Μέγας Παρακλητικός Κανόνας

Από OrthodoxWiki
Αναθεώρηση ως προς 20:38, 7 Σεπτεμβρίου 2007 από τον Agapornis (Συζήτηση | Συνεισφορά) (Νέα σελίδα: Ο '''Μεγάλος Παρακλητικός Κανόνας''' προς την Υπεραγία Θεοτόκο, ψάλλεται στούς ναούς την περίοδο τ...)
(διαφορά) ← Παλαιότερη αναθεώρηση | Τελευταία αναθεώρηση (διαφορά) | Νεότερη αναθεώρηση → (διαφορά)
Μετάβαση σε: πλοήγηση, αναζήτηση

Ο Μεγάλος Παρακλητικός Κανόνας προς την Υπεραγία Θεοτόκο, ψάλλεται στούς ναούς την περίοδο του Δεκαπενταυγούστου εναλλάξ με τον Μικρό Παρακλητικό Κανόνα. Σύμφωνα με το Μέγα Ωρολόγιον, οι πιστοί τον ψάλλουν «εν πάσει περιστάσει και θλίψει ψυχής». Αποτελεί δημιούργημα του Θεοδώρου Δούκα του Λασκάρεως.[1]

ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ - Το κείμενο

Εἰς τό ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ψαλμὸς 142

· Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθεία σου ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνη σου

· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾷς ζῶν

· ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γὴν τὴν ζωήν μου ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος

· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεύμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

· ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων

· διεπέτασα τὰς χείράς μου πρὸς σὲ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοὶ διάψαλμα

· ταχὺ εἰσάκουσόν μου κύριε ἐξέλιπεν τὸ πνεύμά μου μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοὶς καταβαίνουσιν εἰς λάκκον

· ἀκουστὸν ποίησόν μοὶ τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοὶ κύριε ὁδὸν ἐν ἡ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου

· ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου κύριε ὅτι πρὸς σὲ κατέφυγον

· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου τὸ πνεύμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖᾳ

· ἕνεκα τοῦ ὀνόματός σου κύριε ζήσεις μὲ ἐν τῇ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου

· καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεὶς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι δούλός σοῦ εἰμι ἐγὼ


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχ, α'. Ἐξομολογεῖσθε τῶ Κυρίω,

καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,

καὶ τῶ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς,


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη,

καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ

Τη Θεοτόκω ἐκτενῶς νὺν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοῖ, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, πολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψης σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα... Καὶ νύν...

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προϊστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νὺν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμὸς 50

· Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

· ἐπὶ πλεῖον πλύνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με

· ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μοῦ ἐστιν διὰ παντὸς

· σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου καὶ νικήσης ἐν τῷ κρίνεσθαί σε

· ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου

· ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοὶ

· ῥαντιεὶς με ὑσσώπω καὶ καθαρισθήσομαι πλυνεὶς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι

· ἀκουτιεὶς μὲ ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστὰ τεταπεινωμένα

· ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

· καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

· μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλης ἀπ' ἐμοῦ

· ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῶ στήρισόν με

· διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν

· ῥύσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλώσσά μου τὴν δικαιοσύνην σου

· κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου

· ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

· θυσία τῶ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει

· ἀγάθυνον κύριε ἐν τῇ εὐδοκία σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ

· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους


Ἦχος πλ. δ' Ὠδὴ α' Ὁ Εἱρμὸς

Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα καὶ διελοῦσα θάλασσανú Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἄσμα τῷ Θεῷ ἀναμέλποντα.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Των λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι τὴν ταπεινήν μου ψυχήν, καὶ συμφορῶν νέφη, τὴν ἐμὴν καλύπτουσι, καρδίαν Θεονύμφευτεú ἀλλ' ἡ φῶς τετοκυία, τὸ θεῖον καὶ προαιώνιον, λάμψον μοὶ τὸ φῶς τὸ χαρμόσυνον.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐξ ἀμέτρητων ἀναγκὼν καὶ θλίψεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, καὶ συμφορῶν βίου, λυτρωθεὶς Πανάχραντε, τῇ κραταιᾷ δυνάμει σου, ἀνυμνῶ μεγαλώνω, τὴν ἄμετρόν σου συμπάθειαν, καὶ την εἰς ἐμέ σου παράκλησιν.

Δόξα...

Νῦν πεποιθὼς ἐπὶ τὴν σην κατέφυγον, ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σην σκέπην, ὁλοψύχως ἕδραμον, καὶ γόνυ κλίνω Δέσποινα, καὶ θρηνῶ καὶ στενάζω, μὴ μὲ παρίδης τὸν ἄθλιον, των Χριστιανῶν καταφύγιον.

Καὶ νύν...

Οὐ σιωπήσω του βοᾶν τρανώτατα, τὰ μεγαλεῖα τὰ σά, εἰμὴ γὰρ σὺ Κόρη, πάντοτε πρό_στασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ σου, τὶς ἐκ τοσούτου μὲ κλύδωνος, καὶ δεινῶν κινδύνων ἐρρύσατο.


Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὦς ἄρρηκτον τεῖχος καὶ προστασίαν.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Ὠδὴ γ' Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καί της Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σή, των ἐφετῶν ἡ ἀκρότης, των πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοὶú πρόφθασον θερμὴ προστασία, καὶ σην βοήθειαν, δὸς μοὶ τῷ δούλῳ σου, τῷ ταπεινῷ καὶ ἀθλίω, τῷ τὴν σην ἀντίληψιν, ἐπιζητοῦντι θερμῶς.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐθαυμάστωσας ὄντως, νῦν ἐπ' ἐμοὶ Δέσποινα, τὰς εὐεργεσίας σου Κόρη, καὶ τὰ ἐλέη σουú ὅθεν δοξάζω σε, καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον, κηδεμονίαν σου.

Δόξα...

Καταιγὶς μὲ χειμάζει, των συμφορῶν Δέσποινα, καί των λυπηρῶν τρικυμίαι, καταποντίζουσινú ἀλλὰ προφθάσασα, χείρα μοὶ δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.

Καὶ νύν....

Ἀλήθη Θεοτόκον, ὁμολογῶ Δέσποινα, σὲ την του θανάτου τὸ κράτος, ἐξαφανίσασανú ὡς γὰρ φυσίζωος, ἐκ των δεσμῶν των του ἄδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν μὲ ῥεύσαντα.


Διάσωσον ἀπὸ κινδύνων τους δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.


Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν του σώματος κάκωσιν, καὶ ἴασαι της ψυχῆς μου τὸ ἄλγος.


Ἱερεὺς

· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

· Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)

· Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.


Κάθισμα Ἦχος β'

Τὰ ἄνω ζητῶν

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοώμέν σοί, Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.


Ὠδὴ δ'

Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικούς, κόλπους μὴ λιπῶν, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενοςú διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοὶ κραυγάζωú Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν; ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι; τῖνα θερμὴν ἔξω βοηθόν, θλίψεσι του βίου καὶ ζάλαις οἴμοι! κλονούμενος; Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχῶμαι, καὶ προστρέχω τῇ σκέπη σουú σῶσον με.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν ποταμόν, τὸν γλυκερόν του ἐλέους σου, τὸν πλουσίαις δωρεαῖς δροσίσαντα, τὴν παναθλίαν καὶ ταπεινήν, πάναγνε ψυχήν μου, των συμφορῶν καί των θλίψεων, καμίνω φλογισθεῖσαν, μεγαλύνω κηρύττω, καὶ προστρέχω τῇ σκέπη σουú σῶσον με.

Δόξα...

Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροσμάχητον, καταφυγὴν σκέπην κραταιάν, ὅπλον σωτηρίαςú μὴ μὲ παρίδης τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.

Καὶ νύν...

Πῶς ἐξειπεῖν, σου κατ' ἀξίαν δυνήσομαι, τους ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τους τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; Ἀλλ' ὦ της σῆς προνοίας, καί της εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!


Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὦς ἄρρηκτον τεῖχος καὶ προστασίαν.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Ὠδὴ ε'

Ἴνα τὶ μὲ ἀπώσω, ἀπό του προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; Ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς των ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐχαρίστως βοῶ σοὶú χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφεú χαῖρε θεία σκέπη, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητονú χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, των εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ μισοῦντες μὲ μάτην, βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι, τὸ πανάθλιον σῶμα σπαράξαι μου, καὶ καταβιβᾶσαι, πρὸς γῆν Ἁγνὴ ἐπιζητοῦσινú ἀλλ' ἐκ τούτων προφθάσασα σῶσον με.

Δόξα...

Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης μὲ λύτρωσαι, καὶ τῇ σὴ δυνάμει, ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν των πολεμούντων, καὶ μισούντων μὲ Κόρη πανύμνητε.

Καὶ νύν...

Τὶ σοὶ δῶρον προσάξω, της εὐχαριστίας ἀνθ' ὦνπερ ἀπήλαυσα, των σῶν δωρημάτων, καί της σῆς ἀμέτρητου χρηστότητος; Τοιγαροῦν δοξάζω, ὑμνολογῶ καὶ μεγαλύνω, σου τὴν ἄμετρον πρὸς μὲ συμπάθειαν.


Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὦς ἄρρηκτον τεῖχος καὶ προστασίαν.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Ὠδὴ ς'

Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ἅδη προσήγγισεú καὶ δέομαι ὡς Ἰωνάςú Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ νέφη, των λυπηρῶν ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμὸν ἐμποιοῦσι μοὶ Κόρηú ἀλλ' ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον, ἀπέλασον ταῦτα μακράν, τῇ ἐμπνεύσει της θείας πρεσβείας σου.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα, καί των νόσων ἰατρὸν σὲ γινώσκω, καὶ παντελῆ συντριμμόν του θανάτου, καὶ ποταμόν της ζωῆς ἀνεξάντλητον, καὶ πάντων των ἐν συμφοραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.

Δόξα...

Οὐ κρύπτω σου, τὸν βυθόν του ἐλέους, καὶ τὴν βρύσιν των ἀπείρων θαυμάτων, καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως, της πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα, ἀλλ' ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.

Καὶ νύν...

Ἐκύκλωσαν, αἱ του βίου μὲ ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει των θλίψεωνú ἀλλ' εὔροιμί σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.


Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὦς ἄρρηκτον τεῖχος καὶ προστασίαν.


Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὦς ἔχουσα μητρικὴν παρρησίαν.


Ἱερεὺς

· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

· Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)

· Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.


Κοντάκιον Ἦχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδης ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὦς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοί. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.


Α' Ἀντίφωνον

Ἦχος δ'

Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)


Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὦς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

Ἁγίω Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τὴ Τριαδικὴ μονάδι, ἱεροκρυφίως.

Καὶ νύν...

Ἁγίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.


Προκείμενον

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεά.

Στίχ. Ακουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.


Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεὰ μνησθήσομαι.


Ἱερεὺς Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Χορὸς Κύριε, ἐλέησον (γ').

Ἱερεὺς Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς Εἰρήνη πᾶσι.

Χορὸς Καὶ τῶ Πνεύματί σου.

Ἱερεὺς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου...

Ἱερεὺς Πρόσχωμεν.

Χορὸς Δόξα σοί, Κύριε, δόξα σοί.


Τῷ καιρῷ ἐκείνω, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ, γυνὴ δὲ τίς, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἡ καὶ παρακαθήσασα παρά τους πόδας του Ἰησοῦ, ἤκουε των λόγων αὐτοῦú ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν. ἐπιστάσα δὲ εἶπε: Κύριε, οὐ μέλει σοί, ὅτι ἡ ἀδελφή μου μόνην μὲ κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτὴ ἵνα μοὶ συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτὴ: Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζη περὶ πολλὰú ἑνὸς δὲ ἐστὶ χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τίς γυνὴ φωνὴν ἐκ του ὄχλου εἶπεν αὐτῷ: Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὖς ἐθήλασας. Αὐτὸς δὲ εἶπε: Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον του Θεοῦ καὶ φυλάσσοντες αὐτόν.


Δόξα... Ἦχος β'

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νύν...

Ταὶς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Ἦχος πλ. β'

Ὅλην ἀποΘέμενοι

Μὴ καταπιστεύσης με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου, θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου, Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδης τὴν δέησιν, τὸ συμφέρον ποίησον.


Ἔτερα Θεοτοκία

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.


Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.


Ἱερεὺς Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου: ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰτιρμοίς: ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια: πρεσβείαις της παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει του τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις των τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις του τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, των ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. των ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου καὶ Ἰωάννου του Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου του Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου του ἐν Μύροις της Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου της Πενταπόλεως, των θαυματουργῶν. των ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος, καὶ Θεοδώρου του Στρατηλάτου καὶ Μηνᾶ του θαυμαρτουργοῦ, των ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου: των ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς Φωτηνής, Μαρίνης: Παρασκευῆς καὶ Εἰρήνης: των ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου των Ἁγίων. ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν των ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.


Χορὸς Κύριε, ἐλέησον (ιβ')


Ἱερεὺς Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία του μονογενοῦς σου Υἱοῦ, μεθ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῶ καὶ ζωοποίω σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Χορὸς Ἀμήν.


Ὠδὴ ζ'

Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντεςú Εὐλογητὸς εἰ Κύριε, ὁ Θεὸς εἰς τους αἰῶνας.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φῶς ἡ τεκοῦσα Θεοτόκε, σκοτισθέντα μὲ νυκτὶ ἁμαρτημάτων, φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα ποθῶ σὲ δοξάζω.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σκέπη γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα Παρθένε, γυμνωθέντι μοὶ νῦν, ἀπάσης βοηθείας, ἀβοήθητων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.

Δόξα...

Ὅλη ψυχὴ καὶ διανοία, καὶ καρδία σὲ καὶ χείλεσι δοξάζω, ἀπολαύσας των σῶν, μεγάλων χαρισμάτωνú ἀλλ' ὦ της σῆς χρηστότητος, καὶ ἀπείρων σου θαυμάτων!

Καὶ νύν...

Βλέψον ἰλέω ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἦν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν μὲ λύτρωσαι, ἀμετρήτω σου ἐλέει.


Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὦς ἄρρηκτον τεῖχος καὶ προστασίαν.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Ὠδὴ η'

Τον ἐν ὄρει ἁγίω δοξασθέντα, καὶ ἐν βάτῳ πυρί το της Ἀειπαρθένου, τῷ Μωυσῆ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Διὰ σπλάγχνα ἐλέους σου Παρθένε, μὴ παρίδης σεμνή, ποντούμενόν με σάλω, βιωτικῶν κυμάτων, ἀλλὰ δίδου μοὶ χείρα βοηθείας, καταπονουμένω, κακώσεσι του βίου.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὔροσάν με Ἁγνή, καὶ συμφοραί του βίου, καὶ πειρασμοὶ μὲ πάντοθεν ἐκύκλωσανú ἀλλὰ πρόστηθί μοί, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπη.

Δόξα...

Ἐν ταῖς ζάλαις ἐφεῦρον σὲ λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις, ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.

Καὶ νύν...

Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε θεία καὶ μανναδόχε στάμνε, χαῖρε χρυσὴ λυχνία, λαμπὰς ἄσβεστος, χαῖρε των παρθένων δόξα καὶ μητέρων, ὡράισμα καὶ κλέος.


Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὦς ἄρρηκτον τεῖχος καὶ προστασίαν.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Ὠδὴ θ'

Ἐξέστη ἐπὶ τούτω ὁ οὐρανός, καί της γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἄνθρωποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα των οὐρανῶνú διὸ σὲ Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πρὸς τῖνα καταφύγω ἄλλην Ἁγνὴ; ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι; ποῦ πορευθῶ; ποίαν δὲ ἐφεύρω καταφυγήν; ποίαν θερμὴν ἀντίληψιν; ποῖον ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγον.

· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ Θεονύμφευτε, καὶ τὸν βυθόν, τὸν ἀνεξερεύνητον ἐξειπεῖν, των ὑπὲρ νοῦν θαυμάτων σου, των τετελεσμένων διηνεκῶς, τοῖς πόθω σὲ τιμῶσι, καὶ πίστει προσκυνοῦσιν, ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.

Δόξα...

Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν σου ὁμολογῶú καὶ τὰς εὐεργεσίας σου, ἂς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω, μεγαλύνω, ψυχή τε καὶ καρδία, καὶ λογισμῶ καὶ γλώσση πάντοτε.

Καὶ νύν...

Τὴν δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδης καὶ δάκρυα, καὶ στεναγμόν, ἀλλ' ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσονú δύνασαι γάρ πάντα ὡς πανσθενούς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.


Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὦς ἄρρηκτον τεῖχος καὶ προστασίαν.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.


Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.


Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σὺ μοὶ βοήθησον.


Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὧ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.


Ψάλλομεν προθύμως σοὶ τὴν ὠδήν, νὺν τὴ πανυμνήτω, Θεοτόκω χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.


Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')

Δόξα... Καὶ νύν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.


Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα... Καὶ νύν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.


Ἦχος πλ. β'

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὦς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.

Δόξα...

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νύν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νύν...

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους τῶν χριστιανῶν.


· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)

· Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν, (δεινός) καὶ πάσης της ἐν χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)

· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ ταύτη, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)

· Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

· Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφιλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλέησαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)

· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλέησαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)

· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.


Δόξα σοὶ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοί.


Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις της παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει του τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις των τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις του τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, των ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, των ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλέησαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.


Ἦχος γ'

Ὁ οὐρανὸν τοὶς ἄστροις

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανὴ τῶ χωρίω, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.


Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥύσαι, τῶν αἰωνίων βασάνων.


Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξη τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοὶ ἐν τάχει.


Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;


Ἱερεὺς Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.

Υποσημειώσεις

  1. Βλ. "Τυπικὸν ὑπὸ τοῦ Ρῆγα" [Τ.Γ.Ρ.], σ. 881-883.