεῖν.
Κανὼν κς’:
Ὁ μὴ παρ' Ἐπισκόπου προαγόμενος οὐκ ἐφορκίζει.
Ὅτι οὐ δεῖ ἐφορκίζειν τοὺς μὴ προαχθέντας ὑπὸ ἐπισκόπων, μήτε ἐν ταῖς ἐκκλησίαις, μήτε ἐν ταῖς οἰκίαις.
Κανὼν κζ':
Ὅτι οὐ δεῖ τοὺς εἰς ἀγάπην καλουμένους μέρη αἴρειν.
Ὅτι οὐ δεῖ ἱερατικοὺς, ἢ κληρικούς, ἢ λαϊκούς, καλουμένους εἰς ἀγάπην, μέρη αἴρειν, διὰ τὸ τὴν ὕβριν τῇ τάξει προστρίβεσθαι τῇ ἐκκλησιαστικῇ.
Κανὼν κη':
Οὐ ποιητέον ἀγάπας ἐν ἐκκλησίαις.
Ὃτι οὐ δεῖ ἐν τοῖς Κυριακοῖς ἢ ἐν ταῖς ἐκκλησίαις τὰς λεγομένας ἀγάπας ποιεῖν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐσθίειν καὶ ἀκούβιτα στρωννύειν.
Κανὼν κθ':
Ὅτι οὐ χρὴ ἰουδαΐζειν σχολάζοντας ἐν σαββάτῳ.
Ὅτι οὐ δεῖ χριστιανοὺς ἰουδαΐζειν καὶ ἐν τῷ σαββάτῳ σχολάζειν, ἀλλ' ἐργάζεσθαι αὐτοὺς καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ, τὴν δὲ Κυριακὴν προτιμῶντας, εἴγε δύναιντο, σχολάζειν ὡς χριστιανοί. Εἰ δὲ εὑρεθεῖεν ἰουδαϊσταί, ἔστωσαν ἀνάθεμα παρὰ Χριστῷ.
Κανὼν λ' (30):
Ὅτι οὐκ ἔξεστι συλλούεσθαι γυναιξί.
Ὅτι οὐ δεῖ ἱερατικούς, ἢ κληρικούς, ἢ ἀσκητάς, ἐν βαλανείῳ μετὰ γυναικῶν ἀπολούεσθαι, μηδὲ πάντα χριστιανὸν ἢ λαϊκόν· αὕτη γὰρ πρώτη κατάγνωσις παρὰ τοῖς ἔθνεσιν.
Κανὼν λα':
Ὅτι οὐ χρὴ διδόναι τέκνα ἐπὶ γάμῳ αἱρετικοίς, ἀλλὰ λαμβάνειν.
Ὅτι οὐ δεῖ πρὸς πάντας αἱρετικοὺς ἐπιγαμίας ποιεῖν, ἢ διδόναι υἱούς, ἢ θυγατέρας, ἀλλὰ μᾶλλον λαμβάνειν, εἴγε ἐπαγγέλλοιντο χριστιανοὶ γίνεσθαι.
Κανὼν λβ':
Ὅτι οὐ χρὴ λαμβάνειν εὐλογίας αἱρετικῶν.
Ὅτι οὐ δεῖ αἰρετικῶν εὐλογίας λαμβάνειν, αἵτινές εἰσιν ἀλογίαι μᾶλλον ἢ εὐλογίαι.
Κανὼν λγ':
Οὔτε συνεύχεσθαι αἱρετικοῖς, ἢ σχισματικοῖς.
Ὅτι οὐ δεῖ αἰρετικοῖς, ἢ σχισματικοῖς συνεύχεσθαι.
Κανὼν λδ':
Τοῖς ἀπερχομένοις πρὸς ψευδομάρτυρας αἱρετικῶν ἔστω ἀνάθεμα.
Ὅτι οὐ δεῖ πάντα χριστιανὸν ἐγκαταλείπειν μάρτυρας Χριστοῦ καὶ ἀπιέναι πρὸς τοὺς ψευδομάρτυρας, τουτέστιν αἱρετικῶν, ἢ αὐτοὺς πρὸς τοὺς προειρημένους αἱρετικοὺς γενομένους· Οὗτοι γάρ ἀλλότριοι τοῦ Θεοῦ τυγχάνουσιν. Ἔστωσαν οὖν ἀνάθεμα οἱ ἀπερχόμενοι πρὸς αὐτούς.
Κανὼν λε':
Τῷ παρασυνάγοντι, καὶ ὀνομάζοντι ἀγγέλους, ἀνάθεμα.
Ὅτι οὐ δεῖ χριστιανοὺς ἐγκαταλείπειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἀπιέναι, καὶ ἀγγέλους ὀνομάζειν, καὶ συνάξεις ποιεῖν, ἅπερ ἀπηγόρευται. Εἴ τις οὖν εὑρεθῇ ταύτῃ κεκρυμμένῃ εἰδωλολατρείᾳ σχολάζων, ἔστω ἀνάθεμα, ὅτι ἐγκατέλιπε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ εἰδωλολατρείᾳ προσῆλθεν.
Κανὼν λς’:
Κληρικοὶ μετερχόμενοι μαγείας, ἢ ἐπαοιδάς, ἢ ἀστρολογίαν, ἢ φυλακτήρια ποιοῦντες, ῥίπτονται ἐκ τῆς ἐκκλησίας.
Ὅτι οὐ δεῖ ἱερατικοὺς ἢ κληρικούς μάγους ἢ ἐπαοιδοὺς, εἶναι ἢ μαθηματικούς, ἢ ἀστρολόγους, ἢ ποιεῖν τὰ λεγόμενα φυλακτήρια, ἅτινά ἐστι δεσμωτήρια τῶν ψυχῶν αὐτῶν. Τοὺς δὲ φοροῦντας, ῥίπτεσθαι ἐκ τῆς ἐκκλησίας ἐκελεύσαμεν.
Κανὼν λζ':
Ὅτι οὐκ ἔξεστι συνεορτάζειν Ἰουδαίοις, ἤ αἱρετικοῖς.
Ὅτι οὐ δεῖ παρὰ τῶν Ἰουδαίων ἢ αἱρετικῶν, τὰ πεμπόμενα ἑορταστικὰ λαμβάνειν, μηδὲ συνεορτάζειν αὐτοῖς.
Κανὼν λη':
Οὐδὲ λαμβάνειν ἄζυμα παρ' αὐτῶν.
Ὅτι οὐ δεῖ παρὰ τῶν ᾽Ιουδαίων ἄζυμα λαμβάνειν, ἢ κοινωνεῖν ταῖς ἀσεβείαις αὐτῶν.
Κανὼν λθ':
Οὐδὲ συνεορτάζειν ἢ κοινωνεῖν τοῖς ἔθνεσιν.
Ὅτι οὐ δεῖ τοῖς ἔθνεσι συνεορτάζειν καὶ κοινωνεῖν τῇ ἀθεότητι αὐτῶν.
Κανὼν μ' (40):
Ἐπίσκοποι, καλούμενοι εἰς σύνοδον, μὴ ἀπολιπέσθωσαν.
Ὅτι οὐ δεῖ ἐπισκόπους εἰς σύνοδον καταφρονεῖν, ἀλλ᾽ ἀπιέναι καὶ διδάσκειν, ἢ διδάσκεσθαι, εἰς κατόρθωσιν τῆς ἐκκλησίας καὶ τῶν λοιπῶν. Εἰ δὲ καταφρονήσειεν ὁ τοιοῦτος, ἑαυτὸν αἰτιάσεται, παρεκτὸς εἰ μὴ δι' ἀνωμαλίαν ἀπολιμπάνοιτο.
Κανὼν μα':
Κληρικὸς ἄνευ κελεύσεως ἐπισκόπου μὴ ὁδευέτω.
Ὅτι οὐ δεῖ ἱερατικὸν ἢ κληρικὸν ἄνευ κελεύσεως ἐπισκόπου ὁδεύειν.
Κανὼν μβ':
Μηδ' ἄνευ κανονικῶν γραμμάτων.
Ὅτι οὐ δεῖ ἱερατικούς ἢ κληρικοὺς, ἄνευ κανονικῶν γραμμάτων ὀδεύειν.
Κανὼν μγ':
Τοὺς ὑπηρέτας οὐ δεῖ τὰς θύρας ἀφέντας προσεύχεσθαι.
Ὅτι οὐ δεῖ ὑπηρέτας, κἂν βραχύ, τὰς θύρας ἐγκαταλείπειν, καὶ τῇ εὐχῇ σχολάζειν.
Κανὼν μδ':
Γυναῖκες μὴ εἰσερχέσθωσαν ἐν τῷ θυσιαστηρίῳ.
Ὅτι οὐ δεῖ γυναῖκας ἐν τῷ θυσιαστηρίῳ εἰσέρχεσθαι.
Κανὼν με':
Ὅτι οὐ δεῖ δέχεσθαι εἰς τὸ φώτισμα μετὰ δύω ἑβδομάδας τῆς Τεσσαρακοστῆς.
Ὅτι οὐ δεῖ μετὰ δύο ἑβδομάδας τῆς Τεσσαρακοστῆς δέχεσθαι εἰς τὸ φώτισμα.
Κανὼν μς’:
Ὅτι δεῖ τοὺς φωτιζομένους ἐκμανθάνειν τὴν πίστιν.
Ὅτι δεῖ τοὺς φωτιζομένους τὴν πίστιν ἐκμανθάνειν, καὶ τῇ πέμπτῃ τῆς ἑβδομάδος ἀπαγγέλειν τῷ ἐπισκόπῳ ἢ τοῖς πρεσβυτέροις.
Κανὼν μζ’:
Τοὺς δὲ ἐν νόσῳ φωτιζομένους, μετὰ τὸ ἀναρρῶσαι.
Ὅτι δεῖ τοὺς ἐν νόσῳ παραλαμβάνοντας τὸ φώτισμα, καὶ εἶτα ἀναστάντας ἐκμανθάνειν τὴν πίστιν καὶ γινώσκειν, ὅτι θείας δωρεᾶς κατηξιώθησαν.
Κανὼν μη':
Ὅτι οἱ βαπτιζόμενοι χρίονται μύρῳ.
Ὅτι δεῖ τοὺς φωτιζομένους μετὰ τὸ βάπτισμα χρίεσθαι χρίσματι ἐπουρανίῳ καὶ μετόχους εἶναι τῆς βασιλείας τοῦ Χριστοῦ.
Κανὼν μθ':
Ὅτι οὐ προσφέρεται ἄρτος ἐν Τεσσαρακοστῇ, εἰ μὴ ἐν σαββάτῳ καὶ Κυριακῇ.
Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ ἄρτον προσφέρειν, εἰ μὴ ἐν Σαββάτῳ καὶ Κυριακῇ μόνον.
Κανὼν ν' (50):
Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ τῇ ὑστέρᾳ ἑβδομάδι τὴν πέμπτην λύειν.
Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ τῇ ὑστέρᾳ ἑβδομάδι τὴν πέμπτην λύειν, καὶ ὅλην τὴν Τεσσαρακοστὴν ἀτιμάζειν, ἀλλὰ δεῖ πᾶσαν τὴν Τεσσαρακοστὴν νηστεύειν ξηροφαγοῦντας.
Κανὼν να':
Ἐν Τεσσαρακοστῇ οὐ τελοῦνται μνῆμαι μαρτύρων, εἰ μὴ ἐν σαββάτῳ καὶ Κυριακῇ.
Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ μαρτύρων γενέθλια ἐπιτελεῖν, ἀλλὰ τῶν ἁγίων μαρτύρων μνήμας ποιεῖν ἐν τοῖς σαββάτοις καὶ ταῖς Κυριακαῖς.
Κανὼν νβ':
Ἐν Τεσσαρακοστῇ γάμος ἢ γενέθλια οὐκ ἐπιτελοῦνται.
Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ γάμους, ἢ γενέθλια ἐπιτελεῖν.
Κανὼν νγ':
Ὅτι οὐ δεῖ ἐν γάμοις βαλλίζειν ἢ ὀρχεῖσθαι.
Ὅτι οὐ δεῖ χριστιανοὺς εἰς γάμους ἀπερχομένους βαλλίζειν ἢ ὀρχεῖσθαι, ἀλλὰ σεμνῶς δειπνεῖν ἢ ἀριστᾶν, ὡς πρέπει χριστιανοῖς.
Κανὼν νδ':
Ἱερατικοὶ ἢ κληρικοὶ οὐ παραμένουσι τοῖς γάμοις μετὰ τὸ τοὺς θυμελικοὺς εἰσελθεῖν.
Ὅτι οὐ δεῖ ἱερατικοὺς τινας θεωρίας θεωρεῖν ἐν γάμοις, ἢ δείπνοις, ἀλλά, πρὸ τοῦ εἰσέρχεσθαι τοὺς θυμελικούς, ἐγείρεσθαι αὐτοὺς καὶ ἀναχωρεῖν.
Κανὼν νε':
Συμπόσια ἐκ συμβολῆς μὴ ἐπιτελείσθωσαν.
Ὅτι οὐ δεῖ ἱερατικοὺς ἢ κληρικοὺς ἐκ συμβολῆς συμπόσια ἐπιτελεῖν, ἀλλ' οὐδὲ λαϊκούς.
Κανὼν νς’:
Πρεσβύτερος πρὸ τοῦ ἐπισκόπου οὐκ εἰσέρχεται, οὐδὲ καθέζεται ἐν τῷ βήματι.
Ὅτι οὐ δεῖ πρεσβυτέρους πρὸ τῆς εἰσόδου τοῦ ἐπισκόπου εἰσιέναι καὶ καθέζεσθαι ἐν τῷ βήματι, ἀλλὰ μετὰ τοῦ ἐπισκόπου εἰσιέναι˙ πλὴν εἰ μὴ ἀνωμαλοίη ἢ ἀποδημοῖ ὁ ἐπίσκοπος.
Κανὼν νζ':
Ἐν ταῖς κώμαις οὐ καθίστανται ἐπίσκοποι, ἀλλὰ περιοδευταί.
Ὅτι οὐ δεῖ ἔν ταῖς κώμαις καὶ ἐν ταῖς χώραις καθίστασθαι ἐπισκόπους, ἀλλὰ περιοδευτάς. Τοὺς μέν τοι ἤδη προκατασταθέντας, μηδὲν πράττειν ἄνευ γνώμης τοῦ ἐπισκόπου τοῦ ἐν τῇ πόλει, ὡσαύτως δὲ καὶ τοὺς πρεσβυτέρους μηδὲν πράττειν ἄνευ τῆς γνώμης τοῦ ἐπισκόπου.
Κανὼν νη':
Προσφορά μὴ γινέσθω ἐν οἴκω οὐδὲ παρ' ἐπισκόπου.
Ὅτι οὐ δεῖ ἐν τοῖς οἴκοις προσφορὰν γίνεσθαι παρὰ ἐπισκόπων ἢ πρεσβυτέρων.
Κανὼν νθ':
Ἰδιωτικοὶ ψαλμοὶ οὐ λέγονται ἐπ' ἐκκλησίας, ἀλλὰ μόνον τὰ κανονικά.
Ὅτι οὐ δεῖ ἰδιωτικοὺς ψαλμοὺς λέγεσθαι ἐν τῇ ἐκκλησίᾳ, οὐδὲ ἀκανόνιστα βιβλία, ἀλλὰ μόνα τὰ κανονικὰ τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης.
Κανὼν ξ’ (60):
Ὅσα δεῖ τῶν τῆς Γραφῆς ἀναγινώσκεσθαι βιβλία.
Ὅσα δεῖ βιβλία ἀναγινώσκεσθαι τῆς Παλαιᾶς Διαθήκης· α΄ Γένεσις κόσμου· β΄ Ἔξοδος ἐξ Αἰγύπτου· γ΄ Λευϊτικόν· δ΄ Ἀριθμοί· ε΄ Δευτερονόμιον· στ΄ ᾽Ιησοῦς τοῦ Ναυῆ· ζ΄ Κριταί, Ρούθ· η΄ Ἐσθήρ· θ΄ Βασιλειῶν πρώτη καὶ δευτέρα· ι΄ Βασιλειῶν τρίτη καὶ τετάρτη· ια΄ Παραλειπομένων πρῶτον καὶ δεύτερον· ιβ΄ Ἔσδρας πρῶτον καὶ δεύτερον· ιγ΄ Βίβλος Ψαλμῶν ρν ΄ ιδ΄ Παροιμίαι Σολομῶντος· ιε΄ Ἐκκλησιαστής· ιστ΄ Ἆσμα ἀσμάτων· ιζ΄ Ἰώβ· ιη΄ Δωδεκαπρόφητον· ιθ΄ Ἡσαΐας, Ἱερεμίας καὶ Βαρούχ, Θρῆνοι καὶ Ἐπιστολαί· κα' Ἰεζεκιήλ· κβ' Δανιήλ. Τὰ δὲ τῆς Καινῆς Διαθήκης ταῦτα· Εὐαγγέλια τέσσερα, κατὰ Ματθαῖον, κατὰ Μᾶρκον, κατὰ Λουκᾶν, κατὰ Ἰωάννην· Πράξεις, Ἀποστόλων· Ἐπιστολαὶ καθολικαὶ ἑπτά, Ἰακώβου μία, Πέτρου δύο, Ἰωάννου τρεῖς, Ἰούδα μία· Ἐπιστολαὶ Παύλου δεκατέσσαρες· πρὸς Ρωμαίους μία, πρὸς Κορινθίους δύο, πρὸς Γαλάτας μία, πρὸς Ἐφεσίους μία, πρὸς Φιλιππησίους μία, πρὸς Κολοσσαεῖς μία, πρὸς Θεσσαλονικεῖς δύο, πρὸς Ἑβραίους μία, πρὸς Τιμόθεον δύο, πρὸς Τίτον μία, καὶ πρὸς Φιλήμονα μία.