Άνοιγμα κυρίως μενού

OrthodoxWiki β

Γρηγόριος Νεοκαισαρείας ο θαυματουργός (κανόνες)

Οι 11 κανόνες του Γρηγορίου Νεοκαισαρείας του Θαυματουργού (+ 270) προέρχονται από μία επιστολή του αγίου προς άγνωστο επίσκοπο (βλέπε κύριο άρθρο Γρηγόριος Νεοκαισαρείας ο Θαυματουργός):

Κανόνες Γρηγορίου Νεοκαισαρείας του Θαυματουργού - Περίληψη Κείμενο
Κανὼν α’ (1):
Περὶ τῶν ἀναγκαστικῶς ἐσθιόντων εἰδωλόθυτα, καὶ περὶ τῆς βιαζομένης αἰχμαλώτου.
Οὐ τὰ βρώματα ἡμᾶς βαρεῖ, ἱερὲ πάπα, εἰ ἔφαγον οἱ αἰχμάλωτοι ταῦτα, ἅπερ παρετίθεσαν αὐτοῖς οἱ κρατοῦντες αὐτῶν∙ μάλιστα ἐπειδὴ εἷς λόγος παρὰ πάντων, τοὺς καταδραμόντας τὰ ἡμέτερα μέρη βαρβάρους, εἰδώλοις μὴ τεθυκέναι. Ὁ δὲ ἀπόστολός φησι· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Ἀλλὰ καὶ ὁ Σωτήρ, ὁ πάντα καθαρίζων τὰ βρώματα· Οὐ τὸ εἰσπορευόμενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει, καὶ τὸ τὰς αἰχμαλώτους γυναῖκας διαφθαρῆναι, ἐξυβριζόντων τῶν βαρβάρων εἰς τὰ σώματα αὐτῶν. Ἀλλ' εἰ μὲν καὶ πρότερον κατέγνωστό τινος ὁ βίος, πορευομένης ὀπίσω ὀφθαλμῶν τῶν ἐκπορνευόντων κατὰ τὸ γεγραμμένον, δῆλον ὅτι ἡ πορνικὴ ἕξις ὕποπτος καὶ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας, καὶ οὐ προχείρως δεῖ τὰς τοιαύτας κοινωνεῖν τῶν εὐχῶν. Εἰ μέν τοι τις ἐν ἄκρᾳ σωφροσύνῃ ζήσασα καὶ καθαρόν, καὶ ἔξω πάσης ὑπονοίας ἐπιδεδειγμένη βίον τὸν πρότερον, νῦν περιπέπτωκεν ἐκ βίας καὶ ἀνάγκης ὕβρει, ἔχομεν παράδειγμα τὸ ἐν τῷ Δευτερονομίῳ τὸ ἐπὶ τῇ νεάνιδι, ἣν ἐν τῷ πεδίῳ εὗρεν ἄνθρωπος καί, βιασάμενος αὐτήν, ἐκοιμήθη μετ' αὐτῆς· Τῇ νεάνιδι, φησίν, οὐ ποιήσετε οὐδέν· οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου· ὅτι, ὡς εἴ τις ἀναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ θανατώσει αυτοῦ τὴν ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο. Ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν οὐκ ἦν αὐτῇ. Ταῦτα μέν τοι τοιαῦτα.
Κανὼν β’ (2):
Περὶ τῶν καταπλεονεκτούντων τῶν ἀλλοτρίων καὶ μάλιστα ὧν οἱ ἐχθροὶ ἐφείσαντο.
Δεινὴ ἡ πλεονεξία καὶ οὐκ ἔστι δι΄ ἐπιστολῆς μιᾶς παραθέσθαι τὰ θεία γράμματα, ἐν οἷς οὐ τὸ λῃστεύειν μόνον φευκτὸν καὶ φρικῶδες καταγγέλλεται, ἀλλὰ καθόλου τὸ πλεονεκτεῖν καὶ ἀλλοτρίων ἐφάπτεσθαι ἐπὶ αἰσχροκερδείᾳ, καὶ πᾶς τοιοῦτος ἐκκήρυκτος ᾽Εκκλησίας Θεοῦ. Τὸ δὲ ἐν καιρῷ τῆς καταδρομῆς, ἐν τοσαύτῃ οἰμωγῇ καὶ τοσούτοις θρήνοις, τολμῆσαί τινας τὸν καιρὸν τὸν πᾶσιν ὄλεθρον φέροντα νομίσαι ἑαυτοῖς καιρὸν εἶναι κέρδους, ἀνθρώπων ἐστὶν ἀσεβῶν καὶ θεοστυγῶν, οὐδὲ ὑπερβολὴν ἀτοπίας ἐχόντων. Ὅθεν ἔδοξε τοὺς τοιούτους πάντα ἐκκηρύξαι, μήποτε ἐφ' ὅλον ἔλθῃ τὸν λαὸν ἡ ὀργὴ καὶ ἐπ' αὐτοὺς πρῶτον τοὺς προεστῶτας, τοὺς μὴ ἐπιζητοῦντας. Φοβοῦμαι γάρ, ὡς ἡ Γραφὴ λέγει, μὴ συναπολέσῃ ἀσεβὴς τὸν δίκαιον· πορνεία γάρ, φησί, καὶ πλεονεξία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθοσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν, τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται. Τοιαῦτα μὲν ὁ ἀπόστολος. Ἐὰν δὲ διὰ τὴν προτέραν πλεονεξίαν, τὴν ἐν τῇ εἰρήνῃ γενομένην, δίκην τιννύντες, ἐν αὐτῷ τῷ καιρῷ τῆς ὀργῆς πάλιν πρὸς τὴν πλεονεξίαν ἐκτραπῶσί τινες, κερδαίνοντες ἐξ αἵματος καὶ ὀλέθρου ἀνθρώπων ἀναστάτων γενομένων ἢ αἰχμαλώτων ἢ πεφονευμένων, τί ἕτερον χρὴ προσδοκᾶν ἤ ὡς ἐπαγωνιζομένους τῇ πλεονεξίᾳ, ἐπισωρεῦσαι ὀργήν καὶ ἑαυτοῖς καὶ παντὶ τῷ λαῷ;
Κανὼν γ’ (2):
Ὅτι τὸ ἐκ τοιαύτης ἁρπαγῆς κέρδος, ὀλεθριώτερον τῆς πράξεως τοῦ Ἄχαρ.
Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραήλ ἐγενήθη ἡ ὀργή; καὶ εἷς μόνος οὗτος ἥμαρτε, μὴ μόνος ἀπέθανεν ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ; Ἡμῖν δὲ πᾶν τὸ μὴ ἡμέτερον, ἀλλὰ ἀλλότριον τῷ καιρῷ τούτῳ κέρδος, ἀνάθεμα νενομίσθαι προσήκει. Κἀκεῖνος μὲν γὰρ ὁ Ἄχαρ, ἐκ τῆς προνομῆς ἔλαβε· καὶ αὐτοὶ νῦν ἐκ προνομῆς. Κἀκεῖνος μὲν τὰ τῶν πολεμίων· οἱ δὲ νῦν τὰ τῶν ἀδελφῶν, κερδάναντες ὀλέθριον κέρδος.
Κανὼν δ’ (4):
Ὅτι εἰ οὐκ ἔξεστι τῷ εὑρόντι ἀποκερδαίνειν τὰ παρ' ἄλλου ἀπολεσθέντα, πολλῷ μᾶλλον τὰ τοῦ φεύγοντος τοὺς πολεμίους.
Μηδεὶς ἐξαπατάτω ἑαυτόν; μήτε ὡς εὑρών, οὔτε γὰρ εὑρόντι κερδαίνειν ἔξεστι. Φησὶ γὰρ τὸ Δευτερονόμιον· Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου καὶ τὸ πρόβατον πλανώμενα ἐν τῇ ὁδῷ ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγίζῃ ο ἀδελφός σου πρὸς σέ, μηδὲ ἐπίστασαι αὐτόν, συνάξεις αυτὰ καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ἐκζητήσῃ αὐτὰ ὁ ἀδελφός σου καὶ ἀποδώσεις αὐτῷ. Καὶ οὕτω ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αυτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἂν ἀπόληται παρ' αὐτοῦ, καὶ εὑρήσῃς αὐτὰ. Ταῦτα τὸ Δευτερονόμιον. Ἐν δὴ τῇ ᾽Εξόδῳ, οὐ μόνον ἐὰν τὰ τοῦ ἀδελφοῦ τις εὕρῃ, ἀλλὰ καὶ τοῦ ἐχθροῦ· Ἀποστροφῇ, φησὶν, ἀποστρέψεις αὐτὰ είς τὸν οἶκον τοῦ κυρίου αὐτῶν. Εἰ δὲ ἐν εἰρήνῃ ῥᾳθυμοῦντος καὶ τρυφῶντος καὶ τῶν ἰδίων ἀμελοῦντος ἀδελφοῦ ἢ ἐχθροῦ κερδάναι οὐκ ἔξεσται, πόσῳ μᾶλλον δυστυχοῦντος καὶ πολεμίους φεύγοντος καὶ κατὰ ἀνάγκην τὰ ἴδια ἐγκαταλείποντος;
Κανὼν ε’ (5):
Περί τῶν ἁρπαζόντων τὰ τῶν ἄλλων, ἐπεὶ παρ' ἄλλων τὰ ἑαυτῶν ἡρπάγησαν.
Ἄλλοι δὲ ἑαυτοὺς ἐξαπατῶσιν, ἀντὶ τῶν ἰδίων τῶν ἀπωλομένων, ἃ εὗρον ἀλλότρια κατέχοντες, ἵνα, ἐπειδὴ αὐτοὺς Βοράδοι καὶ Γότθοι τὰ τῶν πολεμίων εἰργάσαντο, αὐτοὶ ἄλλοις Βοράδοι καὶ Γότθοι γίνωνται. Ἀπεστείλαμεν οὖν τὸν ἀδελφὸν καὶ συγγέροντα Εὐφρόσυνον διὰ ταῦτα πρὸς ὑμᾶς, ἵνα κατὰ τὸν ἐνθάδε τύπον καὶ αὐτὸς δῴῃ ὁμοίως, καὶ ὧν δεῖ τὰς κατηγορίας προσίεσθαι, καὶ οὓς δεῖ ἐκκηρῦξαι τῶν εὐχῶν.
Κανὼν ς’ (6):
Περί των βία κατεχόντων τοὺς τὰς τῶν βαρβάρων χείρας διαφυγόντας.
Ἀπηγγέλθη δέ τι ἡμῖν καὶ ἄπιστον ἐν τῇ χώρᾳ ὑμῶν γενόμενον, πάντως που ὑπὸ ἀπίστων καὶ ἀσεβῶν καὶ μὴ εἰδότων μηδὲ ὄνομα Κυρίου· ὅτι ἄρα εἰς τοσοῦτόν τινες ὠμότητος καὶ ἀπανθρωπίας προεχώρησαν, ὥστε τινὰς τοὺς διαφυγόντας αἰχμαλώτους βία κατέχειν. Ἀποστείλατέ τινας εἰς τὴν χώραν, μὴ καὶ σκηπτοὶ πέσωσιν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
Κανὼν ζ’ (7):
Περί τῶν ἐγκαταλεχθέντων τοῖς βαρβάροις καὶ ἄτοπά τινα κατά τῶν ὁμοφύλων τολμησάντων.
Τοὺς μὲν οὖν ἐγκαταλεχθέντας τοῖς βαρβάροις καὶ μετ᾽ αὐτῶν ἐν τῇ αἰχμαλωσίᾳ ἐπελθόντας, ἐπιλαθομένους ὅτι ἦσαν Ποντικοὶ καὶ χριστιανοὶ, ἐκβαρβαρωθέντας δὲ ὡς καὶ φονεύειν τοὺς ὁμοφύλους ἢ ξύλῳ ἢ ἀγχόνῃ, ὑποδεικνῦναι δὲ ἢ ὁδοὺς ἢ οἰκίας ἀγνοοῦσι τοῖς βαρβάροις, καὶ τῆς ἀκροάσεως ἀπεῖρξαι δεῖ, μέχρις ἂν κοινῆ περὶ αὐτῶν τι δόξῃ συνελθοῦσι, τοῖς ἁγίοις, καὶ πρὸ αὐτῶν τῷ ἁγίῳ Πνεύματι.
Κανὼν η’ (8):
Περὶ τῶν οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμησάντων ἐν τῇ τῶν βαρβάρων ἐπιδρομῇ.
Τοὺς δὲ οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμήσαντας, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσι, μηδὲ τῆς ἀκροάσεως ἀξιώσῃς, ἐὰν δὲ ἐαυτοὺς ἐξείπωσι καὶ ἀποδῶσιν, ἐν τῇ τῶν ὑποστρεφόντων τάξει ὑποπίπτειν.
Κανὼν θ’ (9):
Περὶ τῶν ἐν τῷ πεδίῳ, ἢ ἐν τοῖς ἰδίοις οἴκοις εὑρόντων τὰ ὑπὸ τῶν βαρβάρων ὑπολειφθέντα.
Τοὺς δὲ ἐν τῷ πεδίῳ εὑρόντας τι ἢ ἐν ταῖς ἑαυτῶν οἰκίαις, καταλειφθὲν ὑπὸ τῶν βαρβάρων, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσιν, ὁμοίως ἐν τοῖς ὑποπίπτουσιν, ἐὰν δὲ ἑαυτοὺς ἐξείπωσι καὶ ἀποδῶσι, καὶ τῆς εὐχῆς ἀξιῶσαι.
Κανὼν ι’ (10):
Περὶ τοῦ μὴ ἀπαιτεῖν εὕρητρα.
Τοὺς δὲ τὴν ἐντολὴν πληροῦντας, ἐκτὸς πάσης αἰσχροκερδείας πληροῦν δεῖ, μήτε μήνυτρα ἢ σῶστρα ἢ εὕρετρα ἢ ᾧ ὀνόματι ταῦτα καλοῦσιν ἀπαιτοῦντας.
Κανὼν ια’ (11):
Περὶ τῶν τύπων τῆς μετανοίας.
Ἡ πρόσκλαυσις ἔξω τῆς πύλης τοῦ εὐκτηρίου ἐστίν, ἔνθα ἑστῶτα τὸν ἁμαρτόντα, χρἠ τῶν εἰσιόντων δεῖσθαι πιστῶν, ὑπὲρ αὐτοῦ εὔχεσθαι. Ἡ ἀκρόασις ἔνδοθι τῆς πύλης ἐν τῷ νάρθηκι, ἔνθα ἑστάναι χρὴ τὸν ἡμαρτηκότα ἕως τῶν κατηχουμένων, καὶ ἐντεῦθεν ἐξέρχεσθαι, ἀκούων γάρ, φησί, τῶν Γραφῶν καὶ τῆς διδασκαλίας, ἐκβαλλέσθω καὶ μὴ ἀξιούσθω προσευχῆς. Ἡ δὲ ὑπόπτωσις, ἵνα ἔσωθεν τῆς πύλης τοῦ ναοῦ ἱστάμενος, μετᾶ τῶν κατηχουμένων ἐξέρχηται· ἡ σύστασις ἵνα συνίσταται τοῖς πιστοῖς καὶ μὴ ἐξέρχηται μετὰ τῶν κατηχουμένων. Τελευταῖον, ἡ μέθεξις τῶν ἁγιασμάτων.