Σύνοδος Σαρδικής (κανόνες)

Από OrthodoxWiki
Μετάβαση σε: πλοήγηση, αναζήτηση

Η τοπική Σύνοδος Σαρδικής συνεκλήθη στη Σαρδική, τη σημερινή Σόφια της Βουλγαρίας, το έτος 343 και εξέδωσε 21 κανόνες (βλέπε κύριο άρθρο Σύνοδος Σαρδικής):

Κανόνες της Συνόδου της Σαρδικής - Περίληψη Κείμενο
Κανὼν α’ (1):
Ἀπὸ πόλεως εἰς πόλιν οὐ δεῖ ἐπίσκοπον μεθίστασθαι.
Ὅσιος ἐπίσκοπος πόλεως Κορδούης εἶπεν· Οὐ τοσούτον ἡ φαύλη συνήθεια, ὅσον ἡ βλαβερωτάτη τῶν πραγμάτων διαφθορά, ἐξ αὐτῶν τῶν θεμελίων ἐστὶ ἐκριζωτέα, ἵνα μηδενὶ τῶν ἐπισκόπων ἐξῇ ἀπὸ πόλεως μικρὰς εἰς ἑτέραν πόλιν μεθίστασθαι. Ἡ γὰρ τῆς αἰτίας ταύτης πρόφασις φανερά, δι' ἣν τὰ τοιαῦτα ἐπιχειρεῖται, Οὐδεὶς γὰρ πώποτε εὑρεθῆναι ἐπισκόπων δεδύνηται, ὃς ἀπὸ μείζονος πόλεως εἰς ἐλαχιστοτέραν πόλιν ἐσπούδασε μεταστῆναι. Ὅθεν συνέστηκε διαπύρῳ πλεονεξίας τρόπῳ ὑπεκκαίεσθαι τοὺς τοιούτους καὶ μᾶλλον τῇ ἀλαζονείᾳ δουλεύειν, ὅπως ἐξουσίαν δοκεῖεν μείζονα κεκτῆσθαι. Εἰ πᾶσι τοίνυν τοῦτο ἀρέσκει, ὥστε τὴν τοιαύτην σκαιότητα αὐστηρότερον ἐκδικηθῆναι· ἡγοῦμαι γὰρ μηδὲ λαϊκῶν ἔχειν τοὺς τοιούτους χρῆναι κοινωνίαν. Ἅπαντες οἱ ἐπίσκοποι εἶπον· Ἀρέσκει πᾶσιν.
Κανὼν β’ (2):
Ὁ δὲ τοιοῦτον πράξας, καὶ διαβεβαιούμενος ἀπὸ τοῦ πλήθους κεκομίσθαι γράμματα, ἀκοινώνητος.
Ὅσιος ἐπίσκοπος εἶπεν· Εἰ δέ τις τοιοῦτος εὑρίσκοιτο μανιώδης ἢ τολμηρός, ὡς περὶ τῶν τοιούτων δόξαι τινὰ φέρειν παραίτησιν, διαβεβαιούμενον ἀπὸ τοῦ πλήθους ἑαυτὸν κεκομίσθαι γράμματα, δῆλόν ἐστιν ὀλίγους τινὰς δεδυνῆσθαι, μισθῷ καὶ τιμήματι διαφθαρέντας, ἐν τῇ ἐκκλησίᾳ στασιάζειν, ὡς δῆθεν τὸν αὐτὸν ἔχειν ἐπίσκοπον ἀξιοῦντας. Καθάπαξ οὖν τάς τοιαύτας ῥᾳδιουργίας καὶ τέχνας οὐ δεκτέας, ἀλλὰ μᾶλλον κολαστέας εἶναι νομίζω, ὥστε μηδένα τοιοῦτον μηδὲ ἐν τῷ τέλει λαϊκῆς γοῦν ἀξιοῦσθαι κοινωνίας. Εἰ τοίνυν ἀρέσκει ἡ γνώμη αὕτη, ἀποκρίνασθε. Ἀπεκρίναντο· Τὰ λεχθέντα ἤρεσεν.
Κανὼν γ’ (2):
Οὐδ' εἰς ἄλλου ἐπαρχίαν ἀπίτω, εἰ μὴ παρὰ τοῦ ἐπισκόπου προσκληθείς∙ ὑπὸ δὲ τῶν ἐπισκόπων τῆς ἐπαρχίας δικαζέσθωσαν αἱ διαφοραὶ τῶν ἐριζόντων ἐπισκόπων.
Ὅσιος ἐπίσκοπος εἶπε· Καὶ τοῦτο προστεθῆναι ἀναγκαῖον, ἵνα μηδεὶς ἐπισκόπων ἀπὸ τῆς ἑαυτοῦ ἐπαρχίας εἰς ἑτέραν ἐπαρχίαν, ἐν ᾗ τυγχάνουσιν ὄντες ἐπίσκοποι, διαβαίνοι, εἰ μὴ τοι παρὰ τῶν ἀδελφῶν τῶν ἑαυτοῦ κληθείη˙ διὰ τὸ μὴ δοκεῖν ἡμᾶς τὰς τῆς ἀγάπης ἀποκλείειν πύλας. Καὶ τοῦτο δὲ ὡσαύτως προνοητέον, ὥστε, ἐὰν ἐν τινι ἐπαρχίᾳ ἐπισκόπων τις ἄντικρυς ἀδελφοῦ ἑαυτοῦ καὶ συνεπισκόπου πρᾶγμα σχοίη, μηδένα ἕτερον ἐκ τούτων ἀπὸ ἑτέρας ἐπαρχίας ἐπισκόπους ἐπιγνώμονας ἐπικαλεῖσθαι. Εἰ δὲ ἄρά τις ἐπισκόπων ἔν τινι πράγματι δόξῃ κατακρίνεσθαι καὶ ὑπολαμβάνει ἑαυτὸν μὴ σαθρὸν ἀλλὰ καλὸν ἔχειν τὸ πρᾶγμα, ἵνα καὶ αὖθις ἡ κρίσις ἀνανεωθῇ, εἰ δοκεῖν ὑμῶν τῇ ἀγάπῃ Πέτρου τοῦ ἀποστόλου τὴν μνήμην τιμήσωμεν καὶ γραφῆναι παρὰ τούτων τῶν κρινάντων Ἰουλίῳ τῷ ἐπισκόπῳ Ῥώμης, ὥστε διὰ τῶν γειτνιώντων τῇ ἐπαρχίᾳ ἐπισκόπων, εἰ δέοι, ἀνανεωθῇναι τὸ δικαστήριον, καὶ ἐπιγνώμονας αὐτὸς παράσχοι. Εἰ δὲ μὴ συστῆναι δυναταὶ τοιοῦτον αὐτοῦ εἶναι τὸ πρᾶγμα, ὡς παλινδικίας χρῄζειν, τὰ ἅπαξ κεκριμένα μὴ ἀναλύεσθαι, τὰ δὲ ὄντα βέβαια τυγχάνειν.
Κανὼν δ’ (4):
Ὃτι ἐὰν ὁ καθαιρεθεὶς ἐπίσκοπος ζητῇ πάλιν ἀπολογήσασθαι, οὐ καθίστασθαι ἕτερος ἀντ' αὐτοῦ, πρὶν ὁ Ῥώμης ὅρον ἐξενέγκῃ.
Γαυδέντιος ἐπίσκοπος εἶπεν· Ἐάν τις ἐπίσκοπος καθαιρεθῇ τῇ κρίσει τῶν ἐπισκόπων τῶν ἐν γειτνίᾳ τυγχανόντων καὶ φάσκῃ πάλιν ἑαυτῷ ἀπολογίας πρᾶγμα ἐπιβάλλειν, μὴ πρότερον εἰς τὴν καθέδραν αὐτοῦ ἕτερον ὑποκαταστῆναι, ἐὰν μὴ ὁ τῆς Ῥώμης ἐπίσκοπος ἐπιγνοὺς περὶ τούτου ὃρον ἐξενέγκῃ.
Κανὼν ε’ (5):
Ἐπίσκοπος καθαιρεθεὶς, καί δεύτερον ἐκκαλεῖται πρὸς τὸν Ρώμης, εἶγε οὗτος κρίνοι δοκιμασθῆναι τὰ προκεκριμένα.
Ὅσιος ἐπίσκοπος εἶπεν· Ἤρεσεν, ἳν' εἴ τις ἐπίσκοπος καταγγελθείη, καὶ συναθροισθέντες οἱ ἐπίσκοποι τῆς ἐνορίας τῆς αὐτῆς, τοῦ βαθμοῦ αὐτὸν ἀποκινήσωσι, καὶ ὅσπερ ἐκκαλεσάμενος καταφύγῃ ἐπὶ τὸν μακαριώτατον τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπον, καὶ βουληθείη αὐτοῦ διακοῦσαι, δίκαιόν τε εἶναι νομίσῃ ἀνανεώσασθαι αὐτοῦ τὴν ἐξέτασιν τοῦ πράγματος, γράφειν τούτοις τοῖς ἐπισκόποις καταξιώσῃ τοῖς ἀγχιστεύουσι τῇ ἐπαρχίᾳ, ἵνα αὐτοὶ ἐπιμελῶς καὶ μετὰ ἀκριβείας ἕκαστα διερευνήσωσι καὶ κατὰ τὴν τῆς ἀληθείας πίστιν, ψῆφον περὶ τοῦ πράγματος ἐξενέγκωσιν. Εἰ δέ τις ἀξιῶν καὶ πάλιν αὐτοῦ τὸ πρᾶγμα ἀκουσθῆναι, καὶ τῇ δεήσει τῇ ἑαυτοῦ τὸν Ῥωμαίων ἐπίσκοπον κρίνειν δόξῃ, ἀπὸ τοῦ ἰδίου πλευροῦ πρεσβυτέρους ἀποστείλοι, ἵνα ἡ ἐν τῇ ἐξουσίᾳ αὐτοῦ τοῦ ἐπισκόπου, ὅπερ ἂν καλῶς ἔχειν δοκιμάσῃ καὶ ὁρίσῃ δεῖν, ἀποσταλῆναι τοὺς μετὰ τῶν ἐπισκόπων κρινοῦντας, ἔχοντάς τε τὴν αὐθεντίαν τούτου, παρ' οὐ ἀπεστάλησαν, καὶ τοῦτο θετέον. Εἰ δὲ ἐξαρκεῖν νομίζοι πρὸς τήν τοῦ πράγματος ἐπίγνωσιν καὶ ἀπόφασιν τοῦ ἐπισκόπου, ποιήσει ὅπερ ἂν τῇ ἐμφρονεστάτῃ αὐτοῦ βουλῇ καλῶς ἔχειν δόξῃ. Ἀπεκρίναντο οἱ ἐπίσκοποι· τὰ λεχθέντα ἤρεσεν.
Κανὼν ς’ (6):
Ἑνὸς ἐπισκόπου ἀπομείναντος ἔν τινι ἐπαρχίᾳ, καὶ ζητούντων τῶν λαῶν ἐπίσκοπον, μετὰ τὸ ματαίως αὐτὸν προκληθῆναι, καθίσταται ἕτερος διὰ τοῦ μητροπολίτου.
Ὅσιος ἐπίσκοπος εἶπεν· Ἐὰν συμβῇ ἐν μιᾷ ἐπαρχίᾳ, ἐν ᾗ πλεῖστοι ἐπίσκοποι τυγχάνουσιν, ἕνα ἐπίσκοπον ἀπομεῖναι, κἀκεῖνος κατά τινα ἀμέλειαν μὴ βουληθῇ συνελθεῖν καὶ συναινέσαι τῇ καταστάσει τῶν ἐπισκόπων, τὰ δὲ πλήθη συναθροισθέντα παρακαλοῖεν γίνεσθαι τὴν κατάστασιν τοῦ παρ' αὐτῶν ἐπιζητουμένου ἐπισκόπου, χρὴ πρότερον ἐκεῖνον τὸν ἐναπομείναντα ἐπίσκοπον ὑπομιμνήσκεσθαι διὰ γραμμάτων τοῦ ἐξάρχου τῆς ἐπαρχίας, λέγω δὴ τοῦ ἐπισκόπου τῆς μητροπόλεως, ὅτι ἀξιοῖ τὰ πλήθη ποιμένα αὐτοῖς δοθῆναι· ἡγοῦμαι καλῶς ἔχειν καὶ τοῦτον ἐκδέχεσθαι, ἵνα παραγένηται. Εἰ δὲ μὴ διὰ γραμμάτων ἀξιωθεὶς παραγένηται, μήτε μὴν ἀντιγράφοι, τὸ ἱκανὸν τῇ βουλήσει τοῦ πλήθους χρὴ γενέσθαι. Χρὴ δὲ μετακαλεῖσθαι καὶ τοὺς ἀπὸ τῆς πλησιοχώρου ἐπαρχίας ἐπισκόπους πρὸς τὴν κατάστασιν τοῦ τῆς μητροπόλεως ἐπισκόπου. Μὴ ἐξεῖναι δὲ ἁπλῶς καθιστᾶν ἐπίσκοπον ἐν κώμῃ τινὶ ἢ βραχεῖα πόλει, ᾗ τινι καὶ εἰς μόνος πρεσβύτερος ἐπαρκεῖ. Οὐκ ἀναγκαῖον γὰρ ἐπισκόπους ἐκεῖσε καθίστασθαι, ἵνα μὴ κατευτελίζηται τό του ἐπισκόπου ὄνομα καὶ ἡ αὐθεντία. Ἀλλ' οἱ τῆς ἐπαρχίας, ὡς προεῖπον, ἐπίσκοποι ἐν ταύταις ταῖς πόλεσι καθιστᾶν ἐπισκόπους ὀφείλουσιν, ἔνθα καὶ πρότερον ἐτύγχανον γεγονότες ἐπίσκοποι. Εἰ δὲ εὑρίσκοιτο οὕτω πληθύνουσά τις ἐν πολλῷ ἀριθμῷ λαοῦ πόλις, ὡς ἀξίαν αὐτὴν καὶ ἐπισκοπῆς νομίζεσθαι, λαμβανέτω. Εἰ πᾶσιν ἀρέσκει τοῦτο; Ἀπεκρίναντο πάντες· Ἀρέσκει.
Κανὼν ζ’ (7):
Ἐπίσκοποι μὴ ἀπιέτωσαν εἰς τὸ στρατόπεδον, εἰ μὴ προσκληθεῖεν.
Ὅσιος ἐπίσκοπος εἶπεν· Ἡ ἀκαιρία ἡμῶν, καὶ ἡ πολλὴ συνέχεια καὶ αἱ ἄδικοι ἀξιώσεις πεποιήκασιν ἡμᾶς μὴ τοσαύτην ἔχειν χάριν καὶ παρρησίαν, ὅσην ὀφείλομεν κεκτῆσθαι. Πολλοὶ γὰρ τῶν ἐπισκόπων οὐ διαλείπουσιν εἰς τὸ στρατόπεδον παραγινόμενοι, καὶ μάλιστα οἱ Ἄφροι, οἵτινες, καθὼς ἔγνωμεν παρὰ τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν καὶ συνεπισκόπου Γράτου, τὰς σωτηριώδεις συμβουλὰς οὐ παραδέχονται, ἀλλὰ καταφρονοῦσιν οὕτως, ὡς ἕνα ἄνθρωπον εἰς τὸ στρατόπεδον πλείστας καὶ διαφόρους καὶ μὴ δυναμένας ὠφελῆσαι τὰς ἐκκλησίας δεήσεις διακομίζειν, καὶ μή, ὡς ὀφείλει γίνεσθαι καὶ ὡς προσῆκόν ἐστι, τοῖς πένησι καὶ τοῖς λαϊκοῖς, ἢ ταῖς χήραις συναίρεσθαι καὶ ἐπικουρεῖν, ἀλλὰ κοσμικὰ ἀξιώματα καὶ πράξεις περινοεῖν τισιν. Αὕτη τοίνυν ἡ σκαιότης τὸν θησαυρὸν οὐκ ἄνευ σκανδάλου τινὸς ἡμῖν καὶ καταγνώσεως προξενεῖ. Πρεπωδέστερον δὲ εἶναι ἐνόμισα, ἐπίσκοπον τὴν ἑαυτοῦ βοήθειαν παρέχειν ἐκείνῳ, ὅστις ἂν ὑπό τινος βιάζηται, ἢ εἴ τις τῶν χηρῶν ἀδικεῖτο ἢ αὖ πάλιν ὀρφανός τις ἀποστεροῖτο τῶν αὐτῷ προσηκόντων, εἴπερ ἄρα καὶ ταῦτα τὰ ὀνόματα δικαίαν ἔχει τὴν ἀξίωσιν. Εἰ τοίνυν, ἀγαπητοὶ ἀδελφοί, πᾶσι τοῦτο δοκεῖ, ἐπικρίνατε, μηδένα ἐπίσκοπον χρῆναι εἰς τὸ στρατόπεδον παραγίνεσθαι παρεκτὸς τούτων, οὓς ὁ εὐσεβέστατος βασιλεὺς ἡμῶν τοῖς ἑαυτοῦ γράμμασι μετακαλοῖτο. Ἀλλ' ἐπειδὴ πολλάκις συμβαίνει τινάς, οἴκτου δεομένους, καταφυγεῖν ἐπὶ τὴν ἐκκλησίαν διὰ τὰ ἑαυτῶν ἁμαρτήματα, εἰς περιορισμὸν ἢ νῆσον καταδικασθέντας ἢ δ' αὖ πάλιν οἰαδηποτοῦν ἀποφάσει ἐκδεδομένους, τοῖς τοιούτοις μὴ ἀρνητέαν εἶναι τὴν βοήθειαν, ἀλλὰ χωρὶς μελλησμοῦ καὶ ἄνευ τοῦ διστάσαι τοῖς τοιούτοις αἰτεῖσθαι συγχώρησιν. Εἰ τοίνυν καὶ τοῦτο ἀρέσκει, σύμψηφοι γίνεσθε ἅπαντες. Ἀπεκρίναντο ἅπαντες· Ὁριζέσθω καὶ τοῦτο.
Κανὼν η’ (8):
Πῶς ἐπιστέλλουσι πρὸς Βασιλέα οἱ ἐπίσκοποι;
Ὅσιος ἐπίσκοπος εἶπε· Καὶ τοῦτο ἡ ἀγχίνοια ἡμῶν κρινάτω, ἳν' ἐπειδὴ ἔδοξε, διὰ τὸ μὴ πίπτειν ὑπὸ καταγνωσίν τινα τῶν ἐπισκόπων ἀφικνούμενον εἰς τὸ στρατόπεδον, εἴ τινες αὐτῶν τοιαύτας ἔχοιεν δεήσεις, οἵων ἐπάνω ἐπεμνήσθη μεν, διὰ ἰδίου διακόνου ἀποστέλλοιεν. Τοῦ γὰρ ὑπηρέτου τὸ πρόσωπον οὐκ ἐπίφθονον τυγχάνει, καὶ τὰ παρασχεθησόμενα θᾶττον διακοσμηθῆναι δυνήσεται. Ἀπεκρίναντο πάντες· Καὶ τοῦτο ὁριζέσθω.
Κανὼν θ’ (9):
Ἡ πρὸς ἐπίσκοπον τῆς χώρας, ἐν ᾗ διάγει ὁ Βασιλεὺς.
Ὅσιος ἐπίσκοπος εἶπε· Καὶ τοῦτο ἀκόλουθον εἶναι νομίζω, ἵνα εἰ ἐν οἱαδηποτοῦν ἐπαρχίᾳ ἐπίσκοποι πρὸς ἀδελφὸν καὶ συνεπίσκοπον ἑαυτῶν ἀποστέλλοιεν δεήσεις, ὁ ἐν τῇ μείζονι τυγχάνων πόλει, τουτέστι τῇ μητροπόλει, αὐτὸς καὶ τὸν διάκονον αὐτοῦ καὶ τάς δεήσεις ἀποστέλλοι, παρέχων αὐτῷ καὶ συστατικὰς ἐπιστολάς, γράφων δηλονότι κατὰ ἀκολουθίαν καὶ πρὸς τοὺς συναδέλφους καὶ συνεπισκόπους ἡμῶν, οἵτινες ἐν ἐκείνῳ τῷ καιρῷ ἐν τοῖς τόποις ἢ ἐν ταῖς πόλεσι διάγοιεν, ἐν αἷς ὁ εὐσεβέστατος βασιλεὺς τὰ δημόσια πράγματα διακυβερνᾷ. Εἰ δὲ ἔχοι τις τῶν ἐπισκόπων φίλους ἐν τῇ αὐλῇ τοῦ παλατίου, καὶ βούλοιτο περί τινος, ὅπερ πρεπωδέστατον εἴη ἀξιῶσαι, μὴ κωλύοιτο διὰ τοῦ ἑαυτοῦ διακόνου καὶ ἀξιῶσαι καὶ ἐντείλασθαι τούτοις, οὓς τε τὴν αὐτῶν ἀγαθὴν βοήθειαν ἀξιοῦντι αὐτῷ παρέχειν ἡγοῖτο. Οἱ δὲ εἰς Ῥώμην παραγινόμενοι, καθὼς προείρηκα, τῷ ἀγαπητῷ ἡμῶν ἀδελφῷ καὶ συνεπισκοπῷ Ἰουλίῳ τάς δεήσεις, ἃς ἔχοιεν διδόναι, ὀφείλουσι παρέχειν, ἵνα πρότερος αὐτὸς δοκιμάζῃ, εἰ μή τινες ἐξ αὐτῶν ἀναισχυντοῖεν, καὶ οὕτω, τὴν ἑαυτοῦ προστασίαν καὶ φροντίδα παρέχων, εἰς τὸ στρατόπεδον αὐτοὺς ἀποστέλλοι. Ἅπαντες οἱ ἐπίσκοποι ἀπεκρίναντο, ἀρέσκειν αὐτοῖς καὶ πρεπωδεστάτην εἶναι τὴν συμβουλὴν ταύτην.
Κανὼν ι’ (10):
Ὅτι οὐ χειροτονεῖται ἐπίσκοπος πρὸ τοῦ διὰ τῶν κατωτέρων βαθμῶν διελθεῖν.
Ὅσιος ἐπίσκοπος εἶπε· Καὶ τοῦτο ἀναγκαῖον εἶναι νομίζω, ἵνα μετὰ πάσης ἀκριβείας καὶ ἐπιμελείας ἐξετάζοιτο, ὥστε ἐάν τις πλούσιος, ἢ σχολαστικὸς ἀπὸ τῆς ἀγορᾶς ἀξιοῖτο ἐπίσκοπος γίνεσθαι, μὴ πρότερον καθίστασθαι, ἐὰν μὴ καὶ ἀναγνώστου καὶ διακόνου καὶ πρεσβυτέρου ὑπηρεσίαν ἐκτελέσῃ, ἵνα καθ' ἕκαστον βαθμόν, ἐάν περ ἄξιος νομισθείη, εἰς τὴν ἁψῖδα τῆς ἐπισκοπῆς κατὰ προκοπὴν διαβῆναι δυνηθείη. Ἕξει δὲ ἑκάστου τάγματος ὁ βαθμὸς οὐκ ἐλαχίστου δηλονότι χρόνου μῆκος, δι' οὗ ἡ πίστις αὐτοῦ καὶ ἡ τῶν τρόπων καλοκαγαθία καὶ ἡ στεῤῥότης καὶ ἡ ἐπιείκεια γνώριμος γενέσθαι δυνήσεται καὶ αὐτός, ἄξιος τῆς θείας ἱερωσύνης νομισθείς, τῆς μεγίστης ἀπολαύσει τιμῆς. Οὔτε γὰρ προσῆκόν ἐστιν, οὔτε ἡ ἐπιστήμη, οὔτε ἡ ἀγαθὴ ἀναστροφὴ ἐπιδέχεται τολμηρῶς καὶ κούφως ἐπὶ τούτω ἰέναι, ὥστε ἢ ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον προχείρως καθίστασθαι˙ οὕτω γὰρ ἂν εἰκότως νεόφυτος νομισθείη. Ἐπειδὴ μάλιστα καὶ ὁ μακαριώτατος ἀπόστολος, ὃς καὶ τῶν ἐθνῶν ἐγένετο διδάσκαλος, φαίνεται κωλύσας ταχείας γίνεσθαι τάς καταστάσεις˙ τοῦ γὰρ μηκίστου χρόνου ἡ δοκιμασία, τὴν ἀναστροφὴν καὶ τὸν ἑκάστου τρόπον οὐκ ἀπεικότως ἐκτυποῦν δυνήσεται. Ἅπαντες εἶπον ἀρέσκειν αὐτοῖς καὶ καθ΄ ἅπαξ μὴ δεῖν ἀνατρέπειν ταῦτα.
Κανὼν ια’ (11):
Ὁ εἰς ἑτέραν ἐπαρχίαν μεταβαίνων ἐπίσκοπος μὴ κατεπαιρέσθω τοῦ ἐγχωρίου ἐπισκόπου, ἵνα μὴ ταράχους ἐμποιῇ, μηδ' ἀπολιμπανέσθω ἐπὶ πολὺ τῆς οἰκείας ἐκκλησίας.
Ὅσιος ἐπίσκοπος εἶπε· Καὶ τοῦτο δὲ ὁρίσαι ὀφείλομεν, ἵνα ἐπίσκοπος, ὅταν ἐξ ἑτέρας πόλεως παραγίνηται εἰς ἑτέραν πόλιν, ἢ ἀπὸ ἑτέρας ἐπαρχίας εἰς ἑτέραν ἐπαρχίαν, κόμπου χάριν ἐγκωμίοις οἰκείοις ὑπηρετούμενος ἢ θρησκείας καθοσιώσει, καὶ πλείονα χρόνον βούλοιτο διάγειν, καὶ μὴ ὁ τῆς πόλεως ἐκείνης ἐπίσκοπος ἔμπειρος ᾖ διδασκαλίας, μὴ καταφρονῇ ἐκείνου καὶ συνεχέστερον ὁμιλῇ, καταισχύνειν καὶ κατευτελίζειν τὸ πρόσωπον τοῦ αὐτόθι ἐπισκόπου σπουδάζων. Αὕτη γὰρ ἡ ἀπόφασις εἴωθε ταράχους ποιεῖν καὶ ἐκ τῆς τοιαύτης πανουργίας τὴν ἀλλοτρίαν καθέδραν ἑαυτῷ προσμνηστεύεσθαι καὶ παρασπάσθαι σπουδάζῃ, μὴ διστάζων τὴν αὐτῷ παραδοθεῖσαν ἐκκλησίαν καταλιμπάνειν καὶ εἰς ἑτέραν μεθίστασθαι. Ὁριστέον τοίνυν ἐπὶ τούτῳ χρόνον, ἐπειδὴ καὶ τὸ μὴ ὑποδέχεσθαι ἐπίσκοπον τῶν ἀπανθρώπων καὶ σκαιῶν εἶναι νενόμισται. Μέμνησθε δὲ ἐν τῷ προάγοντι χρόνῳ τοὺς Πατέρας ἡμῶν κεκρικέναι, ἵνα, εἴ τις λαϊκὸς ἐν πόλει διάγων τρεῖς Κυριακὰς ἡμέρας ἐν τρισὶν ἑβδομάσι μὴ συνέρχοιτο, ἀποκινοῖτο τῆς κοινωνίας. Εἰ τοίνυν περὶ τῶν λαϊκῶν τοῦτο τεθέσπισται, οὐ χρὴ οὐδὲ πρέπει, ἀλλ' οὐδὲ συμφέρει ἐπίσκοπον, εἰ μηδεμίαν βαρυτέραν ἀνάγκην ἔχοι, ἢ πρᾶγμα δυσχερές, ἐπὶ πλεῖστον ἀπολείπεσθαι τῆς ἑαυτοῦ ἐκκλησίας καὶ λυπεῖν τὸν ἐμπεπιστευμένον αὐτῷ λαόν. Ἅπαντες οἱ ἐπίσκοποι εἰρήκασι· Καὶ ταύτην τὴν γνώμην σφοδρὰ εἶναι πρεπωδεστάτην ὁριζόμεθα.
Κανὼν ιβ’ (12):
Ὁ τὰ ἐν ἀλλοτρὶᾳ ἐπισκοπῇ κείμενα αὐτοῦ κτήματα ἐπισκεπτόμενος ἐπίσκοπος, μὴ πλέον τριῶν Κυριακῶν αὐτόθι διαμενέτω.
Ὅσιος ἐπίσκοπος εἶπεν· Ἐπειδὴ οὐδέν ἐστι παραλειπτέον, καὶ τοῦτο ὁρισθήτω. Τινὲς τῶν ἀδελφῶν καὶ συνεπισκοπῶν ἐν ταῖς πόλεσιν, ἐν αἷς ἐπίσκοποι καθίστανται, δοκοῦσι κεκτῆσθαι σφοδρὰ ὀλίγα ὑπάρχοντα ἴδια, ἐν ἑτέροις δὲ τόποις κτήσεις μεγάλας, ἐξ ὧν καὶ ἐπικουρεῖν δυνατοί εἰσι τοῖς πένησιν. Οὕτως οὖν αὐτοῖς συγχωρητέον εἶναι κρίνω, ἵνα, εἰ μέλλοιεν εἰς τάς ἑαυτῶν παραγίνεσθαι κτήσεις καὶ τὴν συγκομιδὴν τῶν καρπῶν ποιεῖσθαι, τρεῖς Κυριακὰς ἡμέρας, τοὐτέστι τρεῖς ἑβδομάδας, ἐν τοῖς ἑαυτῶν κτήμασιν αὐτοὺς διάγειν καὶ ἐν τῇ ἀγχιστευούσῃ ἐκκλησίᾳ, ἐν ᾗ πρεσβύτερος συνάγοι, ὑπὲρ τοῦ μὴ χωρὶς συνελεύσεως αὐτὸν δοκεῖν εἶναι, συνέρχεσθαι καὶ λειτουργεῖν, καὶ μὴ συνεχέστερον εἰς τὴν πόλιν, ἐν ᾗ ἐστιν ἐπίσκοπος, παραγίγνοιτο. Τοῦτον γὰρ τὸν τρόπον καὶ τὰ οἰκεῖα αὐτοῦ πράγματα παρὰ τὴν αὐτοῦ ἀπουσίαν οὐδεμίαν ὑπομενεῖ ζημίαν, καὶ τὸ τῆς ἀλαζονείας καὶ τοῦ τύφου ἐκκλίνειν δόξει ἔγκλημα. Ἅπαντες οἱ ἐπίσκοποι εἶπον· Ἀρέσκει καὶ αὕτη ἡ διατύπωσις.
Κανὼν ιγ’ (13):
Ὅτι ὁ τῷ ἀκοινωνήτῳ κοινωνίαν παρέχων, ὑπεύθυνος.
Ὅσιος ἐπίσκοπος εἶπε· Καὶ τοῦτο πᾶσιν ἀρεσάτω, ἵνα εἴτε διάκονος, εἴτε πρεσβύτερος, ἢ καί τις τῶν κληρικῶν ἀκοινώνητος γένηται καὶ πρὸς ἕτερον ἐπίσκοπον τὸν εἰδότα αὐτὸν καταφύγοι, γινώσκοντα ἀποκεκινῆσθαι αὐτὸν τῆς κοινωνίας παρὰ τοῦ ἰδίου ἐπισκόπου, μὴ χρῆναι, τῷ ἐπισκόπῳ καὶ ἀδελφῷ αὐτοῦ ὕβριν ποιοῦντα, παρέχειν αὐτῷ κοινωνίαν. Εἰ δὲ τολμήσοι τοῦτο ποιῆσαι, γινωσκέτω, συνελθόντων ἐπισκόπων, ἀπολογίᾳ ἑαυτὸν ὑπεύθυνον καθεστᾶναι. Ἅπαντες οἱ ἐπίσκοποι εἶπον· Αὕτη ἡ κρίσις καὶ τὴν εἰρήνην πάντοτε διαφυλάξει καὶ διατηρήσει τὴν πάντων ὁμόνοιαν.
Κανὼν ιδ’ (14):
Ἐὰν παρ' ὀξυχόλου ἐπισκόπου ἐκβληθῇ κληρικός τις τῆς ἐκκλησίας, ἀνακρινέσθω τὸ πρᾶγμα ὑπὸ τοῦ μητροπολίτου, ἢ, τούτου ἀπόντος, ὑπὸ τοῦ τῆς πλησιοχώρου ἐπαρχίας.
Ὅσιος ἐπίσκοπος εἶπε· Τὸ δὲ πάντοτέ με κινοῦν ἀποσιωπῆσαι οὐκ ὀφείλω. Εἴ τις ἐπίσκοπος ὀξύχολος εὑρίσκοιτο, ὅπερ οὐκ ὀφείλει ἐν τοιούτῳ ἀνδρὶ πολιτεύεσθαι, καὶ τραχέως ἀντικρὺ πρεσβυτέρου ἢ διακόνου μιμηθείς, ἐκβαλεῖν ἐκκλησίας αὐτὸν ἐθελήσοι, προνοητέον ἐστὶ μὴ ἀθρόον τὸν τοιοῦτον κατακρίνεσθαι καὶ τῆς κοινωνίας ἀποστερεῖσθαι. Πάντες ἐπίσκοποι εἰρήκασιν· Ὁ ἐκβαλλόμενος ἐχέτω ἐξουσίαν ἐπὶ τὸν ἐπίσκοπον τῆς μητροπόλεως τῆς αὐτῆς ἐπαρχίας καταφυγεῖν, εἰ δὲ ὁ τῆς μητροπόλεως ἄπεστιν, ἐπὶ τὸν πλησιόχωρον κατατρέχειν καὶ ἀξιοῦν, ἵνα μετὰ ἀκριβείας αὐτοῦ ἐξετάζηται τὸ πρᾶγμα, οὐ γὰρ χρὴ μὴ ὑπέχειν τάς ἀκοὰς τοῖς ἀξιοῦσιν. Κἀκεῖνος δὲ ὁ ἐπίσκοπος, ὁ δικαίως ἢ ἀδίκως ἐκβαλῶν τὸν τοιοῦτον, γενναίως φέρειν ὀφείλει, ἵνα ἡ ἐξέτασις τοῦ πράγματος γένηται καὶ ἢκυρωθῇ αὐτοῦ ἡ ἀπόφασις ἢ διορθώσεως τύχῃ. Πρὶν δὲ ἐπιμελῶς καὶ μετὰ πίστεως ἕκαστα ἐξετασθῇ, ὁ μὴ ἔχων τὴν κοινωνίαν πρὸ τῆς διαγνώσεως τοῦ πράγματος ἑαυτῷ οὐκ ὀφείλει ἐκδικεῖν τὴν κοινωνίαν. Ἐὰν δὲ συνεληλυθότες τῶν κληρικῶν τινες, κατίδωσι τὴν ὑπεροψίαν καὶ τὴν ἀλαζονείαν αὐτοῦ, ἐπειδὴ οὐ προσῆκόν ἐστιν ἢ μέμψιν ἄδικον ὑπομένειν, πικροτέροις καὶ βαρυτέροις ῥήμασιν ἐπιστρέφειν τοῦτον ὀφείλουσιν, ἵνα τῷ τὰ πρέποντα κελεύοντι ὑπηρετῶνται καὶ ὑπακούωσιν. Ὥσπερ γὰρ ὁ ἐπίσκοπος τοῖς ὑπηρέταις εἰλικρινῆ ὀφείλει τὴν ἀγάπην καὶ τὴν διάθεσιν παρέχειν, τὸν αὐτὸν τρόπον καὶ οἱ ὑποτεταγμένοι ἄδολα τοῖς ἐπισκόποις τὰ τῆς ὑπηρεσίας ἐκτελεῖν ὀφείλουσιν.
Κανὼν ιε’ (15):
Ὅτι ἄκυρος ἡ βαθμολόγησις ἀλλοτρίου ὑπηρέτου, χωρὶς τῆς συγκαταθέσεως τοῦ ἰδίου ἐπισκόπου γενομένη.
Ὅσιος ἐπίσκοπος εἶπε· Καὶ τοῦτο δὲ πάντες ὁρίσωμεν, ἵνα, εἴ τις ἐπίσκοπος ἐξ ἑτέρας παροικίας βουληθῇ ἀλλότριον ὑπηρέτην, χωρὶς τῆς συγκαταθέσεως τοῦ ἰδίου ἐπισκόπου, εἰς τινα βαθμὸν καταστῆσαι, ἄκυρος καὶ ἀβέβαιος ἡ τοιαύτη κατάστασις νομίζοιτο. Εἴ τινες δ' ἂν τοῦτο ἑαυτοῖς ἐπιτρέψειαν, παρὰ τῶν ἀδελφῶν καὶ συνεπισκοπῶν ἡμῶν καὶ ὑπομιμνήσκεσθαι καὶ διορθοῦσθαι ὀφείλουσιν. Ἅπαντες εἰρήκασι· καὶ οὗτος ὁ ὅρος ἔσται ἀσάλευτος.
Κανὼν ις’ (16):
Ὅτι οὐ δεῖ τοὺς κληρικοὺς ἐπὶ πολὺ τῆς ἑαυτῶν ἐνορίας ἀπολιμπάνεσθαι.
Ἀέτιος ἐπίσκοπος εἶπεν· Οὐκ ἀγνοεῖτε ὁποία καὶ πηλίκη τυγχάνει ἡ τῶν Θεσσαλονικέων μητρόπολις. Πολλάκις τοιγαροῦν εἰς αὐτὴν ἀπὸ ἑτέρων ἐπαρχιῶν πρεσβύτεροι καὶ διάκονοι παραγίνονται, καί οὐκ ἀρκούμενοι βραχέος διαγωγῇ χρόνου, ἐναπομένουσι καὶ ἅπαντα τὸν χρόνον αὐτόθι ποιοῦντες διατελοῦσιν, ἢ μόλις μετὰ πλεῖστον χρόνον εἰς τάς ἑαυτῶν ἐπανιέναι ἐκκλησίας ἀναγκάζονται. Περὶ τούτων οὖν ὁριστέον. Ὅσιος ἐπίσκοπος εἶπεν· Οὗτοι οἱ ὅροι, οἱ καὶ ἐπὶ τῶν ἐπισκόπων ὡρισμένοι, φυλαττέσθωσαν καὶ ἐπὶ τούτων τῶν προσώπων.
Κανὼν ιζ’ (17):
Ἐπίσκοπος, ἀδίκως ἐκβληθεὶς, μὴ κωλυέσθω ἐν ἑτέρᾳ πόλει διάγειν, ἕως ἂν ἀπαλλαγὴν τῆς ὕβρεως εὑρέσθαι δυνηθῇ.
Ὅσιος ἐπίσκοπος εἶπεν· Ὑποβάλλοντος καὶ τοῦ ἀδελφοῦ ἡμῶν Ὀλυμπίου, καὶ τοῦτο ἤρεσεν, ἵνα, εἴ τις ἐπίσκοπος βίαν ὑπομείνας ἀδίκως ἐκβληθείη, ἢ διὰ τὴν ἐπιστήμην, ἢ διὰ τὴν ὁμολογίαν τῆς καθολικῆς ἐκκλησίας, ἢ διὰ τήν τῆς ἀληθείας ἐκδικίαν, καὶ φεύγων τὸν κίνδυνον, ἀθῷος καὶ καθωσιωμένος ὤν, εἰς ἑτέραν ἔλθοι πόλιν, μὴ κωλυέσθω ἐκεῖ ἐπὶ τοσούτον διάγειν, ἕως ἂν ἐπανέλθῃ ἢ τῆς ὕβρεως τῆς γεγενημένης αὐτῷ ἀπαλλαγὴν εὑρέσθαι δυνηθῇ. Σκληρὸν γὰρ καὶ βαρύτατον, ἐλασίαν ἄδικον ὑπομεμενηκότα, μὴ ὑποδέχεσθαι ὑφ ἡμῶν· πλείστῃ γὰρ καλοκαγαθίᾳ καὶ φιλοφρονήσει ὀφείλει παραδέχεσθαι ὁ τοιοῦτος. Ἅπαντες εἰρήκασιν· Ἤρεσε καὶ τοῦτο.
Κανὼν ιη’ (18):
Περὶ ὑποδοχῆς τῶν παρὰ Μουσαίου καὶ Εὐτυχιανοῦ κατασταθέντων.
Γαυδέντιος ἐπίσκοπος εἶπεν· Οἶδας, ἀδελφὲ Ἀέτιε, ὡς τὸ τηνικαῦτά ποτε κατασταθέντος σου ἐπισκόπου ἡ εἰρήνη λοιπὸν ἐβράβευσεν, ἵνα μή τινα λείψανα διχονοίας περὶ τῶν ἐκκλησιαστικῶν ἐναπομείνῃ, ἔδοξε καὶ τοὺς παρὰ Μουσαίου κατασταθέντας καὶ τοὺς παρὰ Εὐτυχιανοῦ, ἐπειδὴ αὐτῶν οὐδεμία αἰτία εὑρίσκοιτο, πάντες ὑποδεχθῆναι.
Κανὼν ιθ’ (19):
Ὅτι οὐκ ὀφείλουσιν ὑποδέχεσθαι τοὺς μὴ ἐπανερχομένους εἰς ἃς κατωνομάσθησαν ἐκκλησίας.
Ὅσιος ἐπίσκοπος εἶπε· Τῆς ἐμῆς μετριότητος ἡ ἀπόφασίς ἐστιν αὕτη· Ἐπειδή ἥσυχοι καὶ ὑπομονητικοὶ ὀφείλομεν εἶναι καὶ διαρκῆ τὸν πρὸς πάντας ἔχειν οἶκτον, ἅπαξ τοὺς εἰς κλῆρον ἐκκλησιαστικὸν προαχθέντας ὑπό τινων ἀδελφῶν ἡμῶν, ἐὰν μὴ βούλοιντο ἐπανέρχεσθαι εἰς ἃς κατωνομάσθησαν ἐκκλησίας, τοῦ λοιποῦ μὴ ὑποδέχεσθαι· Εὐτυχιανὸν δὲ μήτε ἐπισκόπου ἑαυτῷ διεκδικεῖν ὄνομα, ἀλλ' οὐδὲ Μουσαῖον ὡς ἐπίσκοπον νομίζεσθαι. Εἰ δὲ λαϊκὴν κοινωνίαν ἀπαιτοῖεν, μὴ χρῆναι αὐτοῖς ἀρνεῖσθαι. Πάντες εἶπον· Ἀρέσκει.
Κανὼν κ’ (20):
Ἐπιτίμια κατὰ τῶν παραβαινόντων τὰ τῇ συνόδῳ ὁρισθέντα.
Γαυδέντιος ἐπίσκοπος εἶπε· Ταῦτα σωτηριωδῶς καὶ ἀκολούθως ὁρισθέντα καὶ πρεπόντως τῇ ἐπιτιμίᾳ ἡμῶν τῶν ἱερέων, καὶ Θεῷ ἀρέσαντα καὶ ἀνθρώποις, τὴν δύναμιν καὶ τὴν ἰσχὺν αὐτῶν κατασχεῖν οὐ δυνήσονται, ἐὰν μὴ καὶ φόβος ταῖς ἐξενεχθείσαις ἀποφάσεσιν ἀκολουθήσῃ· ἴσμεν γὰρ καὶ αὐτοί, πλεονάκις διὰ τὴν ὀλίγων ἀναισχυντίαν τὸ θεῖον καὶ σεβασμιώτατον ὄνομα τῆς ἱερωσύνης εἰς κατάγνωσιν ἐληλυθέναι. Εἰ τοίνυν τις παρὰ τὰ πᾶσι δόξαντα τολμήσοι, σπουδάζων τύφῳ μᾶλλον καὶ ἀλαζονείᾳ ἢ τῷ Θεῷ ἀρέσαι, ἕτερόν τι διαπράξασθαι, ἤδη γινωσκέτω ἐγκλήματι ἀπολογίας ἑαυτὸν ὑπεύθυνον καθίστασθαι καὶ τὴν τιμὴν καὶ τὸ ἀξίωμα τῆς ἐπισκοπῆς ἀποβάλλειν. Ἅπαντες ἀπεκρίναντο· Πρέπει καὶ ἀρέσκει ἡμῖν ἡ τοιαύτη γνώμη.
Κανὼν κα’ (21):
Ἐπίσκοπος ἐπίσκοπον ἀλλαχόσε μεταβαίνοντα θεώμενος, ἐπιζητείτω τὴν αἰτίαν τῆς παρόδου.
Καὶ τοῦτο δὲ ἐκεῖθεν μάλιστα γνώριμον γενήσεται καὶ πληρωθήσεται, ἐὰν ἕκαστος ἡμῶν τῶν ἐν ταῖς παρόδοις, ἤγουν καναλίῳ, καθεστώτων ἐπισκόπων θεασάμενος ἐπίσκοπον, ἐπιζητοίη τὴν αἰτίαν τῆς παρόδου καί ποῦ τὴν πορείαν ποιεῖται. Καὶ ἐὰν μὲν εὕρῃ αὐτὸν εἰς στρατόπεδον ἀπιόντα, ἐπιζητήσει τάς αἱρέσεις τάς ἐπάνω προκειμένας, κἂν κεκλημένος ἀφικνῆται, ἀπιόντι αὐτῷ μηδὲν ἐμπόδιον γίγνοιτο. Εἰ δὲ ἐπιδείξεως χάριν, καθὼς εἴρηται τῇ ἡμετέρᾳ ἀγάπῃ, ἡ διά τινων ἀξιώσεις σπουδάζοι ἐπὶ τὸ στρατόπεδον, μήτε τοῖς γράμμασιν αὐτοῦ ὑπογράφειν, μήτε κοινωνεῖν τῷ τοιούτῳ. Ἅπαντες εἶπον· Ὁριζέσθω καὶ τοῦτο.