Κύριλλος Αλεξανδρείας (κανόνες)

Από OrthodoxWiki
Μετάβαση σε: πλοήγηση, αναζήτηση

Οι 5 κανόνες του Κυρίλλου Αλεξανδρείας (+ 444) προέρχονται από δύο επιστολές του οι οποίες προσέλαβαν κανονικό κύρος (βλέπε κύριο άρθρο Κύριλλος Αλεξανδρείας):

Κανόνες Κυρίλλου Αλεξανδρείας - Περίληψη Κείμενο
Κανὼν α’ (1):
Περὶ τοῦ ποτνιωμένου διὰ τὸ ἐκβληθῆναι τῆς ἐπισκοπῆς.
Ἕκαστα τῶν καθ' ἡμᾶς πραγμάτων, ὅταν εὐθὺ φέρηται κανονικῆς ευταξίας, οὐδένα μὲν ἡμῖν ἐντίκτει θόρυβον, ἀπαλλάττει δὲ καὶ τῆς παρά τινων δυσφημίας, μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφημίας ἡμῖν προξενεῖ. Τίς γὰρ οὐκ ἂν ἀποδέξαιτο ψῆφον ἀπροσκλινῆ, ἥπερ ἂν γένοιτο παρά τινων; ἢ πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παντὸς ἐπαίνου μεστόν; Καὶ ταῦτα γράφω νυνί, τῆς σῆς θεοσεβείας ἐν τοῖς ἑαυτῆς γράμμασι τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν ὁσιώτατον καὶ θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Πρόκλον, ἐπίσκοπον μεν ὀνομαζούσης τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Πέτρον, αὐτοῦ κλαίοντος, καὶ τῆς ἐκνεμηθείσης αὐτῷ ἐκκλησίας παραλόγως κεκινῆσθαι λέγοντος. Ἦν δ' ἀκόλουθον, ἢ τὸ τῆς ἱερωσύνης ὄνομα μετὰ τοῦ πράγματος ἔχειν αὐτόν, ἤγουν, εἴπερ μὴ ἦν ἄξιος τοῦ προεστᾶναι θείου θυσιαστηρίου, μηδ' αὐτῇ τιμᾶσθαι τῇ κλήσει τῆς ἐπισκοπῆς. Ἀλλ' ἴσως δόξειεν ἄν τῇ σῇ θεοσεβείᾳ σκληρὸς εἶναί τις καὶ ἀφιλάλληλος ὁ παρ' ἐμοῦ λόγος· ἔχει δὲ οὐχ οὕτω κατὰ τὸ ἀληθές. Ἐλεῆσαι γὰρ τάχα που νομίζομεν τὸν πρεσβύτην, μόνην αὐτῷ τὴν κλῆσιν ἀφέντες. Μακρῷ δὲ ἦν ἄμεινον ἐννοῆσαι καὶ τὸ ἕτερον· φάσκει γὰρ δύνασθαι μὲν συστῆναι τῇ οἰκείᾳ ὑπολήψει, οὐ λαβεῖν δὲ καιρὸν ἀπολογίας, οὔτε μὴν ἀκρόασιν αὐτῷ προτεθῆναι κανονικήν. Εἰ δ' ἐγεγόνει τι τοιοῦτον, αὐτὴ τῶν ὑπομνημάτων ἡ σύστασις διήλεγξεν ἂν αὐτόν, ἢ ἁλόντα τοῖς αἰτιάμασιν ἔνοχον ἀποπεφασμένον καὶ οὐδὲν ἔχοντα λοιπὸν εἰπεῖν ὡς ἠδικημένον, ἢ γοῦν ἐλεύθερον ἀποφήνασα πάλιν ἐδίδου τὸ προεστᾶναι τῆς ἐκκλησίας, ἣ καὶ ὑπὸ χεῖρα γέγονε τὴν ἑαυτοῦ. Οὐδενὸς δὲ πεπραγμένου τοιούτου, καταβοᾷ τοῦ πράγματος καὶ ἀδικίαν ἀφόρητον ὑποστῆναί φησι καὶ ἀθέσμως ἐκβεβλῆσθαι προσεπάγων, ὅτι καὶ ἡρπάγη πάντα τὰ προσόντα αὐτῷ χρήματα. Ἡ σὴ τοιγαροῦν ὁσιότης, ἐννοοῦσα καὶ τὸ τοῖς θείοις κανόσι δοκοῦν καὶ τὸ πρέπον τῇ Ἐκκλησίᾳ καὶ τοῖς τεταγμένοις εἰς ἱερὰν λειτουργίαν, ἔτι τε πρὸς τούτοις καὶ τὰ παρ᾽ ἡμῶν δυσωπηθεῖσα γράμματα, στησάτω τοῦ πρεσβύτου τὸ δάκρυον. Καὶ εἰ μὲν ἕλοιτο δικάσασθαι πρὸς τοὺς ἐπάγοντας αὐτῷ τὰς αἰτίας, δικαζέσθω κατὰ τὸ εἰωθὸς ἐπὶ τῆς σῆς θεοσεβείας, συμπαρόντων δηλονότι τῶν ὑπὸ τὴν αὐτῆς χεῖρα θεοσεβεστάτων ἐπισκόπων, ἐκτὸς εἰ μὴ παραιτοῖτό τινας ὡς ὑπόπτους. Οὐδένα μὲν γὰρ τῶν θεοσεβεστάτων ἐπισκόπων ἐχθρὰ φρονεῖν ἀδελφῷ πιστεύομεν. Ἵνα δὲ μὴ πρόφασις αὕτη γένηται, τὴν ἐσομένην ἐπ' αὐτῷ κρίσιν παραλύουσα, πρὸς τὸ μὴ ἐν δίκῃ πεποιῆσθαι δοκεῖν, οὐδέν ἐστι τὸ λυποῦν ἀπεῖναι τοῦ συνεδρίου τῶν ἐν ὑποψίᾳ τινάς.
Κανὼν β’ (2):
Περὶ ἀπολήψεως ὧν ἀφῃρέθη ὁ αὐτὸς χρημάτων, καὶ περὶ τοῦ μὴ λογοπραγεῖσθαι αὐτόν.
Τὰ δὲ ἀδίκως ληφθέντα παρ' αὐτοῦ χρήματα, ἀναδοθῆναι δίκαιον κατὰ δύο τρόπους· Πρῶτον μέν, ὅτι οὐδὲ ἐχρῆν ὅλως γενέσθαι τι τοιοῦτον καὶ ὅτι λυπεῖ σφόδρα καὶ εἰς ἐσχάτην ἀκηδίαν καταφέρει τοὺς ἁπανταχόσε γῆς ὄντας θεοσεβεστάτους ἐπισκόπους τὸ ἀπαιτεῖσθαι λόγους τῆς οἰκονομίας τῶν παραπιπτόντων αὐτοῖς ἀναλωμάτων, εἴτε ἐκ προσόδων ἐκκλησιαστικῶν, εἴτ' οὖν καὶ ἀπὸ τῆς τινῶν καρποφορίας. Ἕκαστος γὰρ ἡμῶν τῶν ἰδίων καιρῶν δώσει λόγον τῷ πάντων κριτῇ. Κειμήλια μὲν γὰρ καὶ κτήσεις ἀκινήτους, ἀνεκποιήτους ταῖς ἐκκλησίαις σῴζεσθαι χρή, θαρσεῖσθαι δὲ τοῖς κατὰ καιρὸν τὴν θείαν διέπουσαν ἱερωσύνην τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰκονομίαν.
Κανὼν γ’ (3):
Περὶ ἀτοπίας τοῦ προσάγειν ἐν τῇ Ἐκκλησὶᾳ παραίτησιν.
Τοὺς δὲ τῆς παραιτήσεως λιβέλλους οὐ κατὰ προαίρεσιν οἰκείαν, ἀλλ' ὡς ἐξ ἀνάγκης καὶ φόβου καὶ τῆς τινῶν ἀπειλῆς ἐπιδοῦναι φησί, καὶ ἑτέρως δὲ πρᾶγμά ἐστιν οὔτε τοῖς τῆς Ἐκκλησία; ἀρέσκον θεσμοῖς, λιβέλλους παραιτήσεων προσάγειν τινὰς τῶν ἱερουργῶν. Εἰ γὰρ εἰσιν ἄξιοι τοῦ λειτουργεῖν, ἔστωσαν ἐν τούτῳ, εἰ δὲ ἀνάξιοι, μὴ ἀπὸ παραιτήσεως ἐξίτωσαν, κατεγνωσμένοι δὲ μᾶλλον ἐπὶ πράγμασιν, ὧν ἄν τις πολλὴν ποιήσαιτο τὴν καταβοήν, ὡς ἔξω τρεχόντων πάσης ἀκολουθίας. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα. Σὲ ἡ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει.
Κανὼν δ’ (4):
Περὶ ἐρεύνης πρὸς τοὺς μέλλοντας κληροῦσθαι.
Τοῖς κατὰ Λιβύην καὶ Πεντάπολιν ἐπισκόποις (Κανὼν α’, β’)

Παντὸς τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς οἰκοδομὴν τῶν λαῶν, τελοῦντος δὲ καὶ ὑπόληψιν τῶν ἁγίων ἐκκλησιῶν, φροντίδα ποιεῖσθαι χρή. Γέγραπται γάρ, ὅτι εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς ᾽Ισραήλ, Μοναστηρίων τοίνυν πατέρες τῶν κατὰ τὴν Θηβαίων ἐπαρχίαν, ἄνδρες εὐλαβεῖς καὶ οὐκ ἀθαύμαστον ἔχοντες πολιτείαν, ἐλθόντες ἐν Ἀλεξανδρείᾳ, ἐρωτώμενοί τε παρ' ἐμοῦ τήν κατάστασιν τῶν αὐτόσε μοναστηρίων, ἐδίδασκον ὅτι σκανδαλίζονται πολλοὶ διὰ τοιαύτην αἰτίαν. Νεωστὶ γεγαμηκότες τινὲς καὶ οἷον ἐξ αὐτῶν καταβάντες τῶν νυμφώνων, συναρπάζουσί τινας τῶν θεοφιλεστάτων ἐπισκόπων καί, οὐδενὸς τάχα που τὰ κατ' αὐτοὺς καταγγέλλοντος, χειροτονοῦνται κληρικοί, ἤγουν πρεσβύτεροι. Ἕτεροι δέ τινες ἐξ αὐτῶν τῶν μοναστηρίων, ὡς ἄτακτοι ἐκβαλλόμενοι, πάλιν ὑποτρέχουσι τὰς χειροτονίας καί, γενόμενοι κληρικοί, εἰσέρχονται καὶ ἐν αὐτοῖς τοῖς μοναστηρίοις, ὅθεν ἐκβέβληνται, καὶ βούλονται προσφέρειν καὶ ὅσα κληρικοῖς ἔθος πληροῦν καὶ ταῦτα δρᾷν, ὡς καί τινας τῶν εἰδότων αὐτοὺς παραιτεῖσθαι καὶ τὰς συνάξεις καὶ μὴ ἀνέχεσθαι κοινωνεῖν, λειτουργούντων ἐκείνων. Ἐπειδὴ τοίνυν πρὸς οἰκοδομήν, ὡς ἔφην, τῶν λαῶν πάντα χρὴ πράττεσθαι παρ᾽ ἡμῶν, ἐπιτηρείτω ταῦτα ἡ θεοσέβεια ὑμῶν. Καὶ εἰ μέλλει τις χειροτονεῖσθαι κληρικός, περιεργαζέσθω τὸν βίον αὐτοῦ· καὶ πότερόν ποτε γαμετὴν ἔχει ἢ οὐ· καὶ πῶς καὶ πότε ἠγάγετο· καὶ εἰ ἀπέσχετο· καὶ εἰ μή τίς ἐστι τῶν ἐκβεβλημένων ἢ παρ' ἑτέρου θεοσεβεστάτου ἐπισκόπου ἢ ἐκ μοναστηρίου· καὶ τότε χειροτονείτω, ἀδιάβλητον εὑρεθέντα. Τηρήσομεν γὰρ οὕτω καθαρὸν καὶ τὸ ἑαυτῶν συνειδὸς καὶ ἀδιάβλητον τὴν ἱεράν σεπτήν λειτουργίαν.

Κανὼν ε’ (5):
Περὶ κατηχουμένων βαπτίσεως εἰ ἐξοδεύειεν, καὶ τοι δι’ ἁμαρτίαν κεκωλυμένων.
Ἐὰν δὲ χωρισμὸν ὑπομείνωσί τινες, ἐπιτιμηθέντες πταισμάτων ἕνεκα, εἶτα μέλλωσι τελευτᾶν κατηχούμενοι ὄντες, βαπτιζέσθωσαν καὶ μὴ ἀποδημείτωσαν τῶν ἀνθρωπίνων ἀμέτοχοι τῆς χάριτος, ἤγουν ἀκοινώνητοι. Δοκεῖ γὰρ προσέχειν καὶ τοῦτο τοῖς τῆς Ἐκκλησίας θεσμοῖς. Προσείπατε τὴν παρ' ὑμῖν ἀδελφότητα. Ὑμᾶς ἡ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει.